← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§92.6-93.19

雨风相互止息与南北风的形成原因

亚历山大遵循亚里士多德的论述,从干湿两种蒸发物及热的运移解释了雨和风相互止息的机制,并阐明了因太阳的回归运动而使南北地区产生最多降雨和风(北风与南风)的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8#3

μετὰ μὲν γὰρ ὑετὸν ἄνεμοι γίνονται, τῷ τὴν γῆν μετὰ τὸ βραχῆναι ξηραινομένην ὑπὸ τῆς ἐν αὐτῇ ὑπαρχούσης θερμότητος καὶ τῆς ἀπὸ τοῦ ἡλίου (ταύτην γὰρ εἶπε τὴν ἄνωθεν) τὴν ξηρὰν ἀναθυμίασιν ποιεῖν,1 ἥτις ἐστὶ τὸ σῶμα καὶ ἡ ὕλη τοῦ ἀνέμου· ὅταν δὲ πάλιν τῆς τοιαύτης ἀποκρίσεώς τε καὶ ἀναθυμιάσεως γενομένης ἄνεμοι κατέχωσι, παυομένων τῶν ἀνέμων διὰ τὸ ἐν αὐτοῖς θερμὸν διακρινόμενον ἀναφέρεσθαι εἰς τὸ ἄνω, ἡ ὑπολειπομένη ἀπὸ τῆς ἀναθυμιάσεως ἀτμὶς συνίσταταί τε καὶ ψυχομένη ὕδωρ γίνεται. ἀλλὰ καὶ ὅταν ὑπὸ τῶν ἀνέμων εἰς ταὐτὸν συνωσθῇ τὰ νέφη καὶ ἀντιπεριστῇ ἡ ἐν αὐτοῖς ψῦξις εἰς ἕν, καταψύχει τε ἀθρόα γινομένη τὴν ξηρὰν ἀναθυμίασιν καὶ ὕδωρ γίνεται.2 καὶ παύει οὖν τὰ ὕδατα τοὺς ἀνέμους καὶ αὐτὰ ὑπ’ ἐκείνων παύεται διὰ τὰ προειρημένα, ὃ σημεῖον τοῦ ἐκ διαφόρων αὐτὰ ἀναθυμιάσεων τὰς ἀρχὰς ἔχειν. ὅτι δὲ ἀπὸ τῆς τοιαύτης ἀναθυμιάσεως οἱ ἄνεμοι γίνονται, σημεῖον τὸ μάλιστα γίνεσθαι πνεύματα καὶ πλεῖστα ἀπὸ τῆς ἄρκτου καὶ τῆς μεσημβρίας· πλεῖστοι γὰρ τῶν ἀνέμων βορέαι καὶ νότοι πνέουσιν, ἀπὸ τῆς ἄρκτου μὲν οἱ βορέαι, ἀπὸ δὲ τῆς μεσημβρίας οἱ νότοι. τῷ γὰρ τὸν ἥλιον τούτους μόνους μὴ ἐπέρχεσθαι τοὺς τόπους (μέχρι γὰρ τῶν τροπικῶν κατὰ τούτους ἡ πρόοδος αὐτῷ γίνεται, ἔπειτα ἀπὸ τούτων τροπὰς ποιεῖται· διὸ εἶπε πρὸς τούτους αὐτὸν καὶ ἀπὸ τούτων κινεῖσθαι· ἐπὶ μέντοι τὰς δυσμὰς καὶ τὰς ἀνατολὰς ἀεὶ φέρεται) τῷ δὲ μὴ ἐπιέναι αὐτὸν τοὺς τόπους τούτους πλεῖστα νέφη κατ’ αὐτοὺς ἀθροίζεται, ἅτε μὴ ξηραινομένων τῶν τόπων τούτων ὑπὸ τῆς παρόδου αὐτοῦ. πλάγια δὲ εἶπε τὰ ἀρκτῷα καὶ τὰ μεσημβρινὰ ὡς πρὸς τὰς ἀνατολὰς καὶ δύσεις. προσιόντος μὲν οὖν πρὸς ἑκάτερον αὐτῶν (καὶ γὰρ εἰ μὴ ἔπεισιν ὁ ἥλιος ταῦτα, ἀλλὰ πρόσεισί γε αὐτοῖς ἕως τῶν τροπικῶν) γίνονται ἀναθυμιάσεις αἱ τοῦ ὑγροῦ· ἀπιόντος δὲ πάλιν ἐπὶ τὰς τροπὰς τὰς ἐναντίας, συνίσταται ψυχομένη ἡ ἀναθυμίασις, καὶ γίνονται ὕδατά τε καὶ χειμῶνες. διὰ μὲν οὖν τὴν ἐπὶ τροπὰς κίνησιν τοῦ ἡλίου καὶ ἀπὸ τροπῶν θέρος τε γίνεται καὶ χειμών, καὶ ἀνάγεταί τε καὶ ἀναθυμιᾶται τὸ ὕδωρ καὶ γίνεται πάλιν καὶ καταφέρεται. τῷ δὲ πλεῖστον γίνεσθαί τε καὶ ὕεσθαι ὕδωρ ἔν τε τοῖς ἀρκτικοῖς τόποις καὶ μεσημβρινοῖς,3 ἐφ’ οὓς ὁ ἥλιος φερόμενος τροπὰς ποιεῖται, ὅτι οὗ πλεῖστον ὕδωρ ἡ γῆ δέχεται, ἐνταῦθα καὶ ἡ ἀναθυμίασις πλείστη γίνεται, ὥσπερ καπνὸς ἀπὸ τῶν χλωρῶν ξύλων (τά τε γὰρ χλωρὰ ξύλα πυρούμενα πλεῖστον καπνὸν ἀφίησιν, ὃς καπνός ἐστιν ἀναθυμίασις ξηρά, ἥ τε πολλὴ ὑομένη γῆ θερμαινομένη ὑπό τε τοῦ ἐν αὐτῇ θερμοῦ καὶ ὑπὸ τοῦ ἡλίου παραπλησίαν ἀναδίδωσιν ἀναθυμίασιν τῇ ἀπὸ τῶν ξύλων) καπνώδης δέ τις ἀναθυμίασις τὸ σῶμα τοῦ ἀνέμου ἐστίν, ὡς προείρηκεν ἤδη· διὸ εὐλόγως ἀπὸ τούτων τῶν τόπων τὰ πλεῖστα καὶ κυριώτατα γίνεται τῶν πνευμάτων· τοιαῦτα γὰρ τά τε νότια καὶ τὰ βόρεια. καλεῖσθαι δέ φησι βορρᾶς μὲν τοὺς ἀπὸ τῆς ἄρκτου πνέοντας, νότους δὲ τοὺς ἀπὸ μεσημβρίας. [δόξειε δὲ μὴ ὁμολογούμενα τὰ νῦν λεγόμενα περὶ τῶν ἀνέμων τοῖς ῥηθησομένοις μετ’ ὀλίγον. νῦν μὲν γὰρ λέγει διὰ τοῦτο πλείστους τοὺς ἀνέμους γίνεσθαι τόν τε βορρᾶν καὶ τὸν νότον, διότι ἀπὸ τούτων πνέουσι τῶν τόπων, οὓς μόνους ὁ ἥλιος οὐκ ἐπέρχεται, ἀλλὰ πρὸς τούτους καὶ ἀπὸ τούτων κινεῖται· διὸ ἐν τούτοις καὶ τὰ νέφη συνίσταται μάλιστα· μετ’ ὀλίγον δὲ δείξει τὸν νότον οὐκ ἀπ’ ἐκείνων τῶν τόπων φερόμενον, ἐν οἷς ὁ ἥλιος οὐ γίνεται (οὗτοι δὲ ἦσαν οἱ περὶ τὸν νότιον πόλον), ἀλλ’ ἀπὸ τῆς θερινῆς τροπῆς, καθ’ ἣν γενόμενος ὁ ἥλιος ἀνακάμπτει πάλιν.]

因为在降雨之后风便会产生,这是由于大地在被浸润之后,受到自身内在的热以及来自太阳的热(他所谓的“上方的热”指的就是这个)的烘烤而干燥,从而产生了干燥的蒸发物,而这正是风的躯体和质料;另一方面,当在发生这种分离和蒸发物产生之后风势占优势时,随着风因其内在的热被分离出来并向上升腾而停息,蒸发物中残留的水汽便凝聚起来,并在受冷后变为水。不仅如此,每当云层被风聚拢推挤到同一处,并且云层内部的冷气通过对冲集中为一体时,冷气迅速集聚,使干燥的蒸发物冷却,[蒸发物]便化为水。因此,由于上述原因,水能止息风,水自身也会被风止息,这证明它们源于不同的蒸发物。而风产生于此类蒸发物的证据在于,风尤其并且最多地产生自北方和南方;因为大多数风都作为北风和南风吹拂,从北方吹来的是北风,从南方吹来的则是南风。因为太阳唯独不会行经越过这些地区(因为它的前行就这些地区而言只是到达回归线为止,然后便从那里发生回折;因此他说太阳朝着它们并离开它们运动;不过对于日落和日出的方向,太阳始终在运行),由于太阳不行经越过这些地区,最多的云便聚集在它们上方,因为这些地方不会因太阳的经过而被晒干。而他所谓“侧向的”,是指北面和南面的地区相对于日出和日落而言。因此,当太阳接近它们各自时(因为即使太阳并不直接行经越过这些地方,但至少会靠近它们直至回归线),潮湿的蒸发物便产生出来;而当它再次离开、走向相反的回归线时,蒸发物受冷凝结,便产生雨水和严冬[风暴]。因此,由于太阳走向回归线和离开回归线的运动,夏天和冬天便产生出来,水也被提升并蒸发,随后再次生成并降落下来。并且,由于在太阳运行并发生回折的北方地区和南方地区,产生并降下的水最多,因而大地在何处接纳最多的水,在何处产生的蒸发物也最多,就如同从湿木中冒出的烟一样(因为湿木着火时释放出最多的烟,这种烟就是干燥的蒸发物;而饱受雨水浸润的大地在被自身内在的热和太阳加热时,也会释放出与木头中所放出的极为相似的蒸发物);正如他此前已经说过的那样,烟状的蒸发物就是风的躯体;因此,从这些地区产生最多且最强劲的风是合乎情理的;因为南风和北风正是这样的风。他说,从北方吹来的被称为北风,从南方吹来的被称为南风。[不过,当前关于风所说的这些话,似乎与稍后将要阐述的内容并不一致。因为现在他说北风和南风这两种风之所以产生最多,是因为它们吹拂自太阳唯独不会行经越过的那些地区,太阳只是朝着它们并离开它们运动——因此在这些地区云层也最容易凝结;但稍后他将表明,南风并不是产生自太阳绝不会去到的那些地区(那些是指南极周围的地区),而是产生自夏至线,太阳到达那里后便再次折回。]

语法注3 条
  1. 2.8τῷ τὴν γῆν μετὰ τὸ βραχῆναι ξηραινομένην ὑπὸ τῆς ἐν αὐτῇ ὑπαρχούσης θερμότητος καὶ τῆς ἀπὸ τοῦ ἡλίου (ταύτην γὰρ εἶπε τὴν ἄνωθεν) τὴν ξηρὰν ἀναθυμίασιν ποιεῖν

    无介词的定冠词与格不定式短语 τῷ ... ποιεῖν 用作原因与格,修饰主句 μετὰ μὲν γὰρ ὑετὸν ἄνεμοι γίνονται。宾格 τὴν γῆν 是不定式 ποιεῖν 的逻辑主语,分词 ξηραινομένην 与其保持性数格一致。

  2. 2.8καταψύχει τε ἀθρόα γινομένη τὴν ξηρὰν ἀναθυμίασιν καὶ ὕδωρ γίνεται

    动词 καταψύχει 的主语是前一从句的主语 ἡ ἐν αὐτοῖς ψῦξις,阴性单数主格分词 ἀθρόα γινομένη 与其一致。在接下来的并列小句 καὶ ὕδωρ γίνεται 中,主语转换为了前句的宾语 τὴν ξηρὰν ἀναθυμίασιν(或指被冷却的气体整体)。

  3. 2.8τῷ δὲ πλεῖστον γίνεσθαί τε καὶ ὕεσθαι ὕδωρ ἔν τε τοῖς ἀρκτικοῖς τόποις καὶ μεσημβρινοῖς

    句首的定冠词与格不定式短语 τῷ ... γίνεσθαί τε καὶ ὕεσθαι ὕδωρ 充当前置的原因与格,指明随后因果小句(ὅτι οὗ πλεῖστον ὕδωρ ἡ γῆ δέχεται, ἐνταῦθα καὶ ἡ ἀναθυμίασις πλείστη γίνεται...)所阐述的前提或依据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:92.6-93.19