← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§90.35-92.6

作为风之本原的干燥蒸发物与风雨相互影响

亚历山大阐释了亚里士多德对将风仅仅视为空气流动的观点的反驳,指出风必须有特定源泉(干燥蒸发物),并讨论了蒸发物的偏胜与位移、类似于动物体内的对冲互换所导致的局地气候差异,以及风与雨的相互平息。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8#2

εἰπὼν δὲ ταῦτα πάλιν αἰτιᾶται τοὺς ἡγουμένους ἄνεμον εἶναι τὸν περικεχυμένον ἀέρα τῇ γῇ κινούμενον, καὶ διὰ τοῦτο λέγοντας ἕνα ἄνεμον εἶναι. ἄτοπον γάρ, εἰ ἄνεμός ἐστιν ὁ ἀήρ, ὅθεν ἂν τύχῃ καὶ ὡς ἂν τύχῃ κινηθείς, ἀλλ’ οὐχὶ ὥσπερ καὶ ἐπὶ τῶν ποταμῶν (οὐδὲ γὰρ ἐπὶ τούτων τὸ ὁπωσοῦν ὕδωρ ῥέον εὐθὺς ποταμὸν λέγομεν, οὐδ’ ἂν ἔχῃ πλῆθος, ἀλλὰ τὸ ἀρχὴν τῆς ῥύσεως πηγὴν ἔχον) οὕτω δὴ καὶ περὶ τῶν ἀνέμων ἔχειν ὑποληπτέον.1 δύναται γὰρ πολὺς ἀὴρ ὑπό τινος πτώσεως κινηθῆναι, ὃν οὐκ ἄν τις ἄνεμον λέγοι, οὐκ ἔχοντα ἀρχὴν οὐδὲ πηγήν, ἀφ’ ἧς ἡ ῥύσις ἄνεμος. μαρτυρεῖν δὲ λέγει τοῖς εἰρημένοις τοῖς ὅτι ἡ μὲν ξηρὰ ἀναθυμίασις πνευμάτων ἐστὶν ἀρχή, ἡ δὲ ὑγρὰ ὑδάτων, καὶ τὰ γινόμενα. διὰ μὲν γὰρ τὸ συνεχῆ τὴν ἀναθυμίασιν γίνεσθαι καὶ ἢ πλείονα ἢ ἐλάττονα (εἰπὼν γὰρ μᾶλλον δὲ καὶ ἧττον ἐξηγήσατο τοῦτο διὰ τοῦ ἐπενεγκεῖν καὶ πλείω καὶ ἐλάττω· δύναται δὲ καὶ διὰ τὸ συνεχῶς εἰπεῖν προστεθεικέναι τὸ μᾶλλον δὲ καὶ ἧττον, δεικνὺς διὰ τούτων ὅτι τὸ συνεχῶς οὐ τὸ ἀδιαλείπτως εἶπεν, ὃ δοκεῖ σημαίνειν τὸ συνεχῶς, ἀλλὰ τὸ πολλάκις καὶ πυκνῶς) διὰ δὴ τὸ πυκνῶς γίνεσθαι καὶ πολλάκις τὴν ἀναθυμίασιν, καὶ συνεχῶς, τουτέστι πυκνῶς, καὶ νέφη συνίσταται καὶ τὰ πνεύματα πνεῖ· τῷ δὲ ἐνίοτε μὲν τὴν ἀτμιδώδη καὶ ὑγρὰν γίνεσθαι πολλαπλασίαν, ὁτὲ δ’ αὖ πάλιν τὴν ξηράν τε καὶ καπνώδη, ὁτὲ μὲν ἔπομβρα τὰ ἔτη γίνεται καὶ ὑγρά, ὁτὲ δὲ ἀνεμώδη τε καὶ ξηρὰ καὶ αὐχμηρά. ποτὲ μὲν οὖν φησι συμβαίνειν ὡς ἅμα πολλὴν χώραν ἢ ἐπομβρίαν ἔχειν ἢ ἀνέμους καὶ αὐχμούς, ὁτὲ δὲ καὶ κατὰ μέρη, ὡς μέρος τι ἐγκείμενόν τινι χώρᾳ ἐπομβρίαν ἐχούσῃ αὐτὸ ἐν αὐχμῷ εἶναι, ἢ ἀνάπαλιν. οὐ φησιν αἴτιον εἶναι τὸ ὡς μὲν ἐπὶ τὸ πλεῖστον εἰκὸς εἶναι2 τὸ αὐτὸ πάθος ἐπὶ πλείω χώραν διήκειν, διὰ τὸ ὁμοίαν θέσιν ἔχειν πρὸς τὸν ἥλιον τὰ ἐγγὺς ἀλλήλων, τὸν αἴτιον τῶν ἀναθυμιάσεων, εἰ μή τι διά τινα θέσιν ἰδίαν διαφοράν τινες ἔχουσι τόποι πρὸς τὸν ἥλιον παρὰ τοὺς οἷς παράκεινται· οὐ μὴν ἀλλὰ συμβαίνει ἐνίοτε κατὰ μὲν τόδε τὸ μέρος τὴν ξηρὰν πλεονεκτεῖν ἀναθυμίασιν, κατὰ δὲ τὸ παρακείμενον τὴν ὑγράν. καὶ τούτου δέ φησιν αἴτιον εἶναι τὸ ποτὲ μὲν ἀφ’ ἧς ἡ ξηρὰ ἀναφέρεται, κατὰ ταύτην καὶ μένειν ῥέουσαν, ὁμοίως καὶ ἀφ’ ἧς ἡ ὑγρά, ὁτὲ δ’ ὑπαλλάσσεσθαι καὶ ἀπωθεῖσθαι ὑπὸ πνευμάτων τινῶν τὴν μὲν ὑγρὰν ὅθεν ἡ ξηρά, τὴν δὲ ξηρὰν ὅθεν ἡ ὑγρά, ἢ ἡ μὲν ἔμεινεν καθ’ ὃ καὶ ἀνηνέχθη, ἡ δ’ ἀπεώσθη εἰς ἄλλην που χώραν. διὸ καὶ συμβαίνειν πολλάκις φησὶ τὸ περὶ ταῦτα πάθος ὅμοιον γίνεσθαι τῷ ἐν τοῖς τῶν ζῴων σώμασι γινομένῳ πάθει. ὡς γὰρ ἐφ’ ἡμῶν ἐνίοτε, ἂν μὲν ἡ ἄνω κοιλία ξηρὰ ᾖ, συμβαίνει ἐξυγραίνεσθαι τὴν κάτω, ὑγρᾶς δ’ οὔσης τῆς ἄνω ξηραίνεσθαι τὴν κάτω, οὕτως καὶ ἐπὶ τῶν τόπων ἀντιπεριίστασθαι, καὶ καθ’ ἣν μὲν χώραν ὑγρὰ ἡ 〈κάτω〉 ἀναθυμίασις, κατὰ ταύτην ξηρὰν τὴν ἄνωθεν ἀναθυμίασιν εἶναι, καθ’ ἣν δὲ ἡ κάτω ξηρά, τὴν ἄνωθεν ὑγράν. σημεῖον δὲ ποιεῖται τοῦ ἑκάτερον αὐτῶν, τόν τε ἄνεμον καὶ τὸ ὕδωρ, ἀπὸ ἑκατέρας τῶν ἀναθυμιάσεων εἶναι, καὶ μὴ ἀπὸ τῆς αὐτῆς ἀμφοτέρους καὶ τὸ ἑκάτερον ὑπὸ τοῦ ἑτέρου παύεσθαι,3 τὸν μὲν ὑετὸν ἀνέμων ἐπιγινομένων, τὸν δ’ ἄνεμον ὑετῶν.

在说了这些之后,他再次批评了那些认为环绕大地的空气运动起来就是风、并因此主张风只有一种的人。因为,如果空气无论从何处、以何种方式运动都是风,而不是像在河流的情形中那样(因为在河流的情形中,我们也并不把无论以何种方式流动的水都直接称为河流,即使它的水量很大也不是,而是把具有泉源作为流动起点的水称为河流),那就太荒谬了;对于风,也正应当作如是理解。因为大量的空气可能因某种物体的坠落而被带动,但没有人会称之为风,因为它既没有起点也没有源泉——而源于源泉的流动才是风。他还说,实际发生的现象也证实了前面所说的话,即干燥的蒸发物是风的本原,而潮湿的蒸发物是水的本原。因为蒸发物的产生是连续的,且或多或少(因为他说了“或多或少”,并通过补充“较多和较少”来解释这一点;但也可能是因为说了“连续地”,才补充了“或多或少”,借此表明他所说的“连续地”并不是指该词通常看似意味着的“不间断”,而是指“屡次且频繁”),正是由于蒸发物频繁且屡次产生,并且连续地、即频繁地产生,云层才凝结,风才吹拂;又由于水汽状且潮湿的蒸发物有时成倍产生,有时又是干燥且烟状的蒸发物成倍产生,于是有的年份多雨且潮湿,有的年份则多风、干燥且干旱。因此他说,有时大片地区会同时遭遇多雨,或者同时遭遇风和干旱,但有时又是局部的,以至于包含在多雨地区内的某个部分自身却处于干旱之中,反之亦然。他指出其原因是,在大多数情况下,相同的状态自然会延伸到更广阔的地域,因为彼此相邻的地方对于作为蒸发物原因的太阳具有相似的相对位置,除非某些地方由于某种独特的地势,与相邻的地方相比对于太阳具有差异;然而,有时也会发生在这一部分干燥蒸发物占优势,而在相邻部分潮湿蒸发物占优势的情况。他说,这其中的原因在于,有时干燥蒸发物在其升起的地方继续流动停留,潮湿蒸发物同样也在其升起的地方停留,但有时它们会发生置换,并被某些风驱离,潮湿蒸发物被驱赶〔到〕干燥蒸发物升起之处,干燥蒸发物被驱赶〔到〕潮湿蒸发物升起之处,或者一者留在其升起的地方,另一者被驱赶到其他某个地方。因此他说,关于这些现象的状态往往与动物体内发生的状态相似。因为正如在我们身上有时上腹部干燥,下腹部就会变湿,上腹部湿润,下腹部就会干燥一样,在各个地域也会发生对冲互换,在〈下层〉蒸发物潮湿的地域,上方的蒸发物就干燥;在下层蒸发物干燥的地域,上方的蒸发物就潮湿。而他把这两种现象——风和水各自源于两种蒸发物之一,而非两者源于同一种——的证据,也归结为每一方都被另一方所平息:当风吹起时降雨停止,当降雨发生时风平息。

语法注3 条
  1. 2.8ἄτοπον γάρ, εἰ ἄνεμός ἐστιν ὁ ἀήρ, ὅθεν ἂν τύχῃ καὶ ὡς ἂν τύχῃ κινηθείς, ἀλλ’ οὐχὶ ὥσπερ καὶ ἐπὶ τῶν ποταμῶν ... οὕτω δὴ καὶ περὶ τῶν ἀνέμων ἔχειν ὑποληπτέον.

    该句的骨架为 ἄτοπον γάρ, εἰ ... οὐχὶ ... ὑποληπτέον,在表语形容词 ἄτοπον 之后统摄一个假定条件从句(即如果任何杂乱运动的空气都是风,而非如河流的情形那样推论,则是荒谬的)。括号内的 οὐδὲ γὰρ ἐπὶ τούτων ... ἔχον 解释了河流的比喻,其后的 οὕτω δὴ καὶ περὶ τῶν ἀνέμων ἔχειν ὑποληπτέον 作为对照成分承接前述荒谬假定。

  2. 2.8οὐ φησιν αἴτιον εἶναι τὸ ὡς μὲν ἐπὶ τὸ πλεῖστον εἰκὸς εἶναι

    该处底本虽印作无气号的 οὐ φησιν,但对照其所注解的亚里士多德原文(360b13–15 τὸ δ' αἴτιον τούτων ὅτι...),此处实际上是带粗气号的关系代词属格 οὗ(即 οὗ φησιν αἴτιον εἶναι τὸ...,“关于这一点他指出其原因是……”)。因此不作否定句解读,而取肯定句式:“他所说的原因是……(由冠词不定词 τὸ ... εἶναι 引导)”。

  3. 2.8σημεῖον δὲ ποιεῖται τοῦ ἑκάτερον αὐτῶν ... καὶ τὸ ἑκάτερον ὑπὸ τοῦ ἑτέρου παύεσθαι

    该句结构骨干为 σημεῖον δὲ ποιεῖται τοῦ [ἑκάτερον ... εἶναι] ... καὶ τὸ [ἑκάτερον ... παύεσθαι]。属格的不定词短语 τοῦ ... εἶναι(各自产生自不同的蒸发物)说明证据所要证明的事项,而后者的带宾格冠词的不定词短语 τὸ ... παύεσθαι(每一方被另一方所平息)则作为 σημεῖον ποιεῖται 的直接宾语(或证据本身的内容)并列出现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:90.35-92.6