- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:89.21-90.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《气象学》359b27进行注解,阐明对风的探讨始于对两种蒸发物(湿性水汽与干性烟状蒸发物)的区分,驳斥了认为风和水只是同一种空气之不同状态的早期观点,并说明空气本身的湿与热之本性源自两种蒸发物的共同贡献。
" Περὶ δὲ πνευμάτων λέγομεν λαβόντες ἀρχὴν τὴν εἰρημένην ἡμῖν ἤδη πρότερον." Ἐπάνεισι μετὰ τὸν περὶ ποταμῶν καὶ θαλάσσης λόγον ἐπὶ τὸν περὶ τῶν πνευμάτων· προέθετο γὰρ καὶ περὶ τούτων εἰπεῖν σὺν ἐκείνοις. ἀρχὴν δὴ καὶ τοῦ περὶ τούτων λόγου τὴν αὐτήν φησιν εἶναι· τὴν γὰρ ἀναθυμίασιν. διττῆς γὰρ οὔσης, ὡς κατ’ ἀρχὰς εἴρηται, τῆς ἀναθυμιάσεως, τῆς μὲν ξηρᾶς τῆς δὲ ὑγρᾶς, ἡ μὲν ὑγρὰ ἀτμὶς καλεῖται, ἡ δὲ ξηρὰ τὸ μὲν κοινὸν καθόλου ἀνώνυμος, ἀπὸ δέ τινος τῶν ὑπ’ αὐτὴν ξηρῶν ἀναθυμιάσεων, ἥτις ἐστὶ καπνός, ἀνάγκη καὶ τὴν ὅλην ὀνομάζειν καπνώδη.1 ἔστι δὲ οὐδετέρα τούτων χωρὶς τῆς ἑτέρας, ἀλλ’ ἅμα μέν εἰσιν, ἀπὸ δὲ τοῦ πλεονάζοντος ἐν τῷ συναμφοτέρῳ τὸ ὅλον καλεῖται. γινομένης δὲ ταύτης τῆς ἀναθυμιάσεως ὑπὸ τῆς τοῦ ἡλίου περιφορᾶς (οὗτος γὰρ κινούμενος οἷς μὲν ἂν πλησιάζῃ τόποις τῇ θερμότητι ἀτμίζει αὐτοὺς καὶ γεννᾷ τε καὶ ἀνάγει τὴν ἀναθυμίασιν, πορρωτέρω δ’ ἀφιστάμενος αἴτιος αὐτῇ γίνεται τοῦ διὰ ψυχρότητα συνισταμένην πάλιν εἰς γῆν καταφέρεσθαι· διὰ τοῦτο χειμῶνός τε μᾶλλον τὰ ὕδατα γίνεται, καὶ νύκτωρ μᾶλλον ἢ μεθ’ ἡμέραν· ψυχρότεραι γὰρ αἱ νύκτες τῶν ἡμερῶν, οὐ δοκεῖ δὲ τῷ λανθάνειν μᾶλλον τὰ νύκτωρ γινόμενα τῶν μεθ’ ἡμέραν διὰ τὸν ὕπνον) τοῦτο δὴ τὸ κατιὸν εἰς τὴν γῆν καὶ ὑόμενον ὕδωρ διαδίδοται πᾶν εἰς τὴν γῆν· ἔστι δὲ ἔν τε τῇ γῇ πολλὴ θερμότης ἐγκατεσπαρμένη, ἔτι τε ὁ ἥλιος πλησίον γινόμενος τῆς γῆς οὐ μόνον τὸ ἐπιπολάζον αὐτῇ ὑγρὸν ἕλκει τε καὶ ἀνάγει, ἀλλὰ καὶ αὐτὴν τὴν γῆν θερμαίνων ξηραίνει. ταῦτα δὲ εἴρηκεν ὑπὲρ τοῦ δεῖξαι καὶ τῆς ξηρᾶς ἀναθυμιάσεως τὴν χορηγίαν· ὡς γὰρ τῇ ὑγρᾷ τὸ περὶ τὴν γῆν ὕδωρ, οὕτως καὶ τῇ ξηρᾷ τὸ ἐν αὐτῇ θερμόν. διττῆς δὲ τῆς ἀναθυμιάσεως οὔσης, τῆς μὲν ἀτμιδώδους τε καὶ ὑγρᾶς, τῆς δὲ ξηρᾶς τε καὶ καπνώδους, διὰ τὰ εἰρημένα ἀμφοτέρας ἀναγκαῖον ἅμα γίνεσθαι· ὧν ἡ μὲν ὑγροῦ πλέον ἔχουσα ἀναθυμίασις ἀρχὴ τοῦ ὑομένου ὕδατός ἐστιν, ὡς εἴρηται, ἡ δὲ τὸ ξηρὸν ἔχουσα πλέον ἀρχὴ καὶ αἰτία καὶ ὕλη ἐστὶ πάντων τῶν πνευμάτων· φύσιν γὰρ τὴν ὕλην εἶπε νῦν. ὅτι δὲ ταῦτα οὕτως ἔχει, δῆλον εἶναί φησι καὶ ἐξ αὐτῶν τῶν γινομένων· τήν τε γὰρ ἀναθυμίασιν διαφέρειν ἀναγκαῖον τὴν τε ἀπὸ τῶν ὑγρῶν καὶ τὴν ἀπὸ τῶν ξηρῶν γινομένην, ἔτι τε τὸν ἥλιον καὶ τὴν ἐν τῇ γῇ θερμότητα ταῦτα ποιεῖν οὐ μόνον δυνατόν, ἀλλὰ καὶ ἀναγκαῖον. Ἐπεὶ δὲ ἑκατέρας ἀναθυμιάσεως ἕτερον τὸ εἶδος, φανερὸν ὡς καὶ τὰ ὧν αὗται αἰτίαι διαφέροντα ἔσται, ἔστι δὲ ταῦτα ἄνεμος καὶ ὑετός, καὶ οὐκ ἔσται ἡ αὐτὴ φύσις τε καὶ ὕλη ἀνέμου τε καὶ ὕδατος, καθά τινες λέγουσι· τὸν γὰρ αὐτὸν ἀέρα φασὶ κινούμενον μὲν ἄνεμον εἶναι, εἰ δὲ συνισταῖτο πάλιν, ὕδωρ. ὁ μὲν οὖν ἀήρ, καθάπερ ἐν τοῖς πρὸ τούτων λόγοις εἰρήκαμεν. λέγοι ἂν πρὸ τούτων λόγους τοὺς Περὶ γενέσεως καὶ φθορᾶς· ἐν ἐκείνοις δὲ εἴρηται περί τε τῆς τῶν ἄλλων στοιχείων οὐσίας τε καὶ μεταβολῆς καὶ δὴ καὶ περὶ τοῦ ἀέρος, ὅτι ἔστι τὴν φύσιν ὑγρός τε καὶ θερμός. ὢν δὲ τοιοῦτος ἔχοι ἄν τι παρ’ ἑκατέρας τῆς ἀναθυμιάσεως, τὸ μὲν ὑγρὸν παρὰ τῆς ἀτμίδος (αὕτη γάρ, ὡς εἴρηται, ὑγρά τε καὶ ψυχρά· ὕδατος γάρ) τὸ δὲ θερμὸν παρὰ τῆς καπνώδους· αὕτη γὰρ πάλιν ξηρά τε καὶ θερμή, ὡς ἂν ἀπὸ πυρὸς οὖσα. ἐκ συμβόλων οὖν ὁ ἀὴρ συνέστηκεν, ἑκατέρας τῆς ἀναθυμιάσεως συμβαλλομένης τι εἰς τὴν οὐσίαν αὐτοῦ,2 τῆς μὲν τὸ ὑγρόν, τῆς δὲ τὸ θερμόν.
“关于风,我们以先前已经说过的本原为出发点来讨论。” 在讨论完河流与海洋之后,他回到了关于风的讨论;因为他曾提议在讨论那些事物的同时也讨论这些事物。因此他说,关于这些事物的讨论的本原也是相同的,即蒸发物。因为正如起初所说,蒸发物有两种,一种是干燥的,另一种是潮湿的,潮湿的被称为水汽,而干燥的在总体上作为共相是没有名称的,但根据归于其下的干燥蒸发物中的一种——即烟——必然将整体也称为烟状的。而且这两者都不能离开另一方而存在,而是同时并存的,但根据二者结合物中占优势的一方,整体便得以命名。当这种蒸发物由于太阳的运行而产生时(因为太阳在运行时,以其热量使其所接近的地方散发水汽,并生成和提升蒸发物,而当它退至较远处时,便成为蒸发物因寒冷而凝结并再次降落至地面的原因;因此,降水在冬季发生得更多,在夜间多于在白天;因为夜间比白天更冷,只是由于睡眠,夜间发生的事情比白天发生的事情更容易被忽略,所以看起来并非如此),这降落到地面并化为雨的水全部渗入泥土中;泥土中散布着大量的热量,此外,当太阳接近地面时,不仅吸引并提升浮于其表面的湿气,而且加热泥土本身并使之干燥。他说这些话是为了把干燥蒸发物的来源也指明出来;因为正如大地周围的水对应于潮湿蒸发物一样,大地内部的热量也对应于干燥蒸发物。由于蒸发物有两种,一种是水汽状且潮湿的,另一种是干燥且烟状的,由于所述的原因,两者必然同时产生;其中含有较多湿气的蒸发物是降水的本原,正如已经说过的那样,而含有较多干燥物的蒸发物则是所有风的本原、原因和质料;因为他现在把质料称为“本性”。他说,这些情况如此,从所发生的现象本身也是显而易见的;因为来自湿物的蒸发物与来自干物的蒸发物必然不同,而且太阳与大地内部的热量产生这些不仅是可能的,更是必然的。 既然每种蒸发物的形式不同,显然以它们为原因的事物也必将不同,而这些就是风和降雨,因此风和水不会像某些人所说的那样具有相同的本性和质料;因为他们声称,相同的空气在运动时就是风,如果再次凝结就是水。“那么空气,正如我们在先前的论述中所说的。”所谓“先前的论述”,他指的可能是《论生成和消灭》中的论述;而在那些论述中,谈到了其他元素的实体与变化,尤其是关于空气,指出它在本性上是湿且热的。既然空气是这样的,它就可以从每种蒸发物中各获取某种东西:从水汽中获取湿(因为正如已经说过的那样,水汽是湿且冷的;因为它是来自水的),而从烟状蒸发物中获取热;因为后者又是干且热的,就好像它来自火一样。因此,空气是由互为配对的标记组成的,每种蒸发物都为其本质做出了一定贡献,一种贡献了湿,另一种贡献了热。
- 2.8ἀπὸ δέ τινος τῶν ὑπ’ αὐτὴν ξηρῶν ἀναθυμιάσεων, ἥτις ἐστὶ καπνός, ἀνάγκη καὶ τὴν ὅλην ὀνομάζειν καπνώδη
句子的核心骨架是非人称表达 ἀνάγκη 搭配不定式 ὀνομάζειν。宾格 τὴν ὅλην 作直接宾语(指整个干燥蒸发物),καπνώδη 作宾语补足语(“称为烟状的”)。介词短语 ἀπὸ δέ τινος... 表示命名的来源或依据。
- 2.8ἐκ συμβόλων οὖν ὁ ἀὴρ συνέστηκεν, ἑκατέρας τῆς ἀναθυμιάσεως συμβαλλομένης τι εἰς τὴν οὐσίαν αὐτοῦ
短语 ἐκ συμβόλων 在概念和语源上与接下来的属格绝对结构 ἑκατέρας τῆς ἀναθυμιάσεως συμβαλλομένης 紧密呼应。由 συμβάλλεσθαι(“贡献”、“合力提供”)引申出 σύμβολα(契合之物、相配的标记),表明空气是由两种蒸发物各自贡献的对应性质(水汽贡献湿,烟状蒸发物贡献热)复合构成的。
