← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§88.24-89.20

各种水味之成因与关于水及海的总结

亚历山大解释了江河与泉水中的咸、酸、苦味是由于曾受烘烤的泥土及燃烧产物的混合而产生的,随后对关于水和海的先前讨论(持续存在的原因、蒸发与凝结的循环、承受与作用)进行了总括。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7#2

λέγει δὲ δεῖν καὶ ὅσα ἐστὶν ἁλμυρὰ ῥεύματα ποταμῶν ἢ κρηνῶν, ἡγεῖσθαι θερμά ποτε τὰ πλεῖστα τούτων εἶναι,1 εἶτα τὴν μὲν τοῦ πυρὸς ἀρχήν, ὑφ’ ἧς ἐθερμαίνετο, ἀπεσβέσθαι, δι’ ἧς δὲ διηθοῦνται καὶ διιᾶσι γῆς ἔτι μένειν ταύτην,2 οἷον κονίαν ἢ τέφραν γεγονυῖαν διὰ τὴν καῦσιν. εἶναι δὲ λέγει πανταχοῦ κρήνας καὶ ποταμοὺς παντοδαποὺς χυμοὺς ἔχοντας, ὧν χυμῶν πάντων αἴτιον τό τε μένον ἐν τοῖς τόποις ἀφ’ ὧν ῥεῖ ἢ ἐγγενόμενον πῦρ· καομένη γὰρ ἡ γῆ τῷ μᾶλλον καὶ ἧττον καίεσθαι παντοδαπὰς χρόας τε καὶ χυμοὺς λαμβάνει· καὶ γὰρ εἰς στυπτηρίαν καὶ εἰς κονίαν καὶ πάντα τὰ τοιαῦτα μεταβάλλει. διὰ τοῦτο καὶ τὰς τοιαύτας δυνάμεις προσλαμβάνει, δι’ ὧν τὰ ῥέοντά τε καὶ διηθούμενα ὕδατα ὄντα γλυκέα μεταβάλλει, καὶ τὰ μὲν αὐτῶν ὀξέα γίνεται, ὥσπερ τὰ τῆς Σικελίας ἐν τῇ Σικάνῃ· ἐκεῖ γὰρ ὀξάλμη γίνεται καὶ χρῶνται ἀντὶ ὄξους αὐτῇ πρὸς ἔνια τῶν ἐδεσμάτων. εἶναι δέ φησι καὶ περὶ Λύγκον εἴσω τῆς Μακεδονίας κρήνην ὕδατος ὀξέος, περὶ δὲ τὴν Σκυθικὴν πικράν, ἣ καὶ τὸν ποταμόν, εἰς ὃν ἐμβάλλει, πικρὸν ὅλον ποιεῖ. τὰς δὲ διαφορὰς τῶν γινομένων ἐν τοῖς ὕδασι χυμῶν ἐκεῖθέν φησιν εἶναι δήλας, ἐκ τοῦ εἰδέναι ποῖοι χυμοὶ ἐκ ποίων γίνονται κράσεών τε καὶ μίξεων. εἰρῆσθαι δέ φησι περὶ αὐτῶν κατ’ ἰδίαν ἐν ἄλλοις· τῆς γὰρ περὶ χυμῶν πραγματείας ἡ περὶ τούτων οἰκεία θεωρία. περὶ μὲν οὖν ὕδατος καὶ θαλάσσης. ὡς ἔθος αὐτῷ μετὰ τὸν περὶ ἑκάστου προβλήματος λόγον ἀνακεφαλαιοῦσθαι τὰ εἰρημένα, καὶ ἐπὶ τούτου ποιεῖ καὶ ὑπομιμνήσκει περὶ ὧν εἶπεν. εἶπε δὲ περὶ ὕδατος καὶ θαλάσσης, διὰ ἅς τε αἰτίας ἀεί τέ ἐστι ταῦτα καὶ συνεχῶς· διὰ γὰρ τὴν τοῦ ἡλίου περιφορὰν καὶ τὰς ἀναγομένας τε καὶ συνισταμένας πάλιν ἀναθυμιάσεις ἀνεπίλειπτος ἡ τούτων οὐσία τε καὶ φύσις· καὶ πῶς τε μεταβάλλουσιν, ὅτι θερμαινομένη μὲν ἡ γῆ καὶ τὸ ὕδωρ ἀτμίζει, ὁ δὲ ἀτμὸς οὗτος ἀναφερόμενος ὑπὸ τῆς μεταβαλλούσης αὐτὸν θερμότητος ἀπολειφθεὶς ὑπ’ αὐτῆς, ὅταν ἐν τοῖς ψυχροτέροις τόποις γένηται, ἢ χωρισθείσης ἢ ἀποσβεσθείσης ἢ ὅλως κρατηθείσης συνίσταται καὶ πιλεῖται καὶ εἰς ὕδωρ μεταβάλλων καταφέρεται.3 ἔτι δὲ περὶ τῶν παθῶν ὧν πάσχει τε καὶ ποιεῖ· πάσχει μὲν ἀλλάσσων τοὺς χυμοὺς διὰ τὴν τῆς γῆς ἐγκατάμιξιν, ποιεῖ δὲ ὅσα διατίθησι τοῖς ἐν αὐτῇ οὖσι χυμοῖς.

他又说,凡是江河或泉水中的咸味流体,应当认为它们中的绝大多数曾经是温热的,随后加热它们的那团火的本原虽然熄灭了,但它们从中滤过和穿过的那些土地却依然留存着,因燃烧而变成了类似于石灰或灰烬的东西。他说,到处都有具有各种味道的泉水和河流,而所有这些味道的原因,就是留存在它们流出之地或在其中生成的火;因为泥土在受焚烧时,由于受焚烧程度的或多或少,会获得各种各样的颜色与味道;实际上,它会转变成明矾、石灰以及所有这类东西。因此,泥土也获得了这般的力量,通过这些力量,原本甘甜的流动滤过之水发生转变,其中有些变成了酸的,正如西西里锡卡尼亚的水一样;因为在那里生成酸盐水,人们在某些食物中用它来代替醋。他说,在马其顿内陆的吕恩克斯附近也有一处酸水之泉,而在斯基泰附近有一处苦泉,它甚至使它所注入的整条河流都变苦。他说,水中所生成的味道的差异从以下这点即可明了:即从得知什么样的味道是由什么样的调配和混合生成而来。并且他说,关于这些在其他著作中已有单独阐述;因为对这些问题的恰当考察属于关于味道的专论。 “关于水和海。” 正如他在讨论完每个难题之后总习惯总结所述内容一样,在此处他也这样做,并提示了他所讲过的事情。他谈到了水和海是由于什么原因而恒常且连续存在的;因为由于太阳的运转以及上升并重新凝结的蒸气,它们的实体与本性永不衰竭;以及它们是如何变化的:当大地与水受热时便散发水汽,而这团水汽被使之发生转变的热量携带着上升,当它到达较为寒冷的地方时,被这热量所舍弃——热量或分离、或熄灭、或完全被压倒——于是它凝结并被压缩,并在转变成水的同时向下坠落。此外,[他还谈到了]水所遭受的承受和所施加的作用:它通过掺入泥土而改变味道,以此遭受承受;而通过存在于其中的味道对事物施加种种状态,以此施加作用。

语法注3 条
  1. 2.7ὅσα ἐστὶν ἁλμυρὰ ῥεύματα ποταμῶν ἢ κρηνῶν, ἡγεῖσθαι θερμά ποτε τὰ πλεῖστα τούτων εἶναι

    关系从句 ὅσα ἐστὶν ἁλμυρὰ ῥεύματα 被提前置于句首作为话题(prolepsis/topicalization),随后由 ἡγεῖσθαι 所统辖的不定词主语中的 τὰ πλεῖστα τούτων(“这些当中的绝大多数”)承接。整句骨架为嵌套在 λέγει δεῖν 之后的两层间接引语结构:'λέγει δεῖν ... ἡγεῖσθαι ... εἶναι'。

  2. 2.7δι’ ἧς δὲ διηθοῦνται καὶ διιᾶσι γῆς ἔτι μένειν ταύτην

    这是名词并入关系从句(incorporation)的倒引吸引结构。原本作为先行词的名词 γῆς 被并入关系从句中(δι’ ἧς ... γῆς),而主节不定词 μένειν 的逻辑主语则由指示代词宾格 ταύτην 来承担。

  3. 2.7ὁ δὲ ἀτμὸς οὗτος ἀναφερόμενος ὑπὸ τῆς μεταβαλλούσης αὐτὸν θερμότητος ἀπολειφθεὶς ὑπ’ αὐτῆς, ὅταν ἐν τοῖς ψυχροτέροις τόποις γένηται, ἢ χωρισθείσης ἢ ἀποσβεσθείσης ἢ ὅλως κρατηθείσης συνίσταται καὶ πιλεῖται καὶ εἰς ὕδωρ μεταβάλλων καταφέρεται

    该长句的句法骨架为:主语 ὁ δὲ ἀτμὸς οὗτος 连接两个分词 ἀναφερόμενος 和 ἀπολειφθείς,随后插入时间从句 ὅταν ... γένηται,以及表示热量去向的一组独立属格(ἢ χωρισθείσης ἢ ἀποσβεσθείσης ἢ ὅλως κρατηθείσης,省略了逻辑主语 τῆς θερμότητος),最终落实到主动词 συνίσταται καὶ πιλεῖται ... καταφέρεται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:88.24-89.20