← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§87.24-88.24

土性物质混合导致的盐分与海水浓度

亚历山大解释了亚里士多德在358b34中关于海水的咸味和浓稠度源于土性之物混合的论证,援引了蜡制器皿的过滤、盐水浮卵、死海、卡奥尼亚泉水以及用植物灰烬制盐的例证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7#1

" Ὅτι δ’ ἐστὶν ἐν μίξει τινὸς τὸ ἁλμυρόν." Πίστιν κομίζει τοῦ κατὰ μῖξίν τινος τὸν ἁλμυρὸν χυμὸν γίνεσθαι τὸ διὰ τῶν κηρίνων ἀγγείων τῶν εἰς τὴν θάλασσαν τιθεμένων τὸ εἰσιόν τε καὶ ἰκμάζον καὶ διηθούμενον ἀπ’ αὐτῆς ὕδωρ πότιμον εἶναι τῷ τὸ γεῶδες καὶ τὸ ποιοῦν τῇ μίξει ἁλμυρὸν τὸν χυμὸν διὰ τὴν παχύτητα ἀποκρίνεσθαι. τὸ γὰρ αὐτὸ τοῦτο μεμιγμένον αἴτιον καὶ τοῦ βάρους τῇ θαλάσσῃ καὶ τῆς παχύτητος. καὶ γὰρ ἱσταμένη τοῦ γλυκέος βαρυτέρα καὶ διὰ βαρύτητα καὶ διὰ παχύτητα φέρει τὰ πλοῖα, ἃ τὸ ἴσον γλυκὺ ὕδωρ οὐχ οἷόν τε φέρειν. τοῦ δὲ διὰ τὴν μῖξιν τοῦ τὸν χυμὸν ποιοῦντος παχύτερον γίνεσθαί τε καὶ εἶναι τὸ τῆς θαλάττης ὕδωρ τεκμήριον παρέθετο τὸ ἄν τις ὕδωρ ἁλμυρὸν ποιήσῃ1 ἅλας αὐτῷ μίξας, οὕτω παχύνεσθαι, ὡς τὰ ᾠὰ ἐπιπλεῖν ἐπ’ αὐτοῦ. σχεδὸν γὰρ ἔοικεν ἡ θάλασσα πηλῷ διὰ τὸ πολὺ τὸ σωματῶδες ἔχειν μεμιγμένον. λέγει δὲ καὶ τοὺς ταριχεύοντάς τι μιγνύναι ἅλας τῷ ὕδατι, καὶ σημεῖον τοῦ κεκρᾶσθαι τὴν ἅλμην καὶ καλῶς πεποιῆσθαι τὸ τὰ ᾠὰ πλήρη ὄντα ἐπιπλεῖν. μαρτυρίαν δὲ τοῦ κατὰ μῖξίν τινος γεώδους τόν τε χυμὸν ἁλμυρὸν γίνεσθαι καὶ παχύτερον ἅμα καὶ σωματωδέστερον τὸ ὕδωρ καὶ ἀπὸ ἱστοριῶν τινων παρατίθεται τήν τε ἐν Παλαιστίνοις λεγομένην λίμνην, ἣν ἅμα μὲν ἁλμυρὰν οὕτως εἶναι, ὡς μηδ’ ἰχθύν τινα ἐν αὐτῇ γίνεσθαι, ἅμα δὲ παχεῖαν οὕτως, ὡς μηδὲ εἰ συνδεθέν τι ζῷον τῶν βαρυτάτων εἰς αὐτὴν ἐμβληθῇ, καταφέρεσθαι αὐτὸ καὶ καταδύεσθαι, ἀλλὰ ἐπιπλεῖν·2 τὸ δ’ αὐτὸ τοῦτο ὕδωρ ῥύπτειν τὰ ἱμάτια, ἂν διασείσῃ τις ἐν αὐτῷ αὐτὰ βρέξας. ἀλλὰ καὶ ἐν Χαονίᾳ τις κρήνη πλατυτέρου ὕδατός ἐστιν, οὗ ἀφεψηθέντος καὶ ψυχθέντος καὶ ἀπατμίσαντος, ἅλες γίνονται. ὡς δ’ ἐν Χαονίᾳ τὸ ὕδωρ τὸ ἀπὸ τῆς λίμνης ἀφεψηθὲν καὶ ψυχθὲν ἅλες γίνεται διὰ τὸ εἶναι πλατύτερον καὶ ἔχειν γεῶδές τι μεμιγμένον, οὕτως φησὶ καὶ ἐν Ὀμβρικοῖς γίνεσθαι ἅλας· σχοίνους γὰρ εἶναι καὶ καλάμους πεφυκότας ἔν τινι τόπῳ, ὧν κατακαύσαντες τὴν τέφραν ἐμβάλλουσιν εἰς ὕδωρ καὶ ἀφέψουσιν· τὸ δ’ ὕδωρ ὅταν ψυχθῇ, ἁλῶν γίνεται πλῆθος. διὰ δὲ τούτου πιστοῦται ὅτι καὶ τὸ ἀπὸ τῆς λίμνης ὕδωρ τῆς ἐν Χαονίᾳ τὸ πλατὺ ἀφεψηθὲν καὶ ψυχθὲν ἅλες ἐγίνετο διὰ τὸ μεμῖχθαί τι ἐν τῷ ὕδατι, ὃ σημεῖον τοῦ ἐν τῷ πλατεῖ τε καὶ ἁλμυρῷ ὕδατι μεμῖχθαί τι.

“咸味在于某种事物的混合中。” 作为咸味通过某种事物的混合而生成的凭据,他提出:通过放入海中的蜡制器皿,从中渗入、滤过并过滤出的水是可饮用的,这是因为土性的东西,即通过混合而使味道变咸的东西,由于其浓稠而被分离出来。因为这同一种混入之物既是海具有重量的原因,也是其具有浓稠度的原因。实际上,在称重时它比甘甜的水更重,并且由于重量和浓稠度,它能承载等量的甜水所无法承载的船只。至于由于产生味道之物的混合,海水变得更为浓稠且处于这一状态的证据,他援引了这样一个事实:如果有人将盐混入水中制成咸水,水就会变得如此浓稠,以至于蛋类能浮在上面。因为海由于混有大量有形物体,几乎类似于泥浆。而且他说,那些制作腌制食品的人也会将盐混入水中,而盐水调配得当且制作优良的标志,就是完好饱满的蛋类能够浮起来。关于通过某种土性之物的混合不仅使味道变咸、同时也使水变得更浓稠且更具实体性,他还从某些记述中引证了证据:即在巴勒斯坦所说的那个湖,它既咸到其中甚至没有任何鱼类生存,同时又浓稠到即使将最重动物中的某种捆绑起来扔进湖中,它也不会沉下或潜入水底,而是漂浮着;并且如果有人将衣服浸入这水中浸湿并抖动冲洗,这同一种水就能洗净衣物。此外,在卡奥尼亚有一处较涩之水的泉水,当这水经过熬煮、冷却并蒸发后,便生成盐。正如在卡奥尼亚,来自湖中的水因其较涩且混有某种土性之物,经熬煮和冷却后生成盐一样,他说在翁布里亚人那里同样生成盐:因为在某个地方生长着灯心草和芦苇,人们将它们烧尽后把灰烬投入水中并加以熬煮;而当水冷却时,便生成大量的盐。由此便确证了,卡奥尼亚湖中较涩的水经熬煮和冷却后生成盐,也是因为水中混入了某种东西,而这正是涩而咸的水中混有某种东西的标志。

语法注2 条
  1. 2.7τοῦ δὲ διὰ τὴν μῖξιν τοῦ τὸν χυμὸν ποιοῦντος παχύτερον γίνεσθαί τε καὶ εἶναι τὸ τῆς θαλάττης ὕδωρ τεκμήριον παρέθετο τὸ ἄν τις ὕδωρ ἁλμυρὸν ποιήσῃ

    主动词 παρέθετο 的直接宾语是 τεκμήριον,其同位语是由冠词 τὸ 引导的带条件句的不定式短语 τὸ ἄν τις ... οὕτω παχύνεσθαι。句首的属格短语 τοῦ ... παχύτερον γίνεσθαί τε καὶ εἶναι 作为宾格性属格修饰 τεκμήριον(意为“……的证据”)。

  2. 2.7ἣν ἅμα μὲν ἁλμυρὰν οὕτως εἶναι, ὡς μηδ’ ἰχθύν τινα ἐν αὐτῇ γίνεσθαι, ἅμα δὲ παχεῖαν οὕτως, ὡς μηδὲ εἰ συνδεθέν τι ζῷον τῶν βαρυτάτων εἰς αὐτὴν ἐμβληθῇ, καταφέρεσθαι αὐτὸ καὶ καταδύεσθαι, ἀλλὰ ἐπιπλεῖν

    关系代词 ἣν 指涉先行词 λίμνην,同时充当由 παρατίθεται 支配的间接引语中的对格主语,构成对格加不定式结构(ἣν ... εἶναι)。在后一个 ὡς 结果从句中,嵌入了假定条件从句 μηδὲ εἰ ... ἐμβληθῇ,其结论由带主语 αὐτό 的不定式 καταφέρεσθαι ... ἀλλὰ ἐπιπλεῖν 表示。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:87.24-88.24