← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§86.6-87.23

海水的蒸发淡化与总水量的恒定

亚历山大论述了海的总量在宏观上保持恒定的原因,并说明蒸发的海水在凝结后会转变为甘甜的淡水。他澄清降水中的咸味源于干燥蒸发气的混入而非海水本身的直接循环,并阐明了江海如何通过地点变迁而保持总体体积不变的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6#4

διὸ καὶ ἰσάζειν φησὶ τὸ πλῆθος τῆς θαλάσσης ὡς ἐπίπαν· οὐ γὰρ ἀεὶ ἀκριβῶς ἴσον αὐτῆς τὸ πλῆθος. αἰτίαν δὲ ἀπέδωκε τοῦ ἰσάζειν αὐτὴν τὸ ὅσον ἀνάγεται ἀπ’ αὐτῆς ἁλμυρόν, τοσοῦτον πάλιν ἐγκαταμεμιγμένον τῷ ὑομένῳ καταφέρεσθαι. ὃ δὴ ἠπόρησεν ἄν τις1 (ἔστι δὲ τοῦτο, εἰ ἀπὸ τῆς θαλάσσης τοσοῦτον ἁλμυρὸν ἀναφέρεται, ὅσον καὶ καταφέρεται, τί ἔτι δεῖ τῆς ξηρᾶς ἀναθυμιάσεως πρὸς τὴν γένεσιν τοῦ ἐν τῷ ὑομένῳ ὕδατι ἁλμυροῦ τε καὶ πλατέος χυμοῦ), τοῦτο δὴ δι’ ὧν ἐπιφέρει λύει. οὐ γὰρ μένει ἔτι τὸ ἁλμυρὸν ἀτμίζον2 ἁλμυρόν, ἀλλὰ πότιμόν τε γίνεται καὶ γλυκύ. ὥστε οὐ τοῦτο αἴτιον τοῦ ἐν τῷ ὑομένῳ ἁλμυροῦ χυμοῦ, ἀλλὰ τοῦτο αἴτιον τοῦ ἴσον δοκεῖν μένειν τὸ πλῆθος τῆς θαλάσσης καὶ μὴ ἀεὶ αὔξεσθαι μένοντος μὲν τοῦ προυπάρχοντος παντός, ἀεὶ δέ τινος σὺν τῷ ὑομένῳ τοιούτου καταφερομένου, ὃ μέρος γίνεται τῆς θαλάσσης. τὸ γὰρ ἀτμίσαν ἀπὸ τοῦ θαλασσίου ὕδατος, ὅταν εἰς ὕδωρ συστῇ, εἰς γλυκὺ μεταβάλλει καὶ οὐκ εἰς ἁλμυρόν, ἀφ’ οἵου ἤτμισεν. οὕτως γοῦν καὶ ποιοῦσί τινες πότιμον ὕδωρ ἀπὸ τοῦ θαλασσίου· ὑποκαίοντες πολλῷ πυρὶ πλήρεις ὕδατος τοιούτου λέβητας καὶ τὸν ἀτμὸν ἐν τοῖς ἐπικειμένοις αὐτῶν πώμασιν ἀθροίζοντές τε καὶ δεχόμενοι τούτῳ εἰς ὕδωρ μεταβάλλοντι χρῶνται ποτῷ. οὐ μόνον δέ φησι τὴν θάλασσαν ἀτμίσασαν ἀποβάλλειν τὸν οἰκεῖον χυμὸν καὶ ὕδωρ γίνεσθαι, ἀλλὰ καὶ πάντα τὰ ἄλλα ὑγρά· καὶ γὰρ οἶνος καὶ τὰ ἄλλα τὰ χυμοὺς ἔχοντα καὶ ἀτμίζοντα ἐν τῇ τοῦ ἀτμοῦ εἰς ὑγρὸν πάλιν μεταβολῇ ὕδωρ γίνεται. πάντες γὰρ οἱ χυμοὶ πάθη τοῦ ὕδατός εἰσι διὰ μῖξίν τινος γινόμενοι, καὶ ὁποῖον ἄν τι ᾖ τὸ μιχθὲν τῷ ὕδατι, τοιοῦτος καὶ ὁ χυμὸς αὐτοῦ γίνεται. εἰπὼν δὲ τοὺς χυμοὺς μιγνυμένου τινὸς τῷ ὕδατι γίνεσθαι, καὶ τοιούτους, ὁποῖον ἄν ᾖ τὸ μιγνύμενον, ὑπερτίθεται τὸν περὶ τούτων λόγον ὡς ὄντα ἄλλης πραγματείας· τῆς γὰρ περὶ χυμῶν ἴδιος ὁ περὶ τούτων λόγος· ἐπάνεισι δὲ ἐπὶ τὰ προειρημένα καὶ διὰ βραχέων αὐτὰ λέγει. τῆς γὰρ θαλάσσης οὔσης ἀεί τι ἀπ’ αὐτῆς σὺν τῷ γλυκεῖ ἀτμίζεταί τε καὶ ἀνάγεται καὶ μεταβάλλον γίνεται πότιμον, καὶ ὕεται καὶ αὐτὸ σὺν τῷ ἄλλῳ τῷ ἐκ τῆς τοῦ γλυκέος ἀναγωγῆς μεταβάλλοντί τε καὶ γινομένῳ, ἄλλο κατ’ ἀριθμὸν καὶ κατὰ ποιότητα γεγονός, ἀλλ’ οὐ τὸ ἀναχθὲν μεῖναν· ἁλμυρὸν μὲν γὰρ ἦν ἀτμίζον, ἀτμίσαν δὲ καὶ μεταβαλὸν γλυκὺ γίνεται. κατέρχεται δέ τις καὶ ἄνωθεν ἐν τῷ ὑομένῳ ποιότης ἀπὸ τῆς ξηρᾶς ἀναθυμιάσεως ἐμμεμιγμένη πλατεῖά τε καὶ ἁλμυρά, ἥτις διὰ βάρος ὑφίσταται τῷ ποτίμῳ. οὐ γὰρ ἰδίως τὸ ἀπὸ τῆς θαλάσσης μεταβάλλον ἐστὶ καὶ τὸ ὑφιστάμενον, ὡς δοκεῖ διὰ τῆς λέξεως λέγεσθαι· τοῦτο μὲν γὰρ ὁμοίως τῷ ἄλλῳ πότιμον· ἀπὸ παντὸς δὲ τοῦ ὑομένου ἀποκρίνεται τοῦτο, ᾧ μέμικται ἡ ἀπὸ τῆς ξηρᾶς ἀναθυμιάσεως ποιότης. καὶ διὰ τὴν τοιαύτην, φησίν, ἀναφοράν τε τῶν ἀναθυμιάσεων ἀπὸ τοῦ ὕδατος καὶ πάλιν κάθοδον τῶν ὑετῶν οὐκ ἐπιλείπει ἡ θάλασσα, ὥσπερ οὐδὲ οἱ ποταμοί, ἀλλ’ ἢ μόνον τοῖς τόποις, τουτέστι μεθίστανται εἰς ἄλλους τόπους ὁμοίως οἵ τε ποταμοὶ καὶ ἡ θάλασσα. καὶ εἴρηκε τὴν αἰτίαν τούτου ἐν τῷ πρὸ τούτου περὶ ποταμῶν λέγων. μεταβαλλόντων δὲ κατὰ τοὺς τόπους τῶν τε ποταμῶν καὶ τῆς θαλάσσης οὐκ ἀεὶ τὰ αὐτὰ μέρη μένει ἢ γῆ ὄντα ἢ θάλασσα, ἀλλὰ μόνον ὁ πᾶς ὄγκος ὁ αὐτὸς τῆς τε γῆς καὶ τῆς θαλάσσης. αἰτίαν δὲ τοῦ τὰ μὲν κατ’ ἀριθμὸν μὴ μένειν τὰ αὐτά, τοὺς δὲ ὅλους ὄγκους μένειν ἴσους ἀπέδωκε τὸ τὸ μὲν ἀνάγεσθαι τῆς θαλάσσης τὸ ἀτμίζον, τὸ δὲ πάλιν συγκαταβαίνειν τῷ ὑομένῳ ὕδατι, καὶ τοὺς τόπους ὑπαλλάσσειν καὶ τὰ ὑφιστάμενα, ἅπερ ἐστὶ τὰ ἁλμυρά, καὶ τὰ ἐπιπολάζοντα, ἅπερ ἐστὶ τὰ γλυκέα· οὐ γὰρ πάντως, ὅθεν ἀναφέρεται, ἐκεῖ καὶ ὕεται. καὶ ἡ τῶν ποταμῶν δὲ καὶ ἡ τῶν πηγῶν μετάστασις αἰτία τοῦ τοιούτου.

因此他也说,海的总量大体上是均等的;因为其总量并不总是严格相等。而他所指出的它保持均等的原因在于:从海中升起了多少咸的成分,就有多少同样数量的成分重新混入降下的雨水中而降下。 某人本来完全可能对此产生疑难(这疑难在于:如果从海中升起的咸的成分与降下的成分一样多,那么对于降下的雨水中咸涩之味的生成而言,何须再有干燥的蒸发气?)——他正是通过接下来所阐述的内容解决了这一疑难。因为正在蒸发的咸的成分并不再保持为咸的,而是变为了可饮用且甘甜的。因此,这并不是降下的雨水中咸味的原因,而是海的总量显得保持相等且不因所有先前存在之物都留存、同时总有某种成为海的一部分的此类事物随降下的雨水降下而总是增长的原因。因为从海水中蒸发出来的成分,每当凝结成水时,便转变为甘甜的,而不是转变为它蒸发时所属的那种咸的成分。至少有人就是这样用海水制成可饮用水的:他们用大火在盛满此类水的大锅下加热,并在覆盖于其上的锅盖中收集并接纳蒸汽,在它转化为水时将其作为饮用水使用。并且他说,不仅海在蒸发后会失去其固有的味道而变成水,所有其他液体也是如此;因为酒以及其他具有味道且会蒸发的事物,在蒸汽重新转变为液体的过程中,都会变成水。因为所有的味道都是通过某种事物的混合而生成的水的受动状态,无论与水混合之物是何种性质,其味道也会变成相应的那样。在说明了由于某种事物混入水中而生成味道、且味道的性质取决于所混合之物后,他将关于这些问题的讨论推迟,视其属于另一部著作;因为关于这些问题的讨论属于关于味道的专门著作;但他回到了前述的问题并简要地加以陈述。因为在海存在的同时,其某一部分总是与甘甜之物一同蒸发并升起,在转变之后变成可饮用的,并且它本身也与由于甘甜之物的升起而转变并生成的其他水一同降雨,在数量上和性质上都变成了另一种事物,而不是保持为最初升起的那样;因为它在蒸发时虽是咸的,但在蒸发且转变之后便变为了甘甜的。但是,在降下的雨水中也有某种来自干燥蒸发气的涩而咸的性质从上方混入并降落下来,它由于重量而沉淀在可饮用水的下方。因为并不像字面表述所看似的那样,唯独从海中转变而来的成分同时也就是沉淀的成分;因为前者与其他水一样是可饮用的;而是从所有降下的雨水中分离出混有来自干燥蒸发气性质的那一部分。他说,正是由于蒸发气从水中的这种升起以及降雨的再次下落,海才不会枯竭,正如河流也不会枯竭一样,而仅仅是在地点上有所枯竭,也就是说,河流与海同样会迁移到其他地方。他在前一部分论述河流时已经说明了这一现象的原因。既然河流与海都随着地点而变迁,那么相同的各部分便不会始终保持为陆地或海,而只有陆地与海各自的全部体积保持相同。至于为何各部分在数量上并不保持相同、而整体体积却保持相等,他指出的原因在于:海中蒸发的部分升起,而另一部分随降下的雨水重新降落,并且沉到底部的成分(即咸的成分)与浮在表面的成分(即甘甜的成分)都变换着地点;因为蒸发升起的地方并不必然就是降雨的地方。河流与泉水的迁移也是此类现象的原因。

语法注2 条
  1. 2.6ὃ δὴ ἠπόρησεν ἄν τις

    由关系代名词 ὃ 引导的名词性从句置于句首,被主句中的指示代名词 τοῦτο(τοῦτο δὴ δι’ ὧν ἐπιφέρει λύει)所承接与复指。括号内插入的 ἔστι δὲ τοῦτο, εἰ ... 则是解释该疑难(ἀπορία)具体内容的说明成分。

  2. 2.6αἰτίαν δὲ τοῦ τὰ μὲν κατ’ ἀριθμὸν μὴ μένειν τὰ αὐτά, τοὺς δὲ ὅλους ὄγκους μένειν ἴσους ἀπέδωκε τὸ τὸ μὲν ἀνάγεσθαι τῆς θαλάσσης τὸ ἀτμίζον

    在主动词 ἀπέδωκε 中,αἰτίαν 作直接宾语,中性定冠词 τὸ 将其后的一系列不定式从句(τὸ μὲν ἀνάγεσθαι... τὸ δὲ πάλιν συγκαταβαίνειν... καὶ τοὺς τόπους ὑπαλλάσσειν...)名词化,作为 αἰτίαν 的同位语说明其内容。双重定冠词 τὸ τὸ 中,第一个定冠词统领整个说明性从句,第二个则与 μὲν 结合(与 τὸ δέ 相对),用作代词充当 ἀνάγεσθαι 的宾格主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:86.6-87.23