- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:84.21-86.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大将季节与天气的无常归因于质料,并详述了亚里士多德将雨水中咸涩之味归因于南风天气和早秋升起的干燥蒸发气的论证,同时阐明了海水温暖以及雨水仍可饮用的原因。
χειμὼν μὲν γὰρ καὶ θέρος ἐξ ἀνάγκης καθ’ ἑκάστην περίοδον, τὸ δὲ ὑέτιον ἢ ξηρότερον τὸν χειμῶνα, ἢ θᾶττον ἢ βραδύτερον ἀρχόμενον ἢ παυόμενον οὐκέτ’ ἐξηκριβωμένως·1 ἡ γὰρ ὕλη τῆς τοιαύτης ἀταξίας αἰτία, ὡς ἐν ἄλλοις ἡμῖν εἴρηται, οὐ δυναμένη τὴν ἀκρίβειαν καὶ τὴν ἐν πᾶσιν εὐταξίαν δέχεσθαι. εἰπὼν δὲ τὴν ξηρὰν ἀναθυμίασιν γινομένην ἀπὸ τῆς ἀπέπτου γῆς καὶ διὰ τοῦτο πικρᾶς ἀεὶ συγκαταμίγνυσθαι τῷ ὑομένῳ ὕδατι, ταύτην φησὶν εἶναι γένεσιν τοῦ ἐν τῷ ὕδατι ἁλμυροῦ. πιστοῦται δὲ τὸ τὴν τοιαύτην ἀναθυμίασιν αἰτίαν εἶναι τῆς ἐν τῷ ὕδατι ἐνυπαρχούσης ἁλμυρότητος διὰ τοῦ ὅτε πλείστη ἡ τοιαύτη γίνεται ἀναθυμίασις, τότε τὸ ὑόμενον ὕδωρ ἐπιδήλως πλατύτερον εἶναι. γίνεται δὲ πλείστη ἡ ξηρὰ ἀναθυμίασις τοῖς τε νοτίοις καταστήμασι, καὶ κατ’ ἀρχὰς τοῦ μετοπώρου. ὧν τὰς αἰτίας παρατίθεται. ὁ μὲν γὰρ νότος ἀλεεινότατος ἄνεμος ὤν (δι’ ὃ δὲ ἀλεεινότατος οὗτος ὁ ἄνεμος, μετ’ ὀλίγον δείξει περὶ ἀνέμων λέγων· ἔστι γὰρ ἀπὸ τῆς θερμῆς καὶ ξηρᾶς ἀναθυμιάσεως οὗτος μάλιστα τῶν ἀνέμων, ἥτις ἀναθυμίασις ὕλη τῶν ἀνέμων ἐστίν), ἔτι τε πνέων ἀπὸ τόπων ξηρῶν τε καὶ θερμῶν (ἀπὸ γὰρ τῆς μεσημβρίας πνεῖ), ὥστε μετ’ ὀλίγης ἀτμίδος ἐστί, τὸ δὲ πλεῖστον ἔστι ξηρά τε καὶ θερμὴ ἀναθυμίασις, διὸ καὶ θερμός ἐστιν· ὥστε εἰκότως ἐν τοῖς νοτίοις καταστήμασι πλείων ἡ ξηρὰ ἀναθυμίασις. εἰπὼν δὲ θερμὸν εἶναι τὸν νότον προσέθηκεν εἰ γὰρ καὶ μὴ τοιοῦτος, ἀλλ’ ὅθεν ἄρχεται πνεῖν, ψυχρός·2 τοῦτο δὲ προσέθηκεν, ὅτι μηδέπω δῆλον πόθεν αἱ ἀρχαὶ τοῦ νότου, καὶ ἐδόκει τισὶν ἀρχόμενος καὶ ὁ νότος ἐκεῖ ὅπου ἄρχεται ψυχρὸς εἶναι, ὡς οὐκ ἀπὸ τῆς μεσημβρίας ἀρχομένου αὐτοῦ, ἀλλ’ ἀπὸ τῶν ἐπέκεινα τῆς μεσημβρίας. εἰ οὖν καὶ τοιοῦτος καὶ ἀπὸ τοιούτων, ἀλλ’ οὖν διὰ θερμῶν τόπων φερόμενος (τοιαύτη γὰρ ἡ μεσημβρία) συμπεριλαμβάνων πολλὴν ἀπὸ τῶν τόπων τούτων ξηρὰν ἀναθυμίασιν γίνεται θερμός· διὸ τὰ πνέοντος αὐτοῦ συνιστάμενα ὕδατα πολλὴν τὴν ξηρὰν ἀναθυμίασιν ἐγκαταμεμιγμένην ἔχοντα πλατέα ἐστίν. ὁ δέ γε βορέας ἀπὸ ὑγρῶν τε καὶ ψυχρῶν τόπων ῥέων (ἀπὸ γὰρ τῶν ἀρκτικῶν) πλείονα τὴν ἀναθυμίασιν τὴν ὑγρὰν ἔχει, ἥτις ἐστὶν ἀτμίς· διὸ καὶ ψυχρὸς ὁ ἄνεμος οὗτος. ἐπεὶ δὲ ἄτοπον ἐδόκει τὸ ὑγρὸν ὄντα αὐτὸν καὶ ψυχρὸν μὴ ὑέτιον εἶναι ἀλλ’ αἴθριον, τὴν αἰτίαν παρέθετο τούτου· τῷ γὰρ ἐντεῦθεν ἀπωθεῖν τὰ νέφη.3 πάντες γὰρ οἱ ἄνεμοι, ἀφ’ ὧν τε ἄρχονται τόπων καὶ ἀπὸ τῶν τούτοις γειτνιώντων ἀπωθοῦσιν ἐπὶ τὰ πορρωτέρω τὰ νέφη· διὰ τοῦτο δὴ αἴθριος ἐνταῦθα, ἐν δὲ τοῖς ἐναντίοις τόποις, εἰς οὓς ἀπωθεῖ τὰ νέφη, ὑδατώδης. ὡς δὲ ὁ βορρᾶς αἴθριος παρ’ ἡμῖν, οὕτως καὶ ὁ νότος τοῖς περὶ τὴν Λιβύην, ὅθεν ἄρχεται, παρ’ οἷς ὁ βορρᾶς ὑέτιος. ὢν δὲ τοιοῦτος ὁ νότος πολλὴν τὴν τοιαύτην ἀναθυμίασιν ἐγκαταμίγνυσι τῷ ὑομένῳ ὕδατι. τοῦ δὲ μετοπώρου πάλιν ἀρχομένου καὶ αὐτοῦ πλατέα τὰ ὕδατα, ὅτι ἀνάγκη μὲν πρῶτα τὰ βαρύτατα τῶν ὑδάτων καταφέρεσθαι, βαρύτατα δὲ ἐν οἷς ἡ ξηρά τε καὶ γεώδης ἀναθυμίασις μέμικται· πρῶτα δὴ ταῦτα καταφέρεται, ἐν οἷς τῆς τοιαύτης γῆς πλῆθός ἐστιν. Εἰπὼν δὲ τὰ σημεῖα τοῦ τὴν τοιαύτην ἀναθυμίασιν τῆς ἁλμυρότητος ἀρχὴν καὶ αἰτίαν εἶναι τῇ θαλάσσῃ προστίθησι καὶ διὰ τὴν τοιαύτην ἀναθυμίασιν μεμιγμένην ἐν τῇ θαλάσσῃ θερμὴν τὴν θάλασσαν εἶναι. πάντα γὰρ τὰ προτεθερμασμένα τε καὶ προπεπυρωμένα ἔχει δυνάμει θερμότητα ἐν αὐτοῖς. καὶ ἡ ξηρὰ δὲ ἀναθυμίασις ἀπὸ τοιαύτης γῆς· ἦν γὰρ αὕτη περίττωμα ἄπεπτον τῶν κατὰ φύσιν φυομένων τε καὶ τρεφομένων. ὅτι δὲ τὰ προπεπυρωμένα θερμὰ τὴν δύναμίν ἐστι, πιστοῦται ἀπό τε τῆς κονίας, ἣν ἄσβεστον λέγομεν, καὶ ἀπὸ τῆς τέφρας καὶ ἀπὸ τῆς τῶν ζῴων ὑποστάσεως, καὶ ὅτι τῶν θερμοτέρων τὴν κοιλίαν ζῴων καὶ ἡ ὑπόστασις θερμοτέρα καὶ διὰ τοῦτο δριμυτέρα. γίνεσθαι μὲν οὖν φησιν ἀεὶ τῆς θαλάσσης τι καὶ κατ’ ἀριθμὸν τὰ μέρη αὐτῆς ὑπαλλάσσεσθαι διὰ τὸ ὑόμενον ὕδωρ, ἀφ’ οὗ ἥ τε οὐσία καὶ ἡ γένεσις αὐτῆς· ἀνάγεσθαι δέ φησιν ἀεί τι μέρος ταύτης μετὰ τοῦ γλυκέος ὕδατος, ἀλλὰ τοσοῦτον ἔλαττον, ὅσον καὶ ἐν τῷ ὑομένῳ τὸ ἁλμυρόν τε καὶ πλατὺ τοῦ γλυκέος ἔλαττον· διὸ πότιμον τὸ ὑόμενον, καίτοι ἔχον καὶ τὸν τοιοῦτον συμπεπλεγμένον χυμόν.
因为冬与夏在每个周期中固然出于必然性而发生,但冬季是多雨还是较为干燥,或是较早还是较晚开始或结束,则不再是严格确定的;因为正如我们在别处所说的那样,质料是这种无秩序的原因,它无法在一切事物中接受精确性与良好的秩序。在说明了由未消化并因此带有苦味的土所生成的干燥蒸发气始终与降下的雨水混合在一起之后,他说这就是水中咸味的生成。并且,他通过以下事实证实了此类蒸发气是水中内在咸味的原因:每当此类蒸发气生成得最多时,降下的雨水便明显更为咸涩。而在南风的气象状态下以及秋季之初,干燥的蒸发气生成得最多。他列举了这些现象的原因。 因为南风作为一种最温暖的风——至于为何这种风最温暖,他在不久之后论述风时将会说明;因为在所有的风中,这种风最为源于温暖且干燥的蒸发气,而这种蒸发气正是风的质料——而且由于它从干燥而温暖的地方吹来(因为它从南方吹来),以至于它只伴有少量的水汽,而大部分是干燥且温暖的蒸发气,所以它也是温暖的;因此在南风的气象状态下,干燥的蒸发气更为充沛是合乎情理的。在说明南风是温暖的之后,他补充道:“因为即便它并非如此,而是在它开始吹起的地方是寒冷的”;他之所以补充这一点,是因为南风的源头在何处尚未明确,并且在某些人看来,南风在它开始吹起的地方也是寒冷的,因为它并不是从南方开始,而是从南方之外更远的地方开始。因此,即便它是此类的并且来自此类地方,但无论如何,通过在温暖的地方穿行(因为南方就是这样的地方),并沿途卷入来自这些地方的大量干燥蒸发气,它便变暖了;因此在它吹动时凝聚的水,由于混入了大量干燥的蒸发气,因而是咸涩的。 相反,北风从潮湿且寒冷的地方流来(因为它来自北极区域),因而拥有较多的潮湿蒸发气,也就是水汽;所以这种风也是寒冷的。然而,既然它既湿且冷,却非带来雨水而是带来晴朗,这似乎是不合情理的,因此他列举了其原因:乃是由于它把云从这里推开。因为所有的风,无论从其吹起的地方还是从邻近这些地方的区域,都会将云推向更遥远的地方;正因如此,这里是晴朗的,而在相反的区域,即它将云推向的地方,则是多雨的。正如同北风在我们这里是晴朗的,南风对于它所吹起的利比亚一带的人们而言也是晴朗的,在他们那里北风反而是多雨的。南风既然是此类的,便将大量此类蒸发气混入降下的雨水中。 此外在秋季开始时,水也是咸涩的,因为最沉重的水必然首先降下,而最沉重的水乃是混入了干燥且泥土质蒸发气的水;那些含有大量此类泥土的水,确实最先降下。 在说明了此类蒸发气是海中咸味的本原和原因的证据之后,他又补充道,正是由于海中混入了此类蒸发气,海才是温暖的。因为一切预先受热和预先被煅烧的事物,其自身中都潜能地具有热量。而干燥的蒸发气也是来自此类土壤的;因为这曾是按照自然生长和受滋养之物的未消化的残渣。至于预先被煅烧的事物在潜能上是热的,他通过我们称之为生石灰的石灰、灰烬以及动物的沉淀残渣得到了证实,并且还通过以下事实得到证实:腹部更温暖的动物,其残渣也更温暖,并因此更具刺激性。 因此他说,海的一部分总是在生成,其各部分由于降下的雨水而在数量上不断交替,海的实质与生成正是源于这种雨水;但他说,海的某一部分总是与淡水一同升起,然而其数量之少,恰如降下的雨水中咸涩成分少于甘甜成分一样;因此降下的雨水尽管也交织着此类滋味,但仍然是可饮用的。
- 2.6τὸ δὲ ὑέτιον ἢ ξηρότερον τὸν χειμῶνα, ἢ θᾶττον ἢ βραδύτερον ἀρχόμενον ἢ παυόμενον οὐκέτ’ ἐξηκριβωμένως
此句属于带有冠词的不定式结构,其中主要不定式(如 εἶναι)和主动词(如 γίνεται 或 ἔχει)被省略。由 τὸ δέ 引导的短语与前面的 χειμὼν μὲν γὰρ καὶ θέρος ἐξ ἀνάγκης 形成对照(μέν...δέ),充当主语分句(“但冬季多雨……则不再是严格确定的”)。宾格 τὸν χειμῶνα 作为被省略的不定式的逻辑主语,其后的表语形容词与分词(ὑέτιον, ἀρχόμενον 等)均在性数格上与其保持一致。
- 2.6εἰ γὰρ καὶ μὴ τοιοῦτος, ἀλλ’ ὅθεν ἄρχεται πνεῖν, ψυχρός
此处是注解者对亚里士多德原文(357b11)的引用与说明。在让步条件从句(εἰ καὶ...)中,系动词 ἐστί 在两部分中均被省略,意为“因为即便[它]不是那样的,而是在吹起之处是寒冷的”。紧随其后的 τοῦτο δὲ προσέθηκεν(“他补充这一点是因为……”)标明此句是对亚里士多德原话的直接引用。
- 2.6τῷ γὰρ ἐντεῦθεν ἀπωθεῖν τὰ νέφη
此为与格冠词不定式(τῷ ... ἀπωθεῖν),表示原因或手段,同格地说明了前文 τὴν αἰτίαν παρέθετο τούτου(“他列举了其原因”)的具体内容,意即“乃是通过把云从这里推开”。
