← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§69.15-71.4

海峡等处海水显现流动的原因

亚历山大注解了亚里士多德《气象学》354a5,解释了海洋在海峡等处看似流动并非源于固有泉源,而是由于陆地狭窄引起的晃动,以及北方大地和内海上游的高势与河流注入所致。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4#1

" Ῥέουσα δ’ ἡ θάλασσα φαίνεται." Ἐπεὶ τῶν πηγαίων ὑδάτων τὰ μέν ἐστι στάσιμά τε καὶ χειρόκμητα, τὰ δὲ ῥυτά, δείξας ὅτι μὴ ἔστιν ἡ θάλασσα τῶν πηγαίων τε καὶ στασίμων ὑδάτων, νῦν δείκνυσιν ὅτι μηδὲ τῶν ῥυτῶν. τοῦτο δὲ δείκνυσιν, ἐπεὶ φαίνεται κατά τινας τόπους ῥέουσα· κατὰ γὰρ τοὺς στενοὺς τόπους πανταχοῦ, ὧν ἑκατέρωθέν ἐστι θάλασσα πλατεῖα, ῥέουσα ἡ θάλασσα φαίνεται. ὅτι οὖν μὴ ῥεῖ ἐν τούτοις ὡς τὰ ἀπὸ πηγῆς ὕδατα ῥέοντα, δείκνυσιν εἰπὼν τῆς κατὰ ταῦτα ῥύσεως αὐτῆς τὴν αἰτίαν. ὅπου γὰρ ἂν ἐκ πλατέος πελάγους εἰς στενὸν ἡ θάλασσα συνάγηται ὑπὸ τῆς περιεχούσης αὐτὸ γῆς ὑψηλοτέρας οὔσης, φαίνεται κατὰ τοῦτο ῥέουσα καὶ μεταρρέουσα ἄλλοτε ἐπ’ ἄλλο μέρος διὰ τὸ ταλαντεύεσθαι τὸ ὕδωρ αὐτῆς δεῦρο κἀκεῖσε πολλάκις. ὃ γίνεται μὲν καὶ ἐν ταῖς ἀναπεπταμέναις θαλάσσαις, ἄδηλον δ’ ἐστὶ τῷ μὴ εἶναι τὴν ἑκατέρωθεν αὐτῆς γῆν πλησίον, παρ’ ἣν ἀμείβουσα ἡ μετάρρυσις αὐτῆς γνωρίζεται· καθ’ ὃ δὲ διὰ τὴν στενότητα τῆς γῆς, δι’ ἧς ῥεῖ, ὀλίγον ἐπέχει τόπον ἡ ἐν τῷ πελάγει μικρά τε καὶ ἄδηλος ταλάντωσις αὐτῆς, ἐν τούτῳ μεγάλη φαίνεται. καὶ μία μὲν αὕτη αἰτία τοῦ τῆς θαλάσσης ῥοῦ, ἑτέρα δὲ ὅτι πέφυκε μὲν τὸ ὕδωρ ἐκ τῶν ὑψηλοτέρων τόπων εἰς τὰ κοῖλα καταφέρεσθαί τε καὶ ῥεῖν. ἔστι δὲ καὶ ἐν τῇ θαλάσσῃ τὰ μὲν αὐτῆς ὑψηλότερα μέρη, τὰ δὲ κοιλότερα, εἰς ἃ ἀπὸ τῶν ὑψηλοτέρων ῥεῖ. τοιαύτη γάρ ἐστιν ἡ ἐντὸς Ἡρακλείων στηλῶν θάλασσα, τὰ μὲν ὑψηλότερα ἔχουσα τὰ δὲ κοιλότερα μέρη. ῥεῖ δὲ ἀπὸ τῶν ὑψηλοτέρων μερῶν ἐπὶ τὰ κοιλότερα ἡ θάλασσα οὐκ ἀπὸ πηγῶν ἰδίων, ἀλλὰ διὰ τὸ πλῆθος τῶν ποταμῶν τῶν εἰς τὰ ὑψηλότερα αὐτῆς ἐκδιδόντων. ἡ μὲν γὰρ Μαιῶτις λίμνη εἰς τὸν Πόντον ῥεῖ, ὁ δὲ Πόντος εἰς τὸ Αἰγαῖον, τὰ δὲ μετὰ τὸ Αἰγαῖον πέλαγος κείμενα πελάγη οὐχ ὁμοίως ἐπίδηλον τὸν ῥοῦν ἔχει. ἐπὶ δὲ τῶν προειρημένων, τῆς τε Μαιώτιδος λίμνης καὶ τοῦ Πόντου καὶ τοῦ Αἰγαίου, ἡ ῥύσις γίνεται διά τε τὸ πλῆθος τῶν ἐμβαλλόντων εἰς αὐτὰ ποταμῶν (πλείους γὰρ εἴς τε τὴν Μαιῶτιν καὶ τὸν Εὔξεινον πόντον ῥέουσι ποταμοὶ ἢ τὴν πολλαπλασίαν αὐτῆς χώραν)1 καὶ ἔτι διὰ τὴν τοῦ βάθους βραχύτητα· ἐπιπολαιοτάτη γὰρ αὕτη, καὶ ἐντεῦθεν ἀρξαμένων ἀεὶ προϊόντων2 ἡ θάλασσα βαθυτέρα φαίνεται τῆς πρὸ αὐτῆς· εἰς ἣν τὸ ἀπὸ τῆς ὑψηλοτέρας τε καὶ ποταμοὺς δεχομένης πολλοὺς ἐπιρρεῖ. τῆς μὲν γὰρ Μαιώτιδος λίμνης ὁ Πόντος βαθύτερος, τοῦ Πόντου δὲ πάλιν, ὃν καὶ Εὔξεινον πόντον εἶπεν, ὁ Αἰγαῖος βαθύτερος, τοῦ δὲ Αἰγαίου πάλιν τὸ Σικελικὸν πέλαγος· τὰ δ’ ἑξῆς πελάγη, ταῦτα δ’ ἐστὶ τό τε Σαρδονικὸν καὶ τὸ Τυρρηνικόν, βαθύτατα πάντων. ἡ δὲ ἔξω στηλῶν θάλασσα οὐ βαθεῖα μὲν ἀλλ’ ἔχουσα βραχὺ βάθος, ὡς δῆλόν ἐστιν ἐκ τοῦ πηλοῦ, οὐ μὴν ἀπ’ αὐτῆς μεταρρέον τὸ ὕδωρ φαίνεται, τῷ ἐν κοίλῳ κεῖσθαι τήνδε τὴν θάλασσαν· οὗ σημεῖον τὸ ἄπνουν εἶναι καὶ μὴ ἔχειν ἀνέμους τὴν θάλασσαν ταύτην διὰ τὴν κοιλότητα. ὥσπερ οὖν καὶ κατὰ μέρος ὁρῶσιν ἐκ τῶν ὑψηλοτέρων μερῶν τὸ ὕδωρ ἐπὶ τὰ κοιλότερα φαίνεται ῥέον (οἱ γὰρ ποταμοὶ ἐκ τῶν ὑψηλοτέρων φαίνονται ῥέοντες, ἀλλὰ καὶ αἱ κρῆναι), οὕτω καὶ ἐπὶ τῆς ὅλης γῆς ἀπὸ τῶν ὑψηλοτέρων μερῶν αὐτῆς, ταῦτα δ’ ἐστὶ τὰ πρὸς ἄρκτον, τὸ πλεῖστον ῥεῦμα γίνεται. διὸ τὰ μὲν πρὸς ἄρκτον πελάγη οὐ βαθέα, διὰ τὸ ἐν ὑψηλοτέρῳ μέρει τῆς γῆς ὄντα ἐκχεῖσθαι καὶ ῥεῖν εἰς τὰ ἐν τῇ κοιλοτέρᾳ γῇ, τὰ δ’ ἔξω τῶν ἀρκτῴων μερῶν τῆς γῆς βαθέα μᾶλλον. ὅτι δὲ ὑψηλότερα τὰ πρὸς ἄρκτον μέρη τῆς γῆς, σημεῖον παρέθετο τὸ πολλοὺς πεισθῆναι τῶν ἀρχαίων μετεωρολόγων τὸν ἥλιον μὴ φέρεσθαι ὑπὸ γῆν, ἀλλὰ περὶ τὴν γῆν, τῷ δὲ εἶναι τὸ μέρος τοῦτο τῆς γῆς ὑψηλότερον, κατὰ τοῦτο γινόμενον ἀφανῆ τε γίνεσθαι καὶ νύκτα ποιεῖν. ὅτι δὲ ὑψηλότερα τὰ ἀρκτῷα μέρη τῆς γῆς, δῆλον καὶ ἐκ τοῦ τὸν πόλον τοῦτον φανερὸν εἶναι διὰ τὸ ἔξαρμα τῆς γῆς. καὶ ὅτι μὲν οὔκ εἰσι κατὰ τοὺς θεολόγους πηγαὶ τῆς θαλάσσης, ἔδειξε διὰ τούτων· εἶπε δὲ καὶ τὴν αἰτίαν τοῦ φαίνεσθαι ῥέουσαν αὐτήν, καίτοι οὐκ ἔχουσαν οἰκείας πηγάς. Ἑξῆς δὲ προτίθεται λέγειν περὶ τῆς γενέσεώς τε αὐτῆς, τίνα τρόπον γέγονέ τε καὶ γίνεται, καὶ περὶ τοῦ χυμοῦ τίς τῆς ἁλμυρότητος αἰτία.

“而海洋显出流动的样子。” 既然源于泉源的水中有些是停滞且人工的,而另一些是流动的,[亚里士多德]在表明了海洋不属于源于泉源的停滞水之后,现在表明它也不属于流水。他表明这一点,是因为在某些地方海洋显出流动的样子;因为在一切两边皆为辽阔海洋的狭窄地方,海洋都显出流动的样子。因此,通过说明海洋在这些地方流动的原因,他证明它在这些地方并不像源于泉源的水那样流动。因为凡是在海洋由于环绕它的大地更高而从宽阔的海域汇入狭窄之处的地方,由于其水频繁地在此处与彼处之间摇摆,海洋在该处便显出流动并在不同时刻流向不同方向的样子。这种情况在开阔的海域中确实也会发生,但由于两边的大地并不靠近因而不明显,而在沿着大地移动时,它的流向改变才会被察觉;但是在因其流经大地的狭窄,它在海面上微小而不明显的摇摆占据了狭小空间的地方,该处的摇摆便显得巨大。这是海洋流动的一个原因,而另一个原因是,水具有从较高的地方向低洼处下落并流动的本性。而在海洋中,它的某些部分也较高,而另一些部分则更低洼,水便从较高的部分流向这些低洼部分。因为赫拉克勒斯之柱以内的海就是如此,拥有较高的部分和更低洼的部分。然而海洋从较高的部分流向更低洼的部分,并非源于固有的泉源,而是由于注入其较高部分的河流众多。因为麦奥蒂斯湖流入本都,本都流入爱琴海,而位于爱琴海之后的海域则没有同样显著的流动。但是在前述海域,即麦奥蒂斯湖、本都和爱琴海中,流动的发生既是由于注入其中的河流众多(因为流入麦奥蒂斯湖和优克辛本都的河流,比流入面积为其数倍的土地的河流还要多),也是由于水深极浅;因为该处最浅,从这里出发持续前行的人会发现,每一片海都比它前面的海更深;从更高且接纳众多河流的海中流出的水正是汇入这些更深的海中。因为本都比麦奥蒂斯湖更深,爱琴海又比本都(他也称其为优克辛本都)更深,西西里海又比爱琴海更深;而随后的海域,即萨丁尼亚海和第勒尼安海,则是所有海中最深的。另一方面,柱外的海并不深,水深极浅,这从淤泥中显而易见;然而水并未显出从它流出的样子,因为这片海位于低洼之处;其征象在于,由于地势低洼,这片海风平浪静且没有风。因此,正如分部观察的人看到水显出从较高部分流向更低洼部分的样子一样(因为河流显出从较高处流动的样子,泉水亦是如此),在整个大地上,最大的水流也是从大地的较高部分即北方部分产生的。因此,北方的海域不深,因为它们位于大地的较高部分,从而溢出并流入更低洼大地中的海域,而大地北方以外的海域则更深。关于大地北方部分更高的征象,他援引了古代许多气象学家深信太阳不是在大地之下运行而是在大地周围运行,并且由于大地的这一部分更高,太阳到达此处时便隐没并带来黑夜。大地北方部分更高,这一点也由于大地的隆起使得这个天极清晰可见而显而易见。通过这些,他表明了海洋并不像神学家所说的那样存在泉源;并且他也说明了海洋尽管没有固有的泉源却显出流动的样子的原因。接下来,他提出要讨论海洋的生成,它是以何种方式生成并正在生成,以及关于其味道,咸的原因是什么。

语法注2 条
  1. 2.4πλnumbers πλείους γὰρ εἴς τε τὴν Μαιῶτιν καὶ τὸν Εὔξεινον πόντον ῥέουσι ποταμοὶ ἢ τὴν πολλαπλασίαν αὐτῆς χώραν

    此句是由比较级形容词 πλείους 和 ἤ 引导的比较结构。宾格短语 τὴν πολλαπλασίαν αὐτῆς χώραν 承前省略了介词 εἰς(与 εἰς τὴν Μαιῶτιν 平行),意为“流入麦奥蒂斯湖和优克辛本都的河流,多于[流入]面积为其数倍的土地的河流”。

  2. 2.4ἐντεῦθεν ἀρξαμένων ἀεὶ προϊόντων

    这是由分词(ἀρξαμένων, προϊόντων)构成的独立属格结构,表示不特定的人称(“对于从这里出发并不断前行的人而言”)。该分词没有具体的名词主语,在语境中提供了观察者或航海者的参照视角。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:69.15-71.4