- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:71.5-72.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德对将海洋视为所有水之本原与聚集物、以及河流由海水过滤而出的观点的介绍,提出了海水为何变咸的疑难,解释了由太阳驱动的蒸发与降雨循环,并驳斥了太阳以湿气为滋养的流行假说。
μέλλων δὲ περὶ τούτων λέγειν, πρῶτον τὴν αἰτίαν λέγει τοῦ τινας ὑπολαβεῖν ἀρχὴν τοῦ ὕδατος εἶναι τὴν θάλασσαν, καὶ τὸ στοιχεῖον τοῦτο εἶναι1 καὶ τὸ σῶμα καὶ τὴν ὑπόστασιν τοῦ παντὸς ὕδατος. δοκεῖ γὰρ εὔλογον εἶναι, ὥσπερ τῶν ἄλλων στοιχείων ἑκάστου· ἔστι τις τόπος καί τις ὄγκος ἀφωρισμένος τε καὶ ἀποκεκριμένος καὶ καθ’ αὑτὸν ὤν, ὃς ἀρχή ἐστι καὶ τοῖς ἄλλοις τοῖς κατὰ μόρια οὖσί τε που καὶ μιγνυμένοις μετ’ ἄλλων (πυρὸς μὲν γὰρ ὁ ἄνω, ἀέρος δὲ ὁ μετ’ αὐτόν, γῆς δὲ περὶ ὃν πάντα τὰ ἄλλα ἔστι τε καὶ φέρεται), οὕτω καὶ τοῦ ὕδατος εἶναι τόπον γέ τινα2 οἰκεῖον καὶ ὄγκον ἅμα ὄντα, ἀφ’ οὗ καὶ τοῖς ἄλλοις τοῖς κατὰ μέρος ὕδασιν ἡ χορηγία. ἀλλὰ μὴν οὐδὲν ἄλλο ὕδατος σῶμα ἀθρόον ἔστιν εὑρεῖν παρὰ τὸ τῆς θαλάσσης· τὸ γὰρ τῶν ποταμῶν οὔτε ἀθρόον οὔτε ἑστός τε καὶ ὑπάρχον, ἀλλ’ ἀεὶ ἐπιγινόμενον φαίνεται. διὰ δὴ τοῦτο ἔδοξέ τισιν ἀρχὴ τῶν ὑγρῶν, τουτέστι τοῦ ὕδατος, ἡ θάλασσα εἶναι. τοῦτο δὲ διὰ τούτων λαβόντες ἑξῆς περὶ τῶν ποταμῶν λέγουσιν ὅτι μὴ μόνον εἰς τὴν θάλασσαν ῥέουσιν, ὡς ὁρῶνται, ἀλλὰ καὶ ἐκ ταύτης ῥέουσι ταύτην ἀρχὴν ἔχοντες· εἶναι δὲ αὐτῶν γλυκὺ τὸ ὕδωρ διὰ τὸ ἁλμυρὸν ὕδωρ διὰ γῆς διηθούμενον γίνεσθαι πότιμον. οὗ σημεῖον τὸ ἐν πολλοῖς αἰγιαλοῖς, εἰ ὀρύξαι τις, τὸ ἀπὸ τῆς θαλάσσης διὰ τῆς μεταξὺ γῆς διηθούμενον ὕδωρ εἰς τὸ ὠρυγμένον πότιμόν τε εἶναι καὶ γλυκύ. ταύτῃ δὲ τῇ δόξῃ φησὶν ἀπορίαν ἀντικεῖσθαι τὴν εἰ τὸ ὕδωρ τοῦτο τὸ τῆς θαλάσσης τὸ ὡς στοιχεῖον ὕδωρ ἐστί, τί δήποτε οὐκ ἔστι πότιμον ἀλλ’ ἁλμυρόν· αὕτη γὰρ ὕδατος εἰλικρινοῦς καὶ ἀμίκτου φύσις. τὸ δὲ αἴτιον τῆς ἁλμυρότητος ῥηθέν, φησίν, ἅμα τε ταύτης τῆς ἀπορίας λύσις ἔσται τῆς ἀπορούσης διὰ τί μὴ πότιμον τὸ τῆς θαλάσσης ὕδωρ, καὶ αἰτία ἡμῖν ἔσται τοῦ περὶ θαλάσσης τὴν ἀρχὴν καὶ τὴν πρώτην ὑπόληψιν λαβεῖν ὀρθήν. ἢ τὸ τὴν πρώτην προσέθηκεν, ὅτι νῦν μὲν ἁπλούστερόν τε καὶ κοινότερον τὴν αἰτίαν τῆς ἁλμυρότητος ἐρεῖ, προϊὼν δὲ πόθεν ἡ ἁλμυρότης αὕτη ἀκριβέστερον ζητήσει τε καὶ ἀποδώσει. τοῦ γὰρ ὕδατος περιτεταμένου τε καὶ περικεχυμένου τῇ γῇ, ὥσπερ πάλιν περὶ τὸ ὕδωρ ἡ τοῦ ἀέρος σφαῖρα, καὶ περὶ ταύτην ἡ τοῦ πυρός (λεγομένη πυρὸς δὲ εἶπεν, ὅτι, ὡς εἶπεν, ὑπέκκαυμα τοῦτο τὸ σῶμα πυρός ἐστι· τούτων δὲ τὸ πῦρ εἶπεν ἔσχατον τῶν περιγείων σωμάτων καὶ ἐν γενέσει καὶ φθορᾷ· ὅτι δὲ σφαιρικὰ τὰ τῶν τεσσάρων στοιχείων σώματα, ἔδειξε καὶ ἐν τοῖς Περὶ οὐρανοῦ. εἰπὼν δὲ τοῦτο γάρ ἐστι τούτων ἔσχατον προσέθηκεν εἴτε ὡς οἱ πλεῖστοι λέγουσιν εἴθ’ ὡς ἡμεῖς· οἱ μὲν γὰρ πλεῖστοι πάντων αὐτὸ τῶν σωμάτων ἔσχατόν φασι κεῖσθαι, ἡμεῖς δὲ τῶν ἐπ’ εὐθείας κατὰ φύσιν κινουμένων· μετὰ τοῦτο γὰρ τὸ κυκλοφορητικόν τε καὶ θεῖον σῶμα) τούτων δὴ οὕτως ἐχόντων φερόμενος ὁ ἥλιος3 κύκλῳ κατὰ τοῦ ζῳδιακοῦ κειμένου λοξοῦ καὶ αἴτιος γινόμενος γενέσεώς τε καὶ φθορᾶς τεταγμένης τῇ προσόδῳ τε καὶ ἀφόδῳ, τὸ μὲν λεπτότατον καὶ γλυκύτατον τοῦ ὕδατος ἀνάγει καὶ μετεωρίζει καθ’ ἑκάστην ἡμέραν ἀτμίζων τῇ θερμότητι καὶ λεπτύνων τε καὶ διακρίνων· ἀνενεχθὲν δὲ ἐκεῖ καὶ διὰ τὴν τοῦ τόπου ψυχρότητα συστὰν καὶ συγκριθὲν πάλιν ὕδωρ γενόμενον πρὸς τὴν γῆν καταφέρεται, καθάπερ εἴρηται ἐν τῷ περὶ ὑετοῦ λόγῳ. εἰπὼν δὲ περὶ τοῦ ἀναφερομένου ὕδατος ὅτι πάλιν συστὰν καταφέρεται, πρὸ τοῦ προσθεῖναι τὰ ἀκόλουθα τοῖς εἰρημένοις παρεκβὰς λέγει πρὸς τοὺς οἰομένους τὸν ἥλιον τῷ ὑγρῷ τῷ ἀναφερομένῳ τρέφεσθαι καὶ διὰ τοῦτό γε καὶ τὰς τροπὰς αὐτὸν τοιαύτας ποιεῖσθαι, διὰ τὸ μὴ ἀεὶ τοὺς αὐτοὺς τόπους δύνασθαι αὐτῷ παρασκευάζειν τὴν τροφήν. εἶπε δὲ καὶ πρὸ ὀλίγου τινὰς τοῦτο λέγειν καὶ περὶ τοῦ ἡλίου καὶ περὶ τῆς σελήνης. γελοίους δή φησιν εἶναι τοὺς οὕτως ὑπολαμβάνοντας καὶ ἡγουμένους τροφῆς τε αὐτὸν δεῖσθαι καὶ εἰ μὴ τρέφοιτο, φθαρήσεσθαι· καὶ γὰρ τὸ φανερὸν πῦρ μέχρι τούτου σώζεσθαι, μέχρις ἂν τροφὴν ἔχῃ, μόνον δὲ τὸ ὑγρὸν τῷ πυρὶ τροφὴν εἶναι· τῷ γὰρ ἐναντίῳ τρέφεσθαι τὰ τρεφόμενα. διὰ τί δὲ γελοῖοι οἱ οὕτως ὑπολαμβάνοντες, ἐπιφέρει· γελοῖον γὰρ τὸ ἡγεῖσθαι τὸ ἀναφερόμενον ὑγρὸν ἕως τοῦ ἡλίου ἀφικνεῖσθαι, ὡς καὶ τρέφειν αὐτόν, ἢ τὴν ἄνοδόν τε καὶ πρόσκρισιν τοῦ ὑγροῦ τῷ ἡλίῳ οὕτως γίνεσθαι, ὡς ὁρᾶται ἐπὶ τῆς φλογὸς γινομένης· ἀπὸ γὰρ ταύτης καὶ ἐπὶ τὸν ἥλιον μεταφέρουσιν, ὡς εἰκὸς καὶ ἐπ’ ἐκείνου ὁμοίως γίνεσθαι.
在准备讨论这些问题时,[亚里士多德]首先说明了某些人为何认为海洋是水之本原,且这一元素是所有水的物体与基质。因为这似乎是合乎情理的:正如对于其他每个元素而言,都有某个被限定、被分离且自存的场所与体积(对于火而言是在上方的场所,对于气而言是紧随其后的场所,对于土而言则是其他一切围绕其存在并运行的场所),它对于那些在某处作为部分存在且与其他事物相混合的部分而言也是本原;同样,对于水而言也有某个既是固有场所同时也是体积的事物,其他局部的诸水正是从它那里得到供给的。然而,除了海洋的物体之外,不可能找到任何其他聚集在一起的水之物体;因为河流的水既非聚集在一起,也不是静止且持续存在的,而是显出不断相继生成的样子。因此,正因如此,在某些人看来,海洋便是湿润物即水之本原。因这些缘故而得出这一见解的他们,接着关于河流说道:河流不仅如人们所见的那样流入海洋,而且也以海洋为本原从海洋流出;而它们的水是甘甜的,是因为咸水经由土地过滤而变成可饮用的。这一点的征象在于,在许多海滩上,如果有人挖掘,从海洋经由相隔的土地过滤到所挖之坑中的水,既可饮用又是甘甜的。但他[亚里士多德]说,针对这种意见存在着一个对立的疑难:如果这海洋之水是作为元素的水,那它究竟为何不是可饮用的而是咸的?因为这才是纯粹且未掺杂之水的本性。他说,说明了咸的原因,既是对这个询问为何海水不可饮用的疑难的解答,也将成为我们正确把握关于海洋之初始与首要设想的因由。或者,他加上“首要”是因为现在他将以更简略且更概括的方式说明咸的原因,而在进一步讨论时,他将更精确地探究并说明这种咸源于何处。因为既然水环绕并覆盖着大地,正如气之球体又环绕着水,火之球体又环绕着气一样(他说“所谓火的”,是因为如他所言,这一物体是火的引火物;在这些物体中,他称火为环绕大地且处于生成与毁灭中的物体中最外者;而四元素的物体是球状的,这在《论天》中他也已证明;在说了“因为这是这些中最外者”之后,他又加上了“无论如大多数人所说还是如我们所说”;因为大多数人说它位于一切物体的最外,而我们则说它位于依自然作直线运动的物体中最外;因为在此之后是作圆周运动的神圣物体)——在这些情况确实如此的条件下,太阳沿着倾斜放置的黄道作圆周运行,因其临近与退去而成为有秩序的生成与毁灭的原因,每天通过热量使水蒸腾、使其变细并分离,从而将水中最精微且最甘甜的部分引上并升向高空;而水被带到那里之后,由于该处的寒冷而凝聚结合,再次化为水落向大地,正如在关于降雨的论述中所说的那样。在关于被引上的水说了它再次凝聚并降落之后,在把紧接着的内容补充到所说的论述之前,他离题反驳了那些认为太阳是由被引上的湿气所滋养、且正因如此太阳才作出此类回归转向(因为同一地方不能总是为它提供滋养)的人。他在不久前也说过,某些人关于太阳和月亮都作如此主张。因此他说,那些如此设想并认为太阳需要滋养、若得不到滋养便会毁灭的人是可笑的;因为[按他们的看法]可见的火仅在保有滋养的限度内得以维持,且唯有湿气才是火的滋养;因为被滋养者是由其对立面所滋养的。至于为何如此设想的人是可笑的,他随后补充道:因为认为被引上的湿气能一直到达太阳以致滋养它,或者认为湿气向太阳的上升与结合是以生成的火焰中可见的方式发生(因为他们正是从火焰类推到太阳,以为在太阳那里也是类似发生的),乃是可笑的。
- 2.4καὶ γὰρ τὸ φανερὸν πῦρ μέχρι τούτου σώζεσθαι, μέχρις ἂν τροφὴν ἔχῃ, μόνον δὲ τὸ ὑγρὸν τῷ πυρὶ τροφὴν εἶναι
不定式 σώζεσθαι 与 εἶναι 延续了前文的间接引语,陈述的是论敌(那些认为太阳受湿气滋养的人)的前提假定,而非注解者或亚里士多德本人的主张。
- 2.4δοκεῖ γὰρ εὔλογον εἶναι, ὥσπερ τῶν ἄλλων στοιχείων ἑκάστου· ἔστι τις τόπος... οὕτω καὶ τοῦ ὕδατος εἶναι τόπον γέ τινα
在 ὥσπερ 引导的从句中,τῶν ἄλλων στοιχείων ἑκάστου 是属格,与随后的 ἔστι τις τόπος 配合,表示所属或领属关系(“正如对于其他每个元素而言,都有某个场所……”)。主句则以依赖于 δοκεῖ εὔλογον εἶναι 的带不定式结构相应:οὕτω καὶ τοῦ ὕδατος εἶναι τόπον γέ τινα。
- 2.4τοῦ γὰρ ὕδατος περιτεταμένου τε καὶ περικεχυμένου... τούτων δὴ οὕτως ἐχόντων φερόμενος ὁ ἥλιος
在开头的属格独立结构(τοῦ γὰρ ὕδατος περιτεταμένου...)之后,插入了关于天球及火的定义的冗长插入语;作者因而使用 τούτων δὴ οὕτως ἐχόντων 来复述并重新开始属格独立结构,进而引出主句谓语结构(φερόμενος ὁ ἥλιος... ἀνάγει καὶ μετεωρίζει)。
