← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§67.23-69.14

关于海洋不存在固有泉源的论证

亚历山大阐释了亚里士多德如何通过流动水与停滞水的分类论证海洋不可能拥有固有泉源从而驳斥神学家的观点,以及如何根据若干互不相通的内陆海的存在进一步否定泉源说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2

" Ὅτι μὲν οὖν πηγὰς τῆς θαλάσσης ἀδύνατον εἶναι." Ἐκθέμενος διὰ βραχέων τὰς προκαταβεβλημένας δόξας τὰς περὶ θαλάσσης λέγει πρὸς τὴν τῶν θεολόγων, οἳ οἰκείας τινὰς πηγὰς ἀϊδίους ἐποίουν τῆς θαλάσσης, ἵν’ αὐτοῖς ἡ θάλασσα ἀγένητος ᾖ. ὅτι δὲ ἀδύνατον πηγὰς εἶναι τῆς θαλάσσης, διὰ τῶν ὑπαρχόντων ἤδη1 δεῖν φησι θεωρεῖν, ὑπάρχοντα ἤδη λέγων ἤτοι ἀντὶ τοῦ ἤδη δεῖ θεωρεῖν διὰ τῶν ὑπαρχόντων τῇ θαλάσσῃ, ἢ διὰ τῶν ὑπαρχόντων ἤδη ἀντὶ τοῦ διὰ τῶν ἤδη δεδειγμένων τε καὶ εἰρημένων ὑπάρχειν τῷ τε ὕδατι καὶ ταῖς πηγαῖς· συγχρῆται γὰρ πρὸς τὰ δεικνύμενα τοῖς προειρημένοις. ὅτι γὰρ μή εἰσι τῆς θαλάσσης οἰκεῖαί τινες πηγαί, δείκνυσιν οὕτως. τῶν περὶ τὴν γῆν καὶ ἐπὶ γῆς ὑδάτων (οὐ γὰρ περὶ τοῦ ὑομένου ὕδατος νῦν ὁ λόγος) τῶν δὴ περὶ τὴν γῆν τὰ μὲν ῥυτά ἐστι, τὰ δὲ στάσιμα· καὶ τὰ μὲν ῥυτὰ πάντα ἀπὸ πηγῶν τινων τὴν ἀρχὴν τῆς ῥύσεως ἔχει. πῶς δὲ γίνονται αἱ πηγαί, καὶ ὅτι οὐχ ὡς ἐξ ἀγγείου τινὸς καὶ κοιλίας ἐχούσης τῆς γῆς ἠθροισμένον ἀθρόως ὕδωρ ἀπορρέουσι κατ’ ὀλίγον, ἀλλ’ ὅτι εἰς ταύτην τὸ κύκλῳ γενόμενόν τε καὶ συλλειβόμενον πρώτην ἀπαντᾷ τε καὶ ἐκδίδοται ἐκ τῶν ὀρῶν, εἴρηται. τῶν δὲ στασίμων ὑδάτων τὰ μέν ἐστι συλλογιμαῖα καὶ ὑποστάσεις, ὡς τὰ ἐκ τῶν ὑετῶν ἀθροιζόμενα καὶ τὰ ἐν ταῖς λίμναις, καὶ ὅσα ἀπορρεύσαντος τοῦ πλείονος ὑετῶν γενομένων ἢ καὶ ποταμῶν ἐπιρρευσάντων ὑφίσταται καὶ ὑπομένει καὶ λιμνάζει διὰ τὴν κοιλότητα τῶν τόπων. ὧν ὑδάτων αἱ διαφοραὶ κατὰ τὸ πλῆθος καὶ τὴν ὀλιγότητα τοῦ συνεστῶτος ὕδατος· ὀλίγου μὲν γὰρ ὄντος τέλματα καλεῖται, λίμναι δ’ ἂν πλέον ᾖ. τὰ δέ τινα τῶν στασίμων πηγαῖά φησιν εἶναι, ὡς τὰ φρεατιαῖα· ταῦτα γὰρ ἀπὸ πηγῆς. καὶ φησὶ ταῦτα χειρόκμητα εἶναι· ὀρύσσεται γὰρ καὶ κατασκευάζεται τὰ φρέατα καὶ οὐχ ὡς τὰ τέλματα καὶ αἱ λίμναι αὐτόματα γίνεται. ὡς εἶναι πάντων τῶν ὑδάτων τῶν περὶ τὴν γῆν τὰ μὲν ῥυτὰ τὰ δὲ στάσιμα, ἀλλὰ καὶ τῶν πηγαίων· καὶ γὰρ τούτων τὰ μὲν ῥυτά (πάντα γὰρ τὰ ῥυτὰ ἀπὸ πηγῶν) τὰ δὲ στάσιμα, ὡς τὰ φρέατα. τὸ δὲ πάντων γὰρ ἀνωτέρω τὴν πηγὴν εἶναι δεῖ τῆς ῥύσεως εἶπε πρὸς τὰ ῥυτὰ ἐπανενεγκών. εἰπὼν γὰρ τὰ μὲν οὖν ῥυτὰ πάντα πηγαῖα, νῦν τὴν αἰτίαν ἀπέδωκεν αὐτοῦ· ὅτι γὰρ δεῖ πάντων ἀνωτέρω τὴν πηγὴν εἶναι τῶν ῥεόντων. κἂν γάρ τινα ἀπορρέῃ ἔκ τινος ἀθροιζομένου ἐξ ἐπιρρέοντος ὕδατος καὶ μὴ ἀπὸ πηγῆς, ἀλλὰ τῆς γε ῥύσεως τῆς εἰς ἐκεῖνο γινομένης ἀρχὴ εὑρεθήσεται τις οὖσα. τὰ μὲν αὐτόματα ῥεῖ. εἰπὼν τῶν πηγαίων εἶναι τὰ μὲν στάσιμα χειρόκμητα, εἰπὼν δὲ καὶ πάντων τῶν ῥεόντων ἀρχὴν εἶναι τῆς ῥύσεως πηγήν, διὰ τοῦτο, φησί, τὰ μὲν αὐτόματα ῥεῖ· φύσιν γὰρ ἔχει τὸ ὕδωρ εἰς τὸ κοιλότερον συρρεῖν, καὶ οὐδὲν εἰς τοῦτο δεῖται τέχνης· τὰ δ’ ἐν τοῖς φρέασι τέχνης δεῖται τῆς ἐργασομένης· ἔμπάλιν γὰρ ταῦτα ἀπὸ τῶν κοίλων εἰς ὕψος ἀνάγεται, ὃ οὐκ ἔστι κατὰ φύσιν τῷ ὕδατι. Ποιησάμενος δὲ τὴν προειρημένην διαίρεσιν τῶν περὶ γῆν ὑδάτων, τούτοις προσχρώμενος δείκνυσιν ὅτι μὴ οἷόν τε τῆς θαλάσσης πηγὰς εἶναι· τῶν μὲν γὰρ ἀπὸ πηγῶν ὑδάτων τὰ μὲν ἀπόρρυτα εἶναι, τὰ δὲ χειροποίητα· ἡ δὲ θάλασσα οὔτε ἀπόρρυτος οὔτε χειροποίητος. ἐπεὶ δὲ γίνεταί τινα στάσιμα πηγαῖα αὐτόματα2 καὶ οὐ χειροποίητα (ἔστι γάρ που εὑρεῖν αὐτομάτως τι ἀπὸ πηγῆς οὔσης ἐν κοίλῳ ὀλίγης ἠθροισμένον καὶ μένον ὕδωρ), ὅτι δὲ μὴ τῶν οὕτως στασίμων ὑδάτων πηγαίων ἡ θάλασσα εἶναι δύναται, ἔδειξε διὰ τοῦ εἰπεῖν οὕτως αὐτόματον δὲ στάσιμον ὕδωρ πηγαῖον ὀλίγον παντελῶς εἶναι τῷ μὴ δύνασθαι ἀπὸ μείζονος πηγῆς τὴν ἀρχὴν ἔχον αὐτομάτως στάσιμον εἶναι.

“因此,海洋不可能存在泉源。” 在简要阐述了先前关于海洋提出的诸见解之后,[亚里士多德]反驳了神学家的见解;后者为海洋设定了某些固有的、永恒的泉源,以便在他们看来海洋是未生成的。他说,应当根据“现已存在的事物”来考察海洋不可能有泉源;他说“现已存在的事物”,要么是用来替代“应当已经根据属于海洋的属性来进行考察”,要么是用“现已存在的事物”替代“根据已经证明并说明属于水与泉源的诸前提”;因为他利用先前所述的诸前提来证明当前的事物。因为他按如下方式证明海洋没有任何固有的泉源。 在环绕大地和大地之上的水之中(因为当前的论述并非关于雨水),确实在环绕大地的水之中,有些是流动的,有些是停滞的;所有流动的水都从某些泉源获得其流动的开端。至于泉源是如何生成的,以及它们并不像从大地拥有的某种容器或空腔中将一下子积聚的水逐渐流出那样,而是周围生成并滴流汇集的水最先在山脉汇聚并从山中流出,这些都已被说明了。 另一方面,在停滞的水之中,有些是汇集的蓄水和残留物,比如由雨水积聚而成的水以及湖泊中的水,以及在降雨发生或河流流入之后大部分水已流走、由于地势低洼而沉降、残留并积聚成池的一切水。这些水的差异取决于聚集之水的多寡:如果水少,就被称为水洼;如果水较多,就是湖泊。他说,停滞的水中有些来自泉源,例如井水;因为这些来自泉源。并且他说这些是人工的;因为水井是被挖掘和建造的,而不是像水洼和湖泊那样自然生成的。 因此,不仅在环绕大地的所有水中,有些是流动的,有些是停滞的,而且在源于泉源的水中也是如此;因为在这些水中,有些也是流动的(因为所有流动的水都来自泉源),而另一些是停滞的,例如水井。 他说“因为泉源必须高于流动的全部”,这是他回转到流动的水而言的。因为在说了“流动的水因此都源于泉源”之后,他现在给出了其原因:即泉源必须高于所有流动之物。因为即使某些水是从流入之水积聚成的某处流出而非直接来自泉源,然而汇入其中的流动的始原仍将被发现是存在的。 “[流动的水]自然流动。”在说了源于泉源的水中停滞水是人工的,并且又说了所有流动之物的流动的始原是泉源之后,他说,正因如此,流动的水自然流动;因为水具有汇流向更低洼之处的本性,并且为此根本不需要技艺;但水井中的水需要劳作的技艺;因为这些水相反地是从低洼处被提升到高处,而这对于水而言是不合乎本性的。 在对环绕大地的水做出了前述的划分之后,他利用这些划分证明海洋不可能存在泉源;因为在源于泉源的水中,有些是流出的,有些是人工的;而海洋既非流出的,亦非人工的。但是,既然某些源于泉源的停滞水是自然生成而非人工的(因为在某处确实能发现从低洼处的微小泉源自然汇聚并残留的水),那么海洋不可能属于这类源于泉源的停滞水,他通过这样说予以了证明:自然生成的源于泉源的停滞水极其微少,因为从更大的泉源获得开端的水不可能自然地保持停滞。

§2.3

"Ἔτι δ’ ἐπεὶ πλείους εἰσὶ θάλασσαι." Καὶ διὰ ταύτης τῆς ἐπιχειρήσεως συνίστησιν ὅτι μὴ ἔστιν ἡ θάλασσα ὕδωρ σταδαῖον, ἔχον οἰκείας πηγάς. ἐπεὶ γάρ εἰσι πλείους θάλασσαι κατ’ οὐδὲν ἀλλήλαις συμμιγνύουσαι καὶ περιοικούμεναι κύκλῳ, εἰ εἶχον πηγάς, οὐκ ἂν τοὺς περιοίκους αὐτῶν ἐλάνθανον αἱ πηγαί, κατὰ τίνα τόπον ἦσαν. ἡ μὲν γὰρ ἐρυθρὰ θάλασσα κατὰ μικρὸν φαίνεται κοινωνοῦσα πρὸς τὴν ἔξω στηλῶν θάλασσαν, ἡ δὲ Ὑρκανία τε θάλασσα καὶ ἡ Κασπία ταύτης τέ εἰσι κεχωρισμέναι καὶ ἀλλήλων.

“此外,由于海有许多个,”通过这一论证,他也确立了海洋并非拥有固有泉源的停滞水。因为既然存在许多个彼此绝不相混、四周皆有人居住的海,如果它们拥有泉源,这些泉源在什么地方绝不会不被四周的居民所察觉。因为红海似乎稍微与柱外的海相通,而希尔卡尼亚海和里海则既与那片海相隔绝,又彼此相互隔绝。

语法注2 条
  1. 2.2διὰ τῶν ὑπαρχόντων ἤδη

    关于副词 ἤδη 的修饰对象以及 ὑπάρχοντα 的含义,亚历山大给出了两种句法解释:(1) 将 ἤδη 与谓语动词 δεῖ θεωρεῖν 连用,意为“已经”应当通过海洋现存的属性来进行考察;(2) 将 ἤδη 修饰 ὑπάρχοντα,意为通过先前讨论中“已经证明”属于水和泉源的既有前提来进行考察。

  2. 2.2ἐπεὶ δὲ γίνεταί τινα στάσιμα πηγαῖα αὐτόματα

    长句骨架整理。由 ἐπεὶ δὲ ... 引导的原因/前提从属从句(包含括号内的解释句 ἔστι γάρ ...)之后,主句以 ὅτι δὲ μὴ ... ἔδειξε διὰ τοῦ εἰπεῖν ... 展开。后一个 δέ 用作接从句的主句连接词(apodotic δέ),而主句动词 ἔδειξε 的宾语从句则由 ὅτι 引导并前置。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:67.23-69.14