← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§66.3-67.22

关于海洋起源与本性的早期学说概述

亚里士多德在《气象论》第二卷开篇(353a32)探讨海洋的本性与成因,亚历山大对此梳理了前人的见解:将设定海洋自有泉源的神学家,与主张海洋生成的自然哲学家相对比,分别介绍了原始湿气残留说(阿那克西曼德、狄奥根尼)、大地汗水说(恩培多克勒)以及土壤滤水融盐说(阿那克萨哥拉、墨特罗多洛)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

" Περὶ δὲ θαλάσσης, καὶ τίς ἡ φύσις αὐτῆς, καὶ διὰ τίνα αἰτίαν." Ἐν τῷ πρώτῳ τῶν Μετεωρολογικῶν μετὰ τὸν περὶ ὑετοῦ καὶ χιόνος καὶ πάχνης καὶ δρόσου καὶ χαλάζης λόγον προθέμενος εἰπεῖν περί τε ἀνέμων καὶ ποταμῶν τε καὶ πηγῶν, ἔτι δὲ καὶ περὶ θαλάσσης, εἰπὼν ἐν ἐκείνῳ περὶ ποταμῶν τε καὶ πηγῶν, ἄρχεται τοῦ δευτέρου ἀπὸ τοῦ περὶ θαλάσσης λόγου καὶ ζητεῖ, τίς τε αὐτῆς ἡ οὐσία καὶ φύσις, καὶ τίς ἡ τῆς ἁλμυρότητος τοῦ ὕδατος αἰτία, καὶ πῶς ἐξ ἀρχῆς γίνεται. καὶ πρῶτον, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων πεποίηκε, καὶ ἐπὶ ταύτης τὰς τῶν πρὸ αὐτοῦ περὶ αὐτῆς δόξας ἐκτίθεταί τε καὶ ἐξετάζει. τοὺς μὲν οὖν ἀρχαιοτέρους τε καὶ περὶ τὰς θεολογίας καταγινομένους (θεολόγους δὲ λέγει τοὺς περὶ θεῶν ἐπαγγελλομένους λέγειν, ὧν ἦν Ὅμηρος καὶ Ὀρφεὺς καὶ Ἡσίοδος, ὃς καὶ θεογονίαν συνέγραψε), τούτους δή φησι ποιεῖν τινας τῆς θαλάσσης πηγάς, ἵνα αὐτοῖς ὦσιν ἀρχαί τε καὶ ῥίζαι ὁμοίως γῆς τε καὶ θαλάσσης, καὶ μὴ ἐξ ἄλλων τινῶν μεταβαλλόντων ἡ τούτων γένεσις ᾖ, ἀλλ’ οἰκείας ἀρχὰς ἔχωσιν. ἐσέμνυνον γὰρ δὴ οὗτοι μάλιστα τήν τε γῆν καὶ τὰ περὶ τὴν γῆν, καὶ περὶ ταύτην καὶ ταύτης χάριν τὰ ἄλλα ἔλεγον εἶναί τε καὶ γεγονέναι καὶ δὴ καὶ τὸν σύμπαντα οὐρανόν. σεμνότερον δ’ οὖν ἡγοῦντο καὶ τραγικώτερον εἶναι τὸ ποιεῖν αὐτὰ ἀπό τινος οἰκείας ἀρχῆς τε καὶ ῥίζης. οἱ μὲν οὖν θεολόγοι καὶ τὴν θείαν σοφίαν ἐπαγγελλόμενοι οὕτως ἔλεγον περὶ αὐτῆς· οἱ δὲ περὶ τὴν ἀνθρωπίνην σοφίαν σοφώτεροι (ἀντιδιέστειλε δὲ τοῖς θεολόγοις τοὺς τὴν ἀνθρωπίνην σοφίαν σοφωτέρους ὑποσκώπτων ἐκείνους ὡς ἀλαζονικωτέρους· λέγει δὲ περὶ τῶν φυσικῶν) οὗτοι δὲ γένεσιν ποιοῦσι τῆς θαλάσσης, ἀλλ’ οὐκ ἀγένητον αὐτὴν λέγουσιν ἰδίας πηγὰς ἔχουσαν, ὡς οἱ θεολόγοι. οἱ μὲν γὰρ αὐτῶν ὑπόλειμμα λέγουσιν εἶναι τὴν θάλασσαν τῆς πρώτης ὑγρότητος. ὑγροῦ γὰρ ὄντος τοῦ περὶ τὴν γῆν τόπου κἄπειτα τὸ μέν τι τῆς ὑγρότητος ὑπὸ τοῦ ἡλίου ἐξατμίζεσθαι καὶ γίνεσθαι πνεύματά τε ἐξ αὐτοῦ καὶ τροπὰς ἡλίου τε καὶ σελήνης,1 ὡς διὰ τὰς ἀτμίδας ταύτας καὶ τὰς ἀναθυμιάσεις κἀκείνων τὰς τροπὰς ποιουμένων, ἔνθα ἡ ταύτης αὐτοῖς χορηγία γίνεται, περὶ ταῦτα τρεπομένων·2 τὸ δέ τι αὐτῆς ὑπολειφθὲν ἐν τοῖς κοίλοις τῆς γῆς τόποις θάλασσαν εἶναι· διὸ καὶ ἐλάττω γίνεσθαι ξηραινομένην ἑκάστοτε ὑπὸ τοῦ ἡλίου καὶ τέλος ἔσεσθαί ποτε ξηράν. ταύτης τῆς δόξης ἐγένετο, ὡς ἱστορεῖ Θεόφραστος, Ἀναξίμανδρός τε καὶ Διογένης· Διογένης δὲ καὶ τῆς ἁλμυρότητος ταύτην αἰτίαν λέγει, ὅτι ἀνάγοντος τοῦ ἡλίου τὸ γλυκὺ τὸ καταλειπόμενον καὶ ὑπομένον ἁλμυρὸν εἶναι συμβαίνει. οἱ δέ τινές φασιν οἷον ἱδρῶτά τινα τῆς γῆς εἶναι τὴν θάλασσαν· θερμαινομένην γὰρ αὐτὴν ὑπὸ τοῦ ἡλίου ταύτην ἀφιέναι τὴν ὑγρότητα· διὸ καὶ ἁλμυρὰν αὐτὴν εἶναι· τοιοῦτος γὰρ ὁ ἱδρώς. ταύτης τῆς δόξης Ἐμπεδοκλῆς γέγονε. τρίτη δὲ δόξα περὶ θαλάσσης ἐστὶν ὡς ἄρα τὸ ὕδωρ τὸ διὰ τῆς γῆς διηθούμενον καὶ διαπλῦνον αὐτὴν ἁλμυρὸν γίνεται τῷ ἔχειν τὴν γῆν τοιούτους χυμοὺς ἐν αὑτῇ· οὗ σημεῖον ἐποιοῦντο τὸ καὶ ἅλας ὀρύττεσθαι ἐν αὐτῇ καὶ νίτρα· εἶναι δὲ καὶ ὀξεῖς χυμοὺς πολλαχοῦ τῆς γῆς. ταύτης πάλιν τῆς δόξης ἐγένετο Ἀναξαγόρας τε καὶ Μητρόδωρος.

“关于海洋,它的本性是什么,以及是由于什么原因。” 在《气象论》第一卷中,在讨论了雨、雪、霜、露和雹之后,[亚里士多德]提议谈论风、河流与泉水,此外还有海洋;他在那一卷中谈论了河流与泉水之后,便从关于海洋的论述开始第二卷,探究它的实体与本性是什么,水发咸的原因是什么,以及它最初是如何生成的。首先,正如他在其他问题上所做的那样,关于海洋他也阐述并审查了前人关于它的见解。对于那些更古老且从事神学的人(他所谓的神学家是指那些声称谈论诸神的人,其中包括荷马、俄耳甫斯以及撰写了《神统记》的赫西俄德),他说,正是这些人设定了海洋的某些泉源,以便在他们看来大地与海洋同样具有本原与根基,且两者的生成不是来自某些发生转变的其他事物,而是拥有各自固有的本原。因为他们确实最推崇大地及与大地相关的事物,并且说其他一切事物,甚至整个天空,都是围绕着大地且为了大地而存在并生成的。无论如何,他们认为使它们源于某种固有的本原与根基是更为庄严且更具戏剧性[肃穆]的。神学家们,即那些自称拥有神圣智慧的人,关于海洋是这样说的;另一方面,那些在人类智慧方面更为明智的人(他将这些在人类智慧方面更为明智的人与神学家相对立,暗讽后者更为狂妄自大;但他所说的是自然哲学家)则设定了海洋的生成,而不像神学家那样说它是未生成的且拥有自己的泉源。因为他们中的一些人说,海洋是原始湿气的残留物。因为环绕大地的区域原是潮湿的,随后湿气的某一部分被太阳蒸发,由此产生了风以及太阳和月亮的转折——因为那些天体也是由于这些蒸气与散发物而发生转折,它们转折所围绕的地方正是湿气供给它们之处——而湿气残留在地势低洼处的一部分则是海洋;因此海洋也由于每次被太阳晒干而减少,最终有朝一日会完全干涸。据泰奥弗拉斯托斯记载,阿那克西曼德和狄奥根尼持这种观点;狄奥根尼还说这也是发咸的原因,即当太阳吸走甘甜的成分时,残留和留下的成分恰好是咸的。另一些人则说海洋是大地的某种汗水;因为大地被太阳加热时便释放出这种湿气;因此海水也是咸的,因为汗水就是这样的。恩培多克勒持这种观点。关于海洋的第三种观点是:经过大地渗透并冲刷大地的水,由于大地自身含有这类味道而变咸;他们以此为证据:在大地中挖掘出盐和纯碱,并且在大地的许多地方也存在刺激的味道。阿那克萨哥拉与墨特罗多洛则持这种观点。

语法注2 条
  1. 2.1ὑγροῦ γὰρ ὄντος τοῦ περὶ τὴν γῆν τόπου κἄπειτα τὸ μέν τι τῆς ὑγρότητος ὑπὸ τοῦ ἡλίου ἐξατμίζεσθαι καὶ γίνεσθαι πνεύματά τε ἐξ αὐτοῦ καὶ τροπὰς ἡλίου τε καὶ σελήνης

    在开头的属格独立结构(ὑγροῦ ... ὄντος)之后,接在 κἄπειτα 之后展开的是受主句动词 λέγουσιν 支配的“宾格加不定式”结构(τὸ μέν τι ... ἐξατμίζεσθαι καὶ γίνεσθαι ...)。在插入的原因分词从属结构 ὡς ... ποιουμένων 之后,与之由 μέν ... δέ 对应的第二项 τὸ δέ τι αὐτῆς ὑπολειφθὲν ... θάλασσαν εἶναι 构成了全句的骨干。

  2. 2.1ὡς διὰ τὰς ἀτμίδας ταύτας καὶ τὰς ἀναθυμιάσεις κἀκείνων τὰς τροπὰς ποιουμένων, ἔνθα ἡ ταύτης αὐτοῖς χορηγία γίνεται, περὶ ταῦτα τρεπομένων

    由连词 ὡς 引导的属格独立结构(κἀκείνων τὰς τροπὰς ποιουμένων ... τρεπομένων),作为从属小句解释前文“转折”(τροπαί)产生的原因。κἀκείνων 即 καὶ ἐκείνων(“那些天体也”)。关系副词从句 ἔνθα ... γίνεται 置于其先行词 περὶ ταῦτα 之前,形成了加重语气的语序:“在湿气供给它们之处,环绕着那些地方转折”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:66.3-67.22