- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:63.24-65.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大考察了利比亚阿摩尼亚地区、迈奥提斯湖和博斯普鲁斯海峡的淤积与陆地化过程,论证了虽然宇宙和时间是永恒的,但大河、海洋与陆地都在经历生成、毁灭与循环交替,并由此引出亚里士多德的总结结论。
καὶ γὰρ ὃ ἐπιφέρει, τὸ περὶ τὴν Ἀμμωνίαν χώραν τῆς Λιβύης, τοιοῦτόν ἐστι· τῷ γὰρ καὶ ταύτην τὴν γῆν κοιλοτέραν τε εἶναι καὶ ταπεινοτέραν παραλόγως τῆς μετ’ αὐτὴν χώρας τεκμηρίῳ χρῆται τοῦ προσκεχῶσθαι αὐτὴν ἀπὸ τῆς θαλάσσης.1 πῶς δὲ κατ’ ὀλίγον τὰ προσχούμενα ξηραίνεται, λέγει· ἐγχώσεως γὰρ ὑπὸ τοῦ ποταμοῦ γινομένης καθ’ ὃ εἰς τὴν θάλασσαν ἐκδίδωσιν, ἀπολαμβάνεταί τινα ἀπὸ τῆς θαλάσσης μέρη, ἃ πρότερον μὲν ὡς λίμναι καθ’ αὑτὰ ὄντα μένει, εἰς ὕστερον δὲ ἀναξηραίνεται. οὕτως δὲ γινομένων τῶν ἀπολήψεών τε καὶ προσχώσεων δῆλον ὡς ἡ χώρα ἡ τοιαύτη κοιλοτέρα τέ ἐστι καὶ ταπεινοτέρα, ἅτε τὸ τῆς θαλάσσης ἔτι σώζουσα ἔδαφος. καὶ τὰ περὶ τὴν Μαιῶτιν δὲ καλουμένην λίμνην ἐπιδεδωκέναι φησὶ τῇ ὑπὸ τῶν ἐκβαλλόντων εἰς αὐτὴν ποταμῶν προσχώσει, ὡς πολλῷ ἐλάττω πλοῖα νῦν πλεῖν ἐν αὐτῇ δύνασθαι τῶν πρὸ ἐτῶν πλεόντων ἑξήκοντα. ὅθεν φησὶ δῆλον εἶναι ὅτι καὶ αὐτὴ ἡ λίμνη ἔργον ἐστὶ τῶν ποταμῶν, ὡς ἀποχωσάντων αὐτὴν τῶν ποταμῶν ἀπὸ τῆς θαλάσσης καὶ χωρισάντων καὶ ποιησάντων λίμνην ἀντὶ θαλάσσης μέρους, καὶ ὅτι προϊόντος τοῦ χρόνου ἔσται καὶ αὐτὴ πᾶσα ξηρά. καὶ τὸν Βόσπορον δὲ ἀεὶ μὲν ῥεῖν φησιν· ἔστι δὲ ὁ Βόσπορος ὑπὸ τὸν Πόντον θάλασσα στενή, ᾗ διείργεται ἡ Εὐρώπη ἀπὸ τῆς Ἀσίας. ταύτην δὴ τὴν θάλασσάν φησιν ἀεὶ μὲν ῥεῖν διὰ τὸ προσχοῦσθαι. λέγει δὲ τὸ ἀεὶ ῥεῖν ἀντὶ τοῦ ἐστενῶσθαι· τὰ γὰρ στενὰ τῶν πελαγῶν ὅταν ἑκατέρωθεν ἔχῃ πλατείας θαλάσσας, μεταρροίας λαμβάνει. τοῦτό φησιν εἶναι περὶ ταύτην τὴν θάλασσαν διὰ τὸ ἀεὶ αὐτὴν προσχοῦσθαι. ὅντινα δέ, φησίν, ἐγίνετο ἡ πρόσχωσις τρόπον, καὶ νῦν δυνατὸν [εἶναι] γνωρίζειν ὁρῶντα. καὶ λέγει πῶς ἐγίνετο· ὅτε γὰρ ὁ ῥοῦς ὁ ἀπὸ τῆς Ἀσίας ἠϊόνα ποιήσειε (ῥοῦν δὲ ἀπὸ τῆς Ἀσίας λέγοι ἂν τὴν τῆς θαλάσσης ἀπὸ τῶν Ἀσιανῶν μερῶν ἐπὶ τὰ Εὐρωπαῖα μέρη ἐπίχυσιν) ὁ ῥοῦς δὴ τῆς θαλάσσης ὁ γινόμενος ἀπὸ τῆς Ἀσίας ἠϊόνα ποιῶν,2 τουτέστιν αἰγιαλόν τινα χωννὺς καὶ ἐπανιστὰς ἀπετέμνετο ὀπίσω τῆς ἠϊόνος ταύτης καὶ τοῦ αἰγιαλοῦ μέρος τῆς θαλάσσης καὶ διετείχιζεν ἀπὸ τῆς ἄλλης θαλάσσης, καὶ λίμνην ἐποιεῖτο πρῶτον μικράν· εἶτ’ αὐτὴ ξηραινομένη ἀντὶ θαλάσσης ἤπειρος ἐγίνετο. καὶ μετὰ ταῦτα πάλιν ἄλλη ἠϊὼν τὸν αὐτὸν τρόπον ἐγίνετο χωννυμένη ὑπὸ τοῦ ῥοῦ τῆς θαλάσσης καὶ ἄλλη λίμνη, ἥτις ὁμοίως πάλιν ἐξηραίνετο· οὗ γινομένου πολλάκις ἀνάγκη τοῦ χρόνου προϊόντος εἰς στενὸν συσταλῆναι τὴν θάλασσαν τὴν τὰς ἠϊόνας ταύτας ποιοῦσαν καὶ γενέσθαι ὡς ποταμόν, τέλος δὲ καὶ τοῦτον ξηρανθῆναι. Ἐκ δὲ τούτων φανερόν φησιν εἶναι ὅτι ἐπεὶ μήτε ὁ χρόνος ὑπολείψει (οὐδέποτε γάρ ἐστιν ὅτε οὐκ ἔστι χρόνος) καὶ τὸ πᾶν καὶ αὐτὸ ἀίδιόν ἔστι, γίνονται δὲ ἐν αὐτῷ τοιαῦται μεταβολαί, ὡς τά τε πρότερον ἔνυδρα χωρία ὕστερον ξηρὰ γίνεσθαι, τά τε ξηρὰ πάλιν ἔνυγρα, ὅτι μήτε ὁ Τάναϊς ποταμὸς μήτε ὁ Νεῖλος μήτε ἄλλος τις τῶν μεγάλων καὶ ἀενάων εἶναι δοκούντων ποταμῶν ἀΐδιοί εἰσιν,3 ἀλλὰ ἦν τέ ποτε ξηρὸς ὁ τόπος, ὅθεν ῥέουσι νῦν, καὶ ὕστερον πάλιν ἔσται. τὸ μὲν γὰρ τούτων ἔργον (ἔστι δὲ αὐτῶν ἔργον τὸ ῥεῖν, ἐν ᾧ καὶ τὸ εἶναι αὐτοῖς) πέρας ἔχει, ὁ δὲ χρόνος οὐκ ἔχει, τουτέστιν οὗτοι μέν εἰσι γενητοί τε καὶ φθαρτοί, ὁ δὲ χρόνος οὐδέτερον τούτων. διὸ ἀνάγκη γίνεσθαί ποτε χρόνον, ὅτε οὗτοι οὐκ ἔσονται. ὡς δὲ ἐπὶ τούτων τῶν ποταμῶν, οὕτως ἔχει καὶ ἐπὶ τῶν ἄλλων· ὁ γὰρ αὐτὸς κατὰ πάντων λόγος. ἀλλὰ μὴν τῶν ποταμῶν τῶν μὲν γινομένων τῶν δὲ φθειρομένων, καὶ μὴ ἀεὶ τῶν αὐτῶν μενόντων ἀνάγκη καὶ τὴν θάλασσαν μεταπίπτειν καὶ συμμεταβάλλειν τοῖς ποταμοῖς. ταύτης δὲ τὰ μὲν ἀπολειπούσης τὰ δὲ ἐπιλαμβανούσης δῆλον ὡς οὐδὲ τῆς πάσης γῆς ἀεὶ τὰ αὐτὰ μέρη τὰ μέν ἐστι θάλασσα τὰ δὲ ἤπειρος, ἀλλ’ ὑπαλλάσσεται πάντα τῷ χρόνῳ, ὥσπερ ἦν προειρημένον. δείξας δὲ ταῦτα ἀνακεφαλαιοῦται τὰ εἰρημένα τε καὶ δεδειγμένα περὶ τούτων διὰ τῶν ἐπιφερομένων· λέγει γὰρ διότι μὲν οὖν οὐκ ἀεὶ τὰ αὐτὰ οὔτε χερσεύει τῆς γῆς οὔτε πλωτά ἐστι.
事实上,他所补充的关于利比亚阿摩尼亚地区的情况也是如此:因为他将这片土地也反常地比其后的地区更为低洼和低下这一事实,作为它曾由海洋淤积而成的证据。并且他说明了被淤积的土地是如何逐渐干涸的:因为在河流注入海洋之处发生淤积时,海的某些部分被切断开来,起初它们作为孤立的湖泊存留,其后便干涸了。随着这种隔断与淤积如此发生,显然这样的土地更为低洼和低下,因为它仍保留着海床。他还说,所谓迈奥提斯湖一带的情况,由于注入其中的河流所造成的淤积而不断加剧,以至于现在在其中能够航行的船只,比六十年前航行的船只小得多。因此他说,显然这个湖本身也是诸河流的杰作,因为河流将它从海中淤塞隔离出来,并使其成为一个湖泊而非海的一部分;并且随着时间的推移,它本身也将完全变为干地。他还说博斯普鲁斯海峡也总是在流动;博斯普鲁斯是位于本都之下的一条狭窄海峡,欧洲通过它与亚洲分隔开来。他说,正是由于被淤塞,这条海峡总是在流动。而他用“总是在流动”来代替“已被狭窄化”;因为狭窄的海峡在两侧拥有辽阔的大海时,就会产生潮流的变换。他说,关于这片海峡所发生的情况正是由于它不断被淤积。他说,至于淤积是以何种方式发生的,如今观察者也仍能认识到。并且他叙述了它是如何发生的:因为每当来自亚洲的水流形成沙洲时(所谓来自亚洲的水流,他指的应该是海水从亚洲部分向欧洲部分的涌入),这股由亚洲产生的海水流动形成沙洲,也就是堆筑并抬高某种海滩,将这道沙洲与海滩背后的一部分海水截断,与其余的海水隔离开来,起初形成一个小湖;接着这个小湖干涸,便成为陆地而非海洋。在此之后,又以同样的方式由海流堆筑起另一个沙洲,并形成另一个湖泊,后者同样再次干涸;随着这一过程多次发生,经过长时间推移,形成这些沙洲的海水必然被压缩成狭窄之境而变得如同一条河流,最终连这条河流也会干涸。 他说,从这些事情中可以明显看出:既然时间不会穷尽(因为绝不存在没有时间的时候),而宇宙全体本身也是永恒的,并且在其中发生着如此的变化,以致先前多水的地方后来变干,而干燥的地方又变湿,那么无论塔奈斯河、尼罗河还是其他任何被认为伟大而终年不息的河流都不是永恒的,它们如今所流经的地方曾经是干旱的,后来也必将再次如此。因为这些河流的功用(它们的功用就是流动,其存在也在于此)是有界限的,而时间却没有界限;也就是说,它们是有生成且会毁灭的,而时间两者皆非。因此必然有某一时刻到来,届时它们将不复存在。而正如在这些河流的情形中一样,在其余河流的情形中也是如此;因为同一道理适用于一切河流。再者,由于某些河流生成而另一些河流毁灭,且并非总是相同的河流存留,海洋也必然发生变动并随河流一同转变。而既然海洋从某些地方退去又侵占另一些地方,显然整片大地绝非总是相同的部分为海而其余部分为陆地,而是如前所述,一切都随着时间而交替更迭。在指明这些之后,他通过接下来的话总结了关于这些问题所谈论并已论证的内容;因为他说:“因此,大地的相同部分既非总是干陆,亦非总是可航行的……”
- 1.30τῷ γὰρ καὶ ταύτην τὴν γῆν κοιλοτέραν τε εἶναι καὶ ταπεινοτέραν παραλόγως τῆς μετ’ αὐτὴν χώρας τεκμηρίῳ χρῆται τοῦ προσκεχῶσθαι αὐτὴν ἀπὸ τῆς θαλάσσης
带冠词不定式与格短语 τῷ ... εἶναι 作动词 χρῆται 的补足语,τεκμηρίῳ 为其谓词性补足语。属格短语 τοῦ προσκεχῶσθαι 作 τεκμηρίῳ 的同位或说明性属格,解释证据的具体内容。
- 1.30ὅτε γὰρ ὁ ῥοῦς ὁ ἀπὸ τῆς Ἀσίας ἠϊόνα ποιήσειε (ῥοῦν δὲ ἀπὸ τῆς Ἀσίας λέγοι ἂν τὴν τῆς θαλάσσης ἀπὸ τῶν Ἀσιανῶν μερῶν ἐπὶ τὰ Εὐρωπαῖα μέρη ἐπίχυσιν) ὁ ῥοῦς δὴ τῆς θαλάσσης ὁ γινόμενος ἀπὸ τῆς Ἀσίας ἠϊόνα ποιῶν
ὅτε 从句中的动词 ποιήσειε 是表示反复的祈愿语气。括号内的 λέγοι ἄν 是注疏者自身的潜在祈愿语气(“大概是指……”)。插入句之后,主语通过 ὁ ῥοῦς δὴ τῆς θαλάσσης 以及分词 ποιῶν 得到重复,构成了连接主句动词 ἀπετέμνετο 的复述性恢复结构(epanalepsis)。
- 1.30ὅτι ἐπεὶ μήτε ὁ χρόνος ὑπολείψει ... ὅτι μήτε ὁ Τάναϊς ποταμὸς μήτε ὁ Νεῖλος μήτε ἄλλος τις ... ἀΐδιοί εἰσιν
在 φανερόν φησιν εἶναι 之后引导间接陈述的连词 ὅτι,由于长因果从句(ἐπεὶ μήτε ...)的插入,在主句(μήτε ὁ Τάναϊς ...)之前赘生性地再次出现(pleonastic ὅτι)。两个 ὅτι 共同统摄同一个宾语从句。
