- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:62.4-63.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大批判了根据局部的干湿变化而推断整个宇宙之生成与毁灭的赫拉克利特和斯多亚学派,将其解释为大周期冬季带来的局部周期性变化。他还提出埃及地势的凹陷以及开凿红海运河中止的原因,以此作为埃及土地是由尼罗河淤积而成的证据。
ἡγοῦνται γὰρ σημείοις τούτοις χρώμενοι ἐκπύρωσιν γίνεσθαι τοῦ ὅλου, ὡς Ἡράκλειτος μὲν πρὸ αὐτοῦ καὶ οἱ τῆς ἐκείνου δόξης, οἱ δὲ ἀπὸ τῆς Στοᾶς μετ’ αὐτόν, καὶ ἐκ τούτου λέγουσιν ὡς ὄντος γενητοῦ τε καὶ φθαρτοῦ τοῦ παντός. οὐ μὴν τοῦ τῆς γῆς τὰ μὲν ξηραίνεσθαι, τὰ δὲ πάλιν ἐξυγραίνεσθαι αἰτίαν χρὴ τὴν τοῦ κόσμου γένεσιν ἡγεῖσθαι·1 ἄτοπον γὰρ διὰ βραχείας μεταβολὰς κινεῖν τὸ πᾶν καὶ γενητόν τε καὶ φθαρτὸν ποιεῖν. τὸ γὰρ τῆς γῆς μέγεθος οὐδέν ἐστιν ὡς πρὸς ὅλον τὸν οὐρανὸν παραβαλλόμενον· κέντρου γοῦν αὐτὴν λόγον ἔχειν φασὶν ὡς πρὸς τὸ πᾶν. διό φαμεν ὡς χρὴ ἀφεμένους τοῦ περὶ τοῦ παντὸς τοιαύτας ὑπολήψεις λαμβάνειν μᾶλλον ἡγεῖσθαι τῶν περὶ τὴν γῆν μεταβολῶν αἴτιον γίνεσθαι2 τὸ διά τινων χρόνων εἱμαρμένων τε καὶ ὡρισμένων, ὡς καθ’ ἕκαστον ἔτος χειμὼν γίνεται, οὕτως κατὰ περιόδους τινὰς τῶν ἄστρων γίνεσθαι κατὰ τόπους τινὰς μεγάλους χειμῶνας καὶ ὑπερβάλλοντας ὄμβρους, ὥσπερ καὶ ὁ ἐπὶ Δευκαλίωνος κατακλυσμὸς λέγεται γεγονέναι περὶ τὸν Ἑλληνικὸν τόπον καὶ τὴν ἀρχαίαν Ἑλλάδα, ἥτις ἐστὶν ἡ περὶ Δωδώνην τε καὶ τὸν Ἀχελῷον. ὁ γὰρ δὴ ποταμὸς οὗτος πολλαχοῦ τὸ ῥεῦμα μεταβέβληκε διὰ τὰς προσχώσεις ἃς ποιεῖται, τὴν ἐπικλυσθεῖσαν πάλιν προσχῶν τε καὶ συνιστάς. ἐν γὰρ ταύτῃ τῇ χώρᾳ οἱ Σελλοὶ ᾤκουν, περὶ ὧν Ὅμηρος εἶπεν “ἀμφὶ δὲ Σελλοί σοι ναίουσ’ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι”, καὶ οἱ καλούμενοι νῦν μὲν Ἕλληνες, τότε δὲ Γραικοί, ὅθεν ἔτι καὶ νῦν τοὺς Ἕλληνας Γραικοὺς καλοῦσιν. ὡς δὲ ἐν τῷ κατακλυσμῷ τῷ γινομένῳ ποτὲ τούτων ἀπολομένων λέγοι ἄν.3 ὅταν οὖν τοιαύτη ὄμβρων ὑπερβολὴ γένηται, ὡς πολλὰ ἐπικλύσαι καὶ ἀοίκητα δι’ ὑγρότητα ποιῆσαι, νομίζειν χρὴ ταύτην τὴν ὑγρότητα ἐπὶ πολὺν διαρκεῖν τε καὶ διαμένειν χρόνον, καὶ ὡς τῶν ποταμῶν τινες ἀέναοί εἰσι διὰ τὴν πλείω χορηγίαν τὴν γενομένην αὐτοῖς ἀπὸ τῶν ὑπερκειμένων αὐτῶν πηγῶν καὶ τῶν ὀρῶν ὃν προειρήκαμεν τρόπον, οὕτως δὲ καὶ μετὰ τὰς τοιαύτας ἐπομβρίας ἀέναοί τινες ὑγρότητες περὶ τοὺς τόπους τούτους ἐπὶ πολὺ διαμένουσι, τῆς ἐπιτηδείου πρὸς τοῦτο γῆς δεξαμένης ἐν αὑτῇ τὴν ὑγρότητα καὶ ἐπὶ πολὺ διαμενούσης τοιαύτης. χρόνου δὲ προϊόντος τὰ μὲν ἐκ τῆς ἐπομβρίας ὑγρανθέντα ξηραίνεται μᾶλλον, τὰ δὲ ἔνυδρα φύσει ἧττον, καὶ τοῦτο ἀεὶ καὶ μᾶλλον γίνεται, ὡς τὰ μὲν ἐξ ἀοικήτων δι’ ὑγρότητα γίνεσθαι ξηραινόμενα οἰκητά, τὰ δ’ οἰκητὰ πρότερον δι’ εὐκρασίαν ἀοίκητα γίνεσθαι διὰ ξηρότητα, ἕως πάλιν ἡ αὐτὴ περίοδος ἔλθῃ καὶ ὁ τῆς μεγάλης περιόδου χειμών. καὶ ἐπεὶ ἀναγκαῖον γίνεσθαι μέν τινας ἐν τῷ παντὶ μεταβολάς, οὐ μὴν τοῦ παντὸς ἀλλ’ ἐν τῷ μέρει αὐτοῦ τῷ γενητῷ τε καὶ φθαρτῷ, ἀνάγκη κατὰ τὰ εἰρημένα μὴ τοὺς αὐτοὺς τόπους τῶν περὶ τὴν γῆν ἀεὶ τὴν αὐτὴν κατάστασιν ἔχειν, ὡς ἢ ὑγροὺς ἀεὶ ἢ ξηροὺς εἶναι, ἀλλὰ μεταβάλλειν. καὶ τοῦ τοῦτο οὕτως ἔχειν σημεῖον τὸ τοὺς ἀρχαιοτάτους νομιζομένους τῶν ἀνθρώπων Αἰγυπτίους, τούτους χώραν οἰκεῖν, ἣ πρότερον οὖσα θάλασσα ἔργον γέγονε τοῦ ποταμοῦ τοῦ Νείλου προσχωσθεῖσα ὑπ’ αὐτοῦ. καὶ τοῦτο δῆλον μέν φησιν εἶναι καὶ ἀπ’ αὐτῆς τῆς χώρας τοῖς ὁρῶσιν· κοίλη γὰρ φαίνεται· ἱκανὸν δέ φησι τούτου τεκμήριον εἶναι καὶ τὸ κατὰ τὴν ἐρυθρὰν θάλασσαν. τί δέ ἐστι τὸ λεγόμενον, καὶ πῶς δεικτικὸν τοῦ τὴν Αἰγυπτίαν χώραν ἔργον εἶναι τοῦ ποταμοῦ; τῷ τοὺς θελήσαντας τὴν ἐρυθρὰν θάλασσαν συνάψαι τῷ Αἰγυπτίῳ πελάγει διορύξαντας τὴν μεταξὺ γῆν μηκέτι τοῦτο ποιῆσαι,4 διὰ τὸ ὑψηλοτέραν οὖσαν τὴν ἐρυθρὰν θάλασσαν τῆς περὶ τὸ Αἰγύπτιον πέλαγος χώρας μέλλειν ἐπικλύζειν αὐτήν, οὕτως δὲ καὶ τὸν ποταμὸν ἐπικλύζειν τε καὶ ἀφανίζειν τὸν Νεῖλον. ἐπιζητήσαι ἄν τις, εἰ οὕτως ἠδύνατο διορυγῆναι τὸ μεταξὺ καὶ ἑνωθῆναι ἡ ἐρυθρὰ θάλασσα τῷ Αἰγυπτίῳ πελάγει, εἰ ἦν ἡ Αἰγυπτία χώρα θάλασσα. ἀλλὰ λέγει καὶ Δαρεῖον ἐγχειρῆσαι τῷ διορύσσειν, καὶ κατ’ ἐκεῖνον ἤδη ἦν Αἴγυπτος κεχωσμένη. ἢ τὸ κοιλοτέραν εἶναι τὴν Αἰγυπτίαν γῆν τῆς ἐρυθρᾶς θαλάσσης καὶ τῆς μετ’ αὐτὴν γῆς τεκμήριον ποιεῖται τοῦ ἀπὸ τῆς θαλάσσης αὐτὴν προσκεχῶσθαι τῆς Αἰγυπτίας, οὖσαν πρότερον μέρος τῆς θαλάσσης.
因为他们借用这些证据,认为宇宙整体发生大火灾,正如在他之前的赫拉克利特及其学说的追随者所认为的,以及在他之后的斯多亚学派所认为的那样;并且他们由此宣称,宇宙全体是有生成且会毁灭的。然而,绝不应当认为大地的某些部分干涸而另一些部分又变湿润的原因是宇宙的生成;因为由于微小的变化就动摇全体并将其视为有生成且会毁灭的,这是荒谬的。因为大地的体积若与整个天界相比根本微不足道;人们至少说它对于全体而言仅具有一个点的比例。因此我们说,应当放弃关于全体抱有此种臆断,而宁可认为:大地的这些转变的原因,是经由某些命定且限定的时间——正如每年发生冬季一样——依照星辰的某些周期而在特定地方发生大冬季和过量的暴雨,正如据说丢卡利翁时期的洪水发生在希腊地区和古希腊一样,古希腊即多多纳与阿刻罗俄斯河一带。因为正是这条河流由于其造成的淤积,在许多地方改变了流向,将先前被淹没的土地重新淤积并使其凝实。正是在这片土地上曾居住着赛罗伊人,荷马曾谈及他们说:“在你周围住着赛罗伊人,作为不洗足、卧于地面的解神意者”,以及现在被称为希腊人而当时被称为格赖科伊人的人们,由此至今人们仍称希腊人为格赖科伊人。他似乎会说,这批人在曾经发生的那场洪水中毁灭了。因此,每当发生如此过量的暴雨,以致淹没了许多地方并因湿润而使其无法居住时,就应当认为这种湿润会持续并留存很长时间;正如某些河流由于从其上方泉源和山脉依我们先前所说的方式获得更充裕的补给而终年不息,同样,在这样的暴雨之后,某些持久的湿润也会在这些地方周围长久存留,因为适合于此的大地在其自身中接纳了湿润并长久保持这种状态。而随着时间的推移,因暴雨而变湿润的地方干涸得更厉害,而按本性多水的地方干涸得较少;这种情况越来越加剧,以致因湿润而无法居住的地方随着干燥而变得适于居住,而先前因气候适中而适于居住的地方则因干燥而变得无法居住,直到同一个周期和大周期的冬季再次来临。而且,既然在全体中必然发生某些变化——当然不是宇宙全体的变化,而是在其可生成且可毁灭的部分之中的变化——那么根据所说的话,大地的相同地方必然不会总是保持相同状态,以致要么总是湿润要么总是干燥,而是会发生转变。而表明情况确是如此的一个证据是:被认为是人类中最古老的埃及人,居住在曾是海洋、但因被尼罗河淤积而成为该河杰作的土地上。他说,对于目击者而言,即便从土地本身来看这也十分明显;因为这片土地显得凹陷。但他又说,红海一带的情况也是对此的一个充分明证。那么所说的内容究竟是什么,它又如何证明埃及的土地是河流的杰作呢?这是因为,那些企图通过开凿中隔之地而将红海与埃及海连接起来的人不再这样做,是因为红海比埃及海周围的土地地势更高,势必会淹没该地,因而也会淹没并消灭尼罗河。或许有人会追问,如果埃及之地曾是海洋,中隔之地是否能这样被开凿并且红海与埃及海能否合为一体。但他指出,大流士也曾尝试开凿,而在他那个时代埃及早已被淤积了。或者毋宁说,他是把埃及土地比红海及其后的土地更为凹陷这一事实,作为它曾是海洋的一部分而后来从埃及海淤积而成的明证。
- 1.30οὐ μὴν τοῦ τῆς γῆς τὰ μὲν ξηραίνεσθαι, τὰ δὲ πάλιν ἐξυγραίνεσθαι αἰτίαν χρὴ τὴν τοῦ κόσμου γένεσιν ἡγεῖσθαι
句子的核心结构是 χρὴ ἡγεῖσθαι(应当认为),其中 τὴν τοῦ κόσμου γένεσιν(宇宙的生成)作直接宾语,αἰτίαν(原因)作宾语补足语(谓词宾格)。由属格冠词 τοῦ 引出的不定式短语(τὰ μὲν ξηραίνεσθαι, τὰ δὲ πάλιν ἐξυγραίνεσθαι)修饰 αἰτίαν,构成宾格性属格(“大地某些部分变干而另一些部分变湿的原因”)。
- 1.30διό φαμεν ὡς χρὴ ἀφεμένους τοῦ περὶ τοῦ παντὸς τοιαύτας ὑπολήψεις λαμβάνειν μᾶλλον ἡγεῖσθαι τῶν περὶ τὴν γῆν μεταβολῶν αἴτιον γίνεσθαι τὸ διά τινων χρόνων εἱμαρμένων τε καὶ ὡρισμένων ... γίνεσθαι
在 φαμεν ὡς χρὴ 之后引出不定式 ἡγεῖσθαι,宾格分词短语 ἀφεμένους ...(放弃……)充当其逻辑主语。在依赖于 ἡγεῖσθαι 的不定式从句中,主语是由中性单数冠词 τὸ 引出的不定式短语 τὸ ... γίνεσθαι(……的发生),αἴτιον(原因)作表语,并由 τῶν περὶ τὴν γῆν μεταβολῶν 修饰。
- 1.30ὡς δὲ ἐν τῷ κατακλυσμῷ τῷ γινομένῳ ποτὲ τούτων ἀπολομένων λέγοι ἄν
λέγοι ἄν(可以说是他在……说/他似乎在说)是带有 ἄν 的潜在希求法。ὡς 与属格独立结构 τούτων ἀπολομένων 结合使用,表示推测或依据的视角,即“可以认为他是在这些人在曾经发生的洪水中灭亡的假定下这样说的”。
- 1.30τῷ τοὺς θελήσαντας τὴν ἐρυθρὰν θάλασσαν συνάψαι τῷ Αἰγυπτίῳ πελάγει διορύξαντας τὴν μεταξὺ γῆν μηκέτι τοῦτο ποιῆσαι
这一由与格冠词引导的不定式短语(τῷ ... μηκέτι τοῦτο ποιῆσαι)回答了前句的疑问(πῶς δεικτικόν...;“如何表明……?”),表示原因或手段(“由于那些企图……开凿中隔之地的人不再这样做”)。宾格分词短语 τοὺς θελήσαντας ... διορύξαντας 作不定式 ποιῆσαι 的逻辑主语。
