- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:60.16-62.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了大地干湿转变因极其缓慢且跨越多代而不为人知的缘由,结合人群迁徙、定居以及埃及和希腊的例证进行阐发,并批评了将局部的地理变迁误归因于整个宇宙毁灭的论调。
διὸ λανθάνει ἡμᾶς ἕκαστον αὐτῶν γινόμενον· φθάνει γὰρ ὅλων ἐθνῶν ἀπωλείας γίνεσθαι καὶ φθοράς, ὡς μὴ διαμνημονεύεσθαι τὰ πρότερον ὄντα δύνασθαι μηδὲ ἐκ διαδοχῆς. καὶ πρότερον ὅλων τῶν ἐθνῶν ἀπώλειαι γίνονται καὶ φθοραὶ πρὶν μνημονευθῆναι τὴν τούτων μεταβολὴν ἐξ ἀρχῆς εἰς τέλος. δοκεῖ δὲ τὸ εἰρημένον ἔχειν ἀκατάλληλόν τι.1 ὡς γὰρ φθανούσης διὰ τάχους τῆς ἀπωλείας τῶν ἐθνῶν τὴν μνήμην τὴν περὶ αὐτῶν λέγειν δοκεῖ. οὗ τοὐναντίον γίνεσθαι λέγει· διὰ γὰρ τὸ βραδέως αὐτῶν γίνεσθαι τὰς φθορὰς φθάνουσι προαπόλλυσθαι οἱ μνημονεύσαντες ἄν. διὸ εἴη ἂν τὸ λεγόμενον ἴσον τῷ καὶ λανθάνουσιν ὅλων τῶν ἐθνῶν ἀπώλειαι γινόμεναι καὶ φθοραὶ τῆς μνήμης τῶν δι’ ἃ ἀπόλλυνται. ἑξῆς δὲ τίνες αἱ φθοραὶ καὶ πῶς γίνονται, δι’ ἃς οὐ μνημονεύεται τὰ τοιαῦτα τῶν περὶ τὴν γῆν πάθη καταλέγει. καὶ φησὶ μεγίστας μὲν καὶ ταχίστας γίνεσθαι φθορὰς ἀνθρώπων ἐν τοῖς πολέμοις, ἐν οἷς καὶ πόλεις καὶ ἔθνη πολλὰ ἀνάστατα συμβαίνει γίνεσθαι, ἄλλας δὲ νόσοις ταῖς λοιμώδεσι, τὰς δὲ δι’ ἀφορίας τῆς γῆς, δι’ ἃς μετανίστανται ἀπ’ αὐτῆς οἱ σωζόμενοι, καὶ αὗται αἱ μὲν ἀθρόοι γινόμεναι, αἱ δὲ κατ’ ὀλίγον ἀφορωτέρας γινομένης τῆς γῆς. ἐφ’ ὧν φησι καὶ λανθάνειν τὰς μεταναστάσεις τῶν ἐθνῶν κατ’ ὀλίγον καὶ οὐκ ἀθρόως γινομένας· οὐ γὰρ ἅμα πάντες ἀπανίστανται, ἀλλ’ οἱ μὲν ἀπίασιν, οἱ δὲ μένουσιν, ὅσους ἡ χώρα τρέφειν οἵα τε ἔτι· καὶ τοῦτο ἕως τούτου ποιεῖν, μέχρις ἂν τέλεον ἐξασθενήσασα ἡ χώρα μηκέτι μηδὲν πλῆθος δύνηται τρέφειν. ἀπὸ δὴ τῆς τῶν πρώτων ἀπολείψεως ἕως τῶν ἐσχάτων τὴν χώραν καταλιπόντων εἰκὸς γίνεσθαι μακροὺς χρόνους, ὡς μηδένα τῶν ὕστερον ἀπαιρόντων μεμνῆσθαι ὅτι καὶ πρῶτοί τινες ἀπῆραν, διὰ τὸ γενεὰς ἐν μέσῳ πλείους γεγονέναι. ὡς δὲ μεταναστάσεις τῶν ἐθνῶν λανθάνουσι γινόμεναι πολλάκις διὰ τὴν τοῦ χρόνου παράτασιν, οὕτω φησὶ πάλιν καὶ τοὺς κατοικισμοὺς λανθάνειν, πότε πρῶτον ἤρξαντο συνοικίζεσθαι τὰ ἔθνη εἰς τὰ μεταβάλλοντα τῆς γῆς μέρη καὶ γινόμενα ξηρὰ ἐξ ἐνύδρων τε καὶ ἑλωδῶν· κατὰ μικρὸν γὰρ καὶ ἐν τούτοις ἡ ἐποίκησις, καὶ ἐκ πολλῶν χρόνων γίνεται ἡ ἐπίδοσις, ὡς τοὺς ὑστέρους ἐποικήσαντας μὴ γινώσκειν, πότε ἤρξατο τῆς χώρας ἐκείνης ἥ τε εὐκρασία καὶ ὁ συνοικισμός. ὁποῖόν φησι καὶ περὶ τὴν Αἴγυπτον γεγονέναι. καὶ γὰρ οὗτος ὁ τόπος ἀεὶ ξηρότερος φαίνεται γινόμενος καὶ πᾶσα ἡ χώρα ὑπὸ τοῦ ποταμοῦ τοῦ Νείλου ἀπὸ τῆς θαλάσσης προσκέχωσται· ἀλλὰ διὰ τὸ κατὰ μικρὸν τοῦτο γίνεσθαι, καὶ ξηραινομένων τῶν ἑλῶν κατ’ ὀλίγον ἀεὶ τοὺς πλησίον αὐτῶν κατοικοῦντας εἰσοικίζεσθαι εἰς τὰ ξηραινόμενα αὐτῶν τὸ τοῦ χρόνου πλῆθος καὶ τὸ κατὰ μικρὸν ἀφῄρηται τὴν τῆς ἀρχῆς μνήμην. καὶ τὰ στόματα τοῦ Νείλου φησὶ πάντα, δι’ ὧν εἰς τὴν θάλασσαν ἐκχεῖται, χειροποίητα εἶναι χωρὶς τοῦ Κανωβικοῦ τοῦ τῶν καταρρακτῶν, ὡς ὕστερον διὰ τὸ λιμνάζειν τὸν ποταμὸν τῆς θαλάσσης τινὰ καὶ προσχοῦν γενόμενα. σημεῖον δὲ τοῦ προσκεχῶσθαι τὴν Αἰγυπτίαν χώραν ὑπὸ τοῦ ποταμοῦ παρέχεται καὶ τὸ τὸ ἀρχαῖον τὴν Αἴγυπτον Θήβας καλεῖσθαι, καθάπερ καὶ Ὅμηρος μνημονεύει, καίτοι νεώτερος ὢν ὡς πρὸς τὰς τοιαύτας μεταβολάς· Θηβῶν γὰρ τῶν Αἰγυπτίων μνημονεύει, ὡς τῆς Μέμφιδος ἢ οὔπω οὔσης ἢ οὐ τηλικαύτης. κατωτέρω γὰρ αὕτη, τὰ δὲ κατωτέρω καὶ πρὸς τῇ θαλάσσῃ ἀεὶ ὕστερα οἰκίζεται ἐν ταῖς τοιαύταις προσχώσεσι, τῷ ὕστερα καὶ πήγνυσθαί τε καὶ ξηραίνεσθαι καὶ εἰς συμμετρίαν τὴν πρὸς οἴκησιν ἄγεσθαι. μεταβάλλει γὰρ τὰ πρότερον ἀοίκητα καὶ ἑλώδη καὶ εὐθενεῖ πάλιν, οἱ δὲ πρότερον εὐκράτως ἔχειν δοκοῦντες τόποι ἀναξηραινόμενοι πάλιν γίνονται χείρους· οὗ μαρτύριον παρέχεται καὶ τὸ περὶ τὴν Ἀργείων χώραν γεγονὸς καὶ τὴν Μυκηναίων. Ὅθεν τοὺς ἐπὶ μικρὸν βλέποντάς φησι2 καὶ ἀπὸ τῶν μικρῶν περὶ τῶν ὅλων πειρωμένους λέγειν τῆς τοιαύτης κατὰ τὴν γῆν μεταβολῆς, καθ’ ἣν τὰ μὲν ἑλώδη καὶ ὑγρὰ οἰκήσιμά τε καὶ σύμμετρα γίνεται διὰ ξηρότητα, τὰ δὲ πρότερον συμμέτρως ἔχοντα ἀοίκητα διὰ τὴν τῆς ξηρότητος ἐπίτασιν, αἰτίαν λέγειν εἶναι τὴν τοῦ ὅλου μεταβολήν τε καὶ φθοράν.
因此,它们每一项的发生都逃过了我们的注意;因为整族人群的丧失与毁灭发生得更早,以致先前存在的事态甚至无法通过相继相承而被牢记。而在这些转变从始至终被记忆下来之前,整族人群的丧失与毁灭就已发生。然而,所说的这些话似乎含有某种不协调之处。因为他看起来似乎在说,人群的毁灭因其迅速而赶在关于它们的记忆之前。但他实际所说的却是与其相反的情况:因为正由于它们的毁灭发生得缓慢,那些本可以记住的人才先行灭亡了。因此,所说的话应当等同于:“整族人群发生的丧失,以及关于它们因之而灭亡的事态的记忆的毁灭,也逃过了人们的注意。”接下来,他列举了造成大地周围的此类受动不被记住的毁灭究竟是哪些、以及它们如何发生。他说,人类最大且最迅速的毁灭发生在战争中,在战争中许多城邦和族群沦于覆亡;另一些毁灭是由瘟疫所致;还有一些毁灭是由大地的荒歉所致,幸存者因荒歉而从土地上迁徙,而在这些荒歉中,有些是一下子发生的,有些则是随着大地逐渐变得更加不毛而发生的。他说,在这些情况下,人群的迁徙也是逐渐地、而非一下子发生的,因而逃过了人们的注意;因为并非所有人同时撤离,而是一部分人离去,另一部分人在该地区仍能供养的限度内留下来;他们如此行事,直到该地区彻底耗竭而不再能供养任何人群为止。因此,从第一批人离开直到最后一批人放弃该地区,必然经历了漫长的时间,以致后来离去的人没有一个记得最初也有人离去,因为其间经历了好几代人。正如人群的迁徙由于时间的延续而往往不为人所察觉一样,他说,定居的情况也是如此逃过了人们的注意,即各个族群何时最初开始迁居到大地那些正在转变、并从水泽和沼泽变为干燥的部分;因为在这些地方,殖民也是逐渐发生的,其发展经历漫长的时间,以致后来定居的人并不知道该地区温和的气候与定居始于何时。他说,发生在埃及周围的情况也与此类同。因为这一地方似乎也总是变得越来越干燥,而且整个地区都是由尼罗河从海中淤积而成的;但由于这是逐渐发生的,并且随着沼泽逐渐变干,居住在附近的居民总是迁入其干涸的部分,因而漫长的时间和微小渐进的过程消磨了关于起点的记忆。他说,尼罗河汇入大海的所有河口除了瀑布附近的卡诺普斯河口之外,都是人工开凿的,是后来由于河流使海的某些部分变为沼泽并将其淤积而形成的。而且,作为埃及土地由河流淤积而成的证据,他还提出了在古代埃及被称为底比斯这一事实,正如荷马所提及的,尽管相对于此类转变而言荷马属于较晚近的时代;因为他提及的是埃及的底比斯,说明孟菲斯当时要么尚未存在,要么规模没有那么宏大。因为孟菲斯地势较低,而在这样的淤积中,地势较低且临海的地区总是较晚被定居,这是因为它们较晚才凝固、变干并达到适于居住的平衡状态。因为先前无法居住的沼泽地发生了转变,再次繁茂起来,而先前被认为气候温和的处所干涸后又变得更为恶劣;关于这一点,发生在阿耳戈斯人的土地和迈锡尼人的土地上的事情也提供了明证。因此他说,那些目光短浅、企图由细微之事推论全体的人,竟把关于大地的此类转变——依此转变,沼泽与湿润之地因干燥而变得适于居住且均衡,而先前状态均衡之地则因干燥的加剧而变得无法居住——的原因,说成是整个宇宙的转变与毁灭。
- 1.30δοκεῖ δὲ τὸ εἰρημένον ἔχειν ἀκατάλληλόν τι
ἀκατάλληλον 是修辞学和语法学术语,指句法或逻辑上的不协调、不吻合。亚历山大在此指出亚里士多德原文措辞表面的矛盾:字面上看似指人群毁灭迅速从而赶在记忆之前,但实际含义恰恰相反,即变化过程过于缓慢,以致能够记忆的人在漫长的世代更迭中先行灭绝。
- 1.30Ὅθεν τοὺς ἐπὶ μικρὸν βλέποντάς φησι
全句骨架是由主动词 φησί 引出的长篇“带宾格的不定式”结构。不定式的逻辑主语是分词短语 τοὺς ἐπὶ μικρὸν βλέποντας καὶ ... πειρωμένους,主要不定式为 λέγειν,其后又带宾格不定式从句 αἰτίαν ... εἶναι τὴν τοῦ ὅλου μεταβολήν τε καὶ φθοράν。属格短语 τῆς τοιαύτης κατὰ τὴν γῆν μεταβολῆς 依附于 αἰτίαν(意为“此类大地转变的原因是整个宇宙的转变与毁灭”),而关系从句 καθ’ ἣν ... 则修饰 μεταβολῆς。
