- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:58.29-60.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《气象通论》第1卷第14章(351a19)进行注解,阐明大地的湿润与干燥并非恒久不变,而是由太阳运转所驱动、类似于生物盛衰的周期性秩序过程,并通过河流的生成消亡引起陆地与海洋在漫长时间中的相互转化。
" Οὐκ ἀεὶ δ’ οἱ αὐτοὶ τόποι τῆς γῆς οὔτε ἔνυγροί εἰσιν οὔτε ξηροί." Οὐ δοκεῖ αὐτῷ ὅμοια τὰ τῆς γῆς μέρη ἀεὶ μένειν, ὡς τὰ μὲν ὑγρὰ αὐτῆς ἀεὶ ὑγρὰ εἶναι, τὰ δὲ ξηρὰ ἀεὶ ξηρά, ἀλλὰ μεταβάλλειν καὶ γίνεσθαι τὰ μὲν πρότερον ὑγρὰ ξηρά, πάλιν δὲ τὰ ξηρὰ ἐξυγραίνεσθαι, τοῦτο δὲ γίνεσθαι ὑπὸ τῶν ποταμῶν. τῷ γὰρ τούτων τοὺς μὲν ἐπιγεννᾶσθαι οὐ πρότερον ὄντας, τοὺς δὲ ὑπολείπειν τε καὶ φθείρεσθαι, ὡς μηκέτ’ εἶναι, τούτῳ ἕπεσθαι καὶ τὰς τῆς ὑγρᾶς τε καὶ ξηρᾶς γῆς μεταβολάς,1 ὑγραινομένων μὲν τῶν πρότερον αὐτῆς ξηρῶν μερῶν ὑπὸ τῶν ἐν τούτοις γεννωμένων ποταμῶν, τῶν δὲ πρότερον ὑγρῶν ξηραινομένων διὰ τὴν τῶν ἐν αὐτοῖς ὄντων ποταμῶν φθοράν. διὰ δὲ τὴν αὐτὴν αἰτίαν λέγει καὶ τὰ κατὰ τὴν ἤπειρόν τε καὶ θάλασσαν ὑπαλλάσσεσθαι, δι’ ἣν καὶ τῶν ποταμῶν οἱ μὲν γίνονται πρότερον οὐκ ὄντες, οἱ δέ τινες φθείρονται. οὐ μὴν ἀτάκτως δεῖ, φησίν, ὑπολαμβάνειν τὰ τοιαῦτα γίνεσθαι περὶ τὴν γῆν πάθη, ἀλλὰ κατὰ τάξιν τινὰ καὶ περίοδον. αἰτία δὲ καὶ ἀρχὴ τῶν τοιούτων μεταβολῶν τε καὶ παθῶν ἐστιν, ὥς φησιν, ὅτι ὥσπερ τὰ τῶν ζῴων τε καὶ τὰ τῶν φυτῶν σώματα ἀκμήν τινα καὶ γῆρας ἔχει κατὰ φύσιν, οὕτως δὲ καὶ τὰ τῆς γῆς ἐντός. διαφέρει δ’ ὅτι ἐπὶ μὲν τῶν προειρημένων ἡ ἀκμή τε καὶ ἡ παρακμὴ οὐκ ἄλλοτε ἄλλου μέρους ἀκμάζοντός τε καὶ παρακμάζοντος, ἀλλ’ ἅμα πάντα ἐν τούτοις γίνεται· καὶ γὰρ ἀκμάζει ἅμα πάντα ἐν τούτοις γηράσκει τε καὶ φθίνει πάλιν ἅμα πάντα· τῇ δὲ γῇ κατὰ μέρη τοῦτο γίνεται· γίνεται γὰρ αὐτῇ ἡ τοιαύτη μεταβολὴ διὰ ψῦξίν τε καὶ θερμότητα, ἔστι δὲ ἄλλοτε ἄλλα αὐτῆς ψυχόμενά τε καὶ θερμαινόμενα. ὡς γὰρ τοῖς ζῴοις τε καὶ τοῖς ἐμψύχοις ἡ τοῦ ἡλίου περιφορὰ αἰτία αὐξήσεώς τε καὶ μειώσεως (προσιὼν μὲν γὰρ σωτηρίας τε καὶ αὐξήσεως, ἀπιὼν δὲ μειώσεώς τε καὶ φθορᾶς αἴτιος, ὡς δῆλον ἐκ τῶν ἐπετείων· ταῦτα γὰρ προσιόντος μὲν αὐτοῖς τοῦ ἡλίου αὔξεται, ἀπιόντος δὲ φθίνει τε καὶ φθείρεται) ὡς δ’ ἐπὶ τούτων, οὕτως καὶ ἐπὶ τῶν πολυχρονιωτέρων, ὧν ἡ αὔξησις πλείονι χρόνῳ καὶ ἡ φθίσις· ὧν γὰρ ἡ αὔξησις τοσαύταις ἡλίου προσόδοις, τούτων καὶ ἡ μείωσις καὶ ἡ φθίσις τοσαῖσδε ἀφόδοις. ὡς οὖν ταῦτα διὰ τὴν τοῦ ἡλίου περιφορὰν αὔξεταί τε καὶ φθίνει, οὕτω καὶ τὰ τῆς γῆς μέρη παρὰ τῆς προσόδου τε τοῦ ἡλίου καὶ ἀφόδου, καὶ ὅλως παρὰ τῆς ἐκείνου περιφορᾶς τήν τε ἀκμὴν καὶ τὴν παρακμὴν λαμβάνει, ὡς μέχρι μέν τινος δύνασθαι ἀκμάζειν τε καὶ ἔνυγρα διαμένειν, εἶτα ξηραίνεσθαί τε καὶ γηράσκειν πάλιν. γῆρας δὲ τῆς γῆς εἶπε τὴν ξηρότητα, μετενεγκὼν ἀπὸ τῶν ζῴων. ἕπεται δὲ τὸ τῶν μὲν τόπων τε καὶ μορίων τῆς γῆς τῶν ξηραινομένων καὶ τὰς πηγὰς τὰς ἐν αὐτῇ πρῶτον μὲν μειοῦσθαι, ἔπειτα δὲ καὶ φθείρεσθαι, τούτων δὲ γινομένων τὸ καὶ τοὺς ποταμοὺς τοὺς ἀπὸ τούτων ῥέοντας πρῶτον μὲν ἐλάττους γίνεσθαι, ἔπειτα δὲ καὶ τέλεον ἀπόλλυσθαι, τῶν δὲ ποταμῶν τοῦτο πασχόντων καὶ μεθισταμένων, ὡς ἔνθα μὲν γίνεσθαι κατὰ τὰ ἀκμάζοντα μέρη τῆς γῆς, ἔνθα δὲ φθείρεσθαι ὡς ἐκ τῶν παρακμαζόντων τὸ καὶ τὴν θάλασσαν τοὺς μὲν ἐπιλείπειν τῶν τῆς γῆς τόπων, τοὺς δὲ ἐπιλαμβάνειν. προστίθησι δ’ ἑξῆς τὰ γινόμενα περὶ τὴν θάλασσαν ἐπιλειπόντων τε τῶν ποταμῶν καὶ ἐπιρρεόντων· δι’ ἄμφω γὰρ μέρη τινὰ αὐτῆς ξηραίνεται. ὅπου μὲν γὰρ πληθυνόντων τῶν ποταμῶν ὑπερεχεῖτο ἡ θάλασσα ἐξωθουμένη διὰ τὴν ἐκείνων ἐπίρρυσιν, ταῦτα συμβαίνει ξηραίνεσθαι ὑπονοστούσης τῆς θαλάσσης, τῷ μηκέτ’ ἐπιρρεόντων αὐτῶν μηκέτι ἐξωθεῖσθαί τε εἰς αὐτὰ καὶ ὑπερχεῖσθαι· καθ’ ὃ δὲ μέρος πάλιν τὰ τῶν ποταμῶν ῥεύματα ἐμβάλλοντα εἰς αὐτὴν ηὖξεν αὐτὴν καὶ προσέχου, κατὰ ταὐτὰ πάλιν διὰ τὴν πρόσχωσιν λιμνάζειν τε αὐτὴν καὶ κατ’ ὀλίγον ξηραίνεσθαί τε καὶ γίνεσθαι γῆν, ὑπερχεῖσθαι μέντοι καὶ ἄλλα τινὰ ἐπιλαμβάνειν μέρη. τοῦ δὲ μὴ γνωρίμας γίνεσθαι τὰς τοιαύτας μεταβολὰς αἰτίαν φησὶν εἶναι τὸ πᾶσαν τὴν φυσικὴν μεταβολὴν τὴν περὶ γῆν ἐκ προσαγωγῆς καὶ κατ’ ὀλίγον γίνεσθαι καὶ ἐν χρόνοις μακροῖς ὡς πρὸς τὴν ἡμετέραν ζωήν.
“大地的同一处所并非总是潮湿,也并非总是干燥。” 在他看来,大地的各部分并非总是保持相同状态,以致其潮湿部分永远潮湿、干燥部分永远干燥,而是会发生转变,先前潮湿的部分变干,先前干燥的部分又变湿润,而这乃是由河流引起的。因为,由于这些[河流]中有一些以前不存在而新生成,另一些则匮乏并衰亡以至不再存在,潮湿大地与干燥大地的转变也随之而来,大地先前干燥的部分被其中生成的河流弄湿,而先前潮湿的部分则因其中河流的衰亡而变干。他说,大陆与海洋的相互交替也是出于同一个原因,正是出于这一原因,某些以前不存在的河流得以生成,某些河流则归于衰亡。他说,绝不应认为大地周围发生的此类变化是无序发生的,而是依照某种秩序和周期发生的。而此类转变和变化的起因与本原在于,正如他所说,就像动物和植物的肉体自然地具有某种全盛期与衰老期一样,大地的内部也同样如此。不同之处在于,在上述事物中,全盛与衰退并不是在不同时间发生于不同部分,而是在它们之中全部同时发生;因为在它们之中所有部分都同时达到全盛,又全部同时衰老并衰竭;但对于大地而言,这是分部分发生的。因为对它而言,这种转变是通过冷却与变热而产生的,而它被冷却和变热的部分在不同时期是不同的。因为,正如对于动物和有灵魂的存在者而言,太阳的运转是增长与减少的原因一样(事实上,在它接近时是保存与增长的原因,在它离开时则是减少与毁灭的原因,这从一年生的事物中显而易见;因为这些事物在太阳接近它们时增长,在太阳离开时则衰微并衰亡),正如在它们身上如此,在那些更长寿的存在者身上也是如此,后者的增长耗费更多时间,其衰竭也是如此;因为凡其增长需要太阳如此多次接近的,其减少与衰竭也需要如此多次离开。因此,正如这些事物因太阳的运转而增长与衰微,大地的各部分也同样从太阳的接近与离开、概括地说从它的运转中获得其全盛与衰退,以致在某一时期之前能够处于全盛并保持湿润,然后又变干并衰老。他把大地的干燥称为“衰老”,这是从动物隐喻借用而来的。而随之而来的是,随着大地的处所和部分的干涸,其内部的泉水也先是减少、继而消亡,随着这些事情的发生,从它们流出的河流也先是变小、继而完全消亡,随着河流遭受这些影响并发生迁移,以致在此处沿着大地的全盛部分生成,在彼处则因出于衰退部分而消亡,海洋也遗弃大地的某些处所而占领另一些处所。接下来他补充了在河流匮乏和流入时关于海洋所发生的情况;因为由于这两者,海洋的某些部分都会干涸。也就是说,在先前河流丰盈时海洋因它们的流入被推挤而漫溢的地方,随着海洋退去,这些地方便干涸了,因为随着河流不再流入,海洋也不再被推挤到它们之中并漫溢;另一方面,在河流的溪流注入海洋使其扩大并淤积的部分,在同样这些地方又由于淤积而形成沼泽,逐渐变干并成为陆地,但同时又漫溢出去并占领其他某些部分。他说,此类转变不为人所察觉的原因在于,大地周围的一切自然转变都是循序渐进、一点一滴发生的,而且相对于我们的寿命而言是发生在漫长的时间之中。
- 1.30τῷ γὰρ τούτων τοὺς μὲν ἐπιγεννᾶσθαι οὐ πρότερον ὄντας, τοὺς δὲ ὑπολείπειν τε καὶ φθείρεσθαι, ὡς μηκέτ’ εἶναι, τούτῳ ἕπεσθαι καὶ τὰς τῆς ὑγρᾶς τε καὶ ξηρᾶς γῆς μεταβολάς
原因与格冠词不定式(τῷ... ἐπιγεννᾶσθαι... φθείρεσθαι)在主句中由指示代词与格 τούτῳ 加以复述,并引出间接引语不定式 ἕπεσθαι,将河流的新生与消亡指明为干湿大地相互转换的直接原因。
- 1.30ἕπεται δὲ τὸ τῶν μὲν τόπων τε καὶ μορίων τῆς γῆς τῶν ξηραινομένων καὶ τὰς πηγὰς τὰς ἐν αὐτῇ πρῶτον μὲν μειοῦσθαι, ἔπειτα δὲ καὶ φθείρεσθαι, τούτων δὲ γινομένων τὸ καὶ τοὺς ποταμοὺς τοὺς ἀπὸ τούτων ῥέοντας πρῶτον μὲν ἐλάττους γίνεσθαι, ἔπειτα δὲ καὶ τέλεον ἀπόλλυσθαι, τῶν δὲ ποταμῶν τοῦτο πασχόντων καὶ μεθισταμένων, ὡς ἔνθα μὲν γίνεσθαι κατὰ τὰ ἀκμάζοντα μέρη τῆς γῆς, ἔνθα δὲ φθείρεσθαι ὡς ἐκ τῶν παρακμαζόντων τὸ καὶ τὴν θάλασσαν τοὺς μὲν ἐπιλείπειν τῶν τῆς γῆς τόπων, τοὺς δὲ ἐπιλαμβάνειν
主动词 ἕπεται 支配了三个并列的冠词不定式短语(τὸ... τὰς πηγὰς... μειοῦσθαι...、τὸ καὶ τοὺς ποταμοὺς... ἐλάττους γίνεσθαι...、τὸ καὶ τὴν θάλασσαν... ἐπιλείπειν...),分别表示因果链条的各个递进阶段,其间穿插着起过渡连接作用的独立属格结构(τούτων δὲ γινομένων、τῶν δὲ ποταμῶν τοῦτο πασχόντων...)。
未在正文中定位
