← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§58.4-58.28

驳地下蓄水库说与河流发源于山麓

注解亚里士多德《气象论》350b22,反驳了认为河流源自地下巨大蓄水空穴的观点。亚历山大指出河流发源于山麓而非平原的事实,并类比可见泉眼,阐明河水是在地下逐渐凝结渗透汇聚而成的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.29

" Ὅτι μὲν οὖν οὐ δεῖ νομίζειν οὕτω γίνεσθαι τὰς ἀρχὰς τῶν ποταμῶν." Ὑπομιμνήσκει ἡμᾶς διὰ τούτων τῶν δεδειγμένων, ὡς οὐκ ἀληθὴς ἡ δόξα ἡ περὶ τῶν ποταμῶν ἡ λέγουσα αὐτοὺς ῥεῖν ἀπὸ κοιλιῶν τινων οὐσῶν ὑπὸ γῆν καὶ ἐχουσῶν ἠθροισμένον ὕδωρ ἐν αὑταῖς. οὔτε γὰρ ἡ γῆ ἐξήρκει ἂν ταῖς τοῦ τοσούτου ὕδατος ὑποδοχαῖς οὔτε τὰ νέφη, εἰ ἦν καὶ τὰ νέφη προυπάρχον τὸ ὕδωρ πᾶν ἔχοντα ἐν αὑτοῖς τὸ ὑσθησόμενον ἠθροισμένον, καὶ μὴ τὸ μὲν ἐγίνετο, τὸ δὲ κατεφέρετο.1 μαρτύριον δὲ τὸ τοὺς ποταμοὺς ἄρχεσθαι ῥεῖν ἀπὸ τῶν ὑπωρειῶν, ὡς ἀπὸ τούτων συλλειβομένου κατ’ ὀλίγον τοῦ ὕδατος ὃν προείρηκε τρόπον. εἰ γὰρ ἀπὸ κοιλιῶν ἔρρεον, οὐδὲν ἧττον ἂν καὶ ἀπὸ πεδίων ἐγίνετο αὐτοῖς ἡ τῆς ῥύσεως ἀρχή. οὐδὲν μὲν γὰρ ἄτοπον εἶναι λέγειν τινὰς καὶ τοιούτους κατὰ γῆς τόπους, ἔχοντας ἐν αὑτοῖς ὕδωρ, οἷον λίμνας, ἀφ’ ὧν ἀπόρρυσιν γίνεσθαί τινα, οὐ μὴν τηλικαύτας ὡς πᾶν τὸ ὕδωρ τὸ ῥέον ἀπὸ τούτων εἶναι·2 ὅμοιον γὰρ τοῦτο καὶ τὸ οἴεσθαι τὰς φανερὰς πηγὰς μόνας τοὺς ποταμοὺς ἐμπληροῦν, ἐν αὐταῖς παντὸς ἠθροισμένου τοῦ ῥέοντος ὕδατος. ἀπὸ γάρ τινων φανερῶν πηγῶν, ἃς κρήνας εἶπε, πάλιν οἱ πλεῖστοι τὰς ἀρχὰς ἔχοντες φαίνονται· ἀλλ’ ὡς ἐπ’ ἐκείνων οὐκ ἔστι τὸ πᾶν ὕδωρ τοῦ ποταμοῦ αἱ πηγαὶ αἱ φανεραὶ ἀφ’ ὧν ῥέουσιν, ἀλλ’ ἔστι τὸ μὲν ἀπορρέον, τὸ δ’ ἐπιγεννώμενόν τε καὶ συλλειβόμενον, οὕτως οὐδ’ εἴ τί ἐστι κατὰ γῆς ὕδωρ, τοῦτο χρὴ νομίζειν εἶναι τὸ παντὸς τοῦ ῥέοντος ὕδατος σῶμα· ἐπεὶ ὅτι γέ εἰσι τοιαῦται φάραγγές τε καὶ διαστάσεις καὶ κοιλότητες ἐν τῇ γῇ, ὡς ὑποδέχεσθαι ὕδωρ, δῆλον δι’ ὧν παρατίθεται ποταμῶν,3 ὧν τὰ ῥεύματα ἐν τῇ γῇ καταπινόμενα πάλιν κατ’ ἄλλους τόπους ἐκδίδωσιν, ὡς οὐκ ἀπολλυμένου τοῦ ὕδατος ὑπὸ γῆς, ἀλλὰ σωζομένου.

“因此,不应当认为河流的开端是以这种方式产生的。” 他通过这些已经证明的事实提醒我们:那种声称河流发源于地下某些蓄积着水的空穴之中的关于河流的观点,并不是真实的。因为,如果云彩也是预先把所有将要降下的水都汇集并保持在自身之中,而不是一部分正在生成、一部分正在落下,那么大地容纳不下如此大量的水,云彩也同样容纳不下。证据在于,河流是从山麓开始流出的,正如水是以他之前所说的方式从这些地方一点点渗透汇聚起来的那样。因为如果它们是从空穴中流出的,那么它们流动的开端在平原上发生也绝不会减少。因为,说地下也有一些诸如湖泊之类在自身中容纳水的地方、且从中产生了某种流出,这绝非荒谬;但说[它们]大到使所有流动的水都来自它们,则绝不可行。因为这类似于认为仅凭可见的泉眼就能充满河流、仿佛所有流动的水都蓄积在它们之中一样。事实上,大多数河流似乎又是从他称为“井泉”的某些可见泉眼获得其开端的;然而,正如在它们的情况下,〔河流〕从中流出的可见泉眼并不是河流的全部水分,而是一部分流走、另一部分新生成并渗透汇聚,同样,即使地下有某种水,也不应认为这就是所有流动之水的本体。因为,大地上确实存在足以接纳水分的峡谷、裂隙和空洞,这一点通过他所引证的河流是显而易见的——这些河流的水流被吸入地下,又在其他地方涌出,表明水分在地下并没有消灭,而是被保存了下来。

语法注3 条
  1. 1.29εἰ ἦν καὶ τὰ νέφη προυπάρχον τὸ ὕδωρ πᾶν ἔχοντα ἐν αὑτοῖς τὸ ὑσθησόμενον ἠθροισμένον, καὶ μὴ τὸ μὲν ἐγίνετο, τὸ δὲ κατεφέρετο

    短语 εἰ ἦν ... ἔχοντα 是系词 ἦν 与分词 ἔχοντα 结合的迂回构式(periphrastic construction),构成了相当于未完成过去时的反事实条件从句。接下来的 καὶ μὴ τὸ μὲν ἐγίνετο, τὸ δὲ κατεφέρετο 作为 εἰ 辖下的否定分句,用未完成过去时直陈式 ἐγίνετο 和 κατεφέρετο 延续了这一假设。

  2. 1.29οὐ μὴν τηλικαύτας ὡς πᾶν τὸ ὕδωρ τὸ ῥέον ἀπὸ τούτων εἶναι

    在 οὐδὲν μὲν γὰρ ἄτοπον εἶναι λέγειν ... 之后,τηλικαύτας 为阴性复数宾格,在性数上与前文的 λίμνας(或语境中的 κοιλίας)一致并作表语。它构成了依附于 λέγειν 的省略句,意为“[说它们]大到使所有流动的水都发源于它们[则绝不可取]”。

  3. 1.29δι’ ὧν παρατίθεται ποταμῶν

    伴随格吸引(attraction)的倒装结构。原本形式应为 διὰ τῶν ποταμῶν οὓς παρατίθεται(“通过他所引述的那些河流”),但先行词 ποταμῶν 被吸纳进关系从句内部,并配合受介词 διά 支配的关系代词 ὧν 而变为属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:58.4-58.28