- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:56.32-58.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大援引地理考证,注解了亚里士多德关于最大河流皆发源于最高山脉的论证,详细阐述了亚洲帕纳索斯山与高加索山流出的诸水系以及表明两座名山规模浩大的证据。
διὰ ταύτην γὰρ τὴν αἰτίαν οἱ μέγιστοι, φησί, τῶν ποταμῶν, ὡς προείρηται, ἐκ τῶν μεγίστων ὀρῶν ῥέουσιν, ὡς δῆλόν ἐστιν ἐκ τῆς περιόδου τῆς γῆς, ἣν ἀναγεγράφασί τινες ἐκ τοῦ παρὰ τῶν εἰδότων μανθάνειν, περὶ ὧν οὐ γεγόνασιν αὐτόπται. ἑξῆς δὲ τὴν ἱστορίαν παρατίθεται, δι’ ἧς ὅτι οἱ μέγιστοι ποταμοὶ ἐκ τῶν μεγίστων ὀρῶν ῥέουσι συνίσταται. ἐν μὲν γὰρ τῇ Ἀσίᾳ πλεῖστοι ποταμοὶ καὶ μέγιστοι ἐκ τοῦ ὄρους τοῦ Παρνασοῦ ῥέουσιν, ὃ μέγιστον πάντων τῶν ὀρῶν ἐστι τῶν πρὸς τῇ ἀνατολῇ τῇ χειμερινῇ. τὸ δὲ ὑπερβάντι γὰρ ἤδη τοῦτο φαίνεται ἡ ἔξω θάλασσα, ἧς τὸ πέρας οὐ δῆλον τοῖς ἐντεῦθεν τῆς θέσεως τοῦ ὄρους ἐστὶ δηλωτικόν·1 ὅτι γὰρ πρὸς τῇ χειμερινῇ ἕῳ· κατ’ αὐτὴν γὰρ ἡ ἔξω θάλασσα. δύναται καὶ τοῦ μεγέθους τοῦ ὄρους δηλωτικὸν εἶναι, εἰ τηλικαύτη θάλασσα, ὡς τὸ πέρας αὐτῆς μὴ δῆλον εἶναι, οὐ φαίνεται, εἰ μὴ ὑπερβαίη τις τὸ ὄρος, ὡς τούτου ἐπισκοτοῦντος. λέγει δὴ ἐκ τούτου ῥεῖν ἄλλους τε ποταμοὺς ἴσως ἐλάττονας καὶ διὰ τοῦτο ἀνωνύμους, καὶ δὴ καὶ τὸν καλούμενον Βάκτρον καὶ τὸν Χοάσπην καὶ τὸν Ἀράξην, οὗ ὁ Τάναϊς ποταμὸς μέρος ὢν ἀποσχίζεται εἰς τὴν Μαιῶτιν λίμνην. ῥεῖν δέ φησι καὶ τὸν Ἰνδὸν ἐξ αὐτοῦ, μέγιστον ὄντα ποταμὸν ἁπάντων. ἐκ δὲ τοῦ Καυκάσου ὄρους, ὄντος καὶ αὐτοῦ ἐν τῇ Ἀσίᾳ, ἄλλους τε λέγει ῥεῖν ποταμοὺς καὶ πλῆθος πολλοὺς καὶ τὸ μέγεθος ὑπερβάλλοντας καὶ δὴ καὶ τὸν Φᾶσιν, ἔνδοξον ἐπὶ μεγέθει ποταμόν. λέγει δὲ πάλιν τὸν Καύκασον μέγιστον ὄρος εἶναι καὶ ὕψει καὶ πλήθει τῶν πρὸς τῇ θερινῇ ἀνατολῇ. τοῦ μὲν οὖν ὕψους αὐτοῦ σημεῖα ὅτι πόρρωθέν τε ὁρᾶται καὶ ἀπὸ κοίλων τινῶν· ἀπό τε γὰρ τῶν καλουμένων βαθέων περιορᾶται, καὶ εἰσπλεόντων εἰς τὴν λίμνην,2 δῆλον ὡς πόρρω οὖσαν· ἀλλὰ καὶ ὅτι ἡλιοῦται αὐτοῦ τὰ ἄκρα τῆς νυκτὸς μέχρι τοῦ τρίτου μέρους τῆς νυκτός, καὶ πάλιν πρὸς τὴν ἕω ἀπὸ τοῦ τρίτου, ὡς τῶν δώδεκα ὡρῶν τῶν νυκτερινῶν τεσσάρων ὡρῶν μόνων τῶν μέσων τὰ ἄκρα αὐτοῦ μὴ ἡλιοῦσθαι. δύναταί τις ἀκούειν τοῦ μέχρι τοῦ τρίτου μέρους ἡλιοῦσθαι καὶ ἀπὸ τῆς ἕω ἔτι νυκτὸς οὔσης καὶ τῆς ἑσπέρας ἤδη νυκτὸς οὔσης· ὅπως δὲ ἔχει τὸ λεγόμενον, ἐκ τῆς ἱστορίας χρὴ ἐπικρῖναι. τοῦ δὲ πλάτους τε καὶ πλήθους αὐτοῦ σημεῖα ὅτι πολλὰς ἔχων ἕδρας, τουτέστι πολλὰ χθαμαλά, ἐν οἷς οἷόν τε ἱδρύεσθαι, ἐν οἷς τόποις ἔθνη τε κατοικεῖ πολλὰ καὶ λίμναι λέγονται εἶναι μεγάλαι, πάντα ἔχει φανερὰ καὶ ὁρώμενα ἕως τῆς ἐσχάτης κορυφῆς· ὃ τοῦ μεγέθους αὐτοῦ σημεῖον, εἴ γε ἔθνη πολλὰ ἔχει ἐν αὑτῷ τηλικαῦτα, ὡς ὁρᾶσθαι πόρρωθέν τε καὶ κάτωθεν ἅπαντα μέχρι τῆς κορυφῆς, οὕτως ὑψηλῆς οὔσης, ὥσπερ εἴρηκεν. ἑξῆς δὲ μέτεισιν ἐπὶ τὰ Εὐρωπαῖα ὄρη καὶ τοὺς ταύτῃ ποταμούς. δῆλα δὲ καὶ ἃ προστίθησι περί τε τῶν ὀρῶν αὐτῶν καὶ τῶν ποταμῶν τῶν ἀπ’ αὐτῶν ῥεόντων ἔν τε τῇ Εὐρώπῃ καὶ τῇ Λιβύῃ.
正如前文所述,他说,正是由于这一原因,最大的河流都从最大的山脉流出,这从某些人根据了解情况者所述记录下的《大地巡记》中便可明白,关于这些地方,记录者自己并未亲眼目睹。接着,他列举了以此确立最大河流流自最大山脉的地理记录。因为在亚洲,最多且最大的河流流自帕纳索斯山,该山是冬至日出方向所有山脉中最大的一座。而“因为对于已经越过此山的人而言,外海便显现出来,它的界限对于这里的人来说并不明了”这句话,指明了该山的位置;因为它是朝向冬至的黎明,外海正处于该方位。如果一片大到边界不明的海,若非有人越过此山便无法看见——仿佛此山将其遮挡住一般——那么这也能够说明该山的巨大规模。因此他说,从该山流出的还有其他或许较小因而无名的河流,尤其是所谓的巴克特罗斯河、霍阿斯佩斯河和阿拉克塞斯河,塔奈斯河作为它的一部分分流注入迈奥提斯湖。他说印度河也发源自该山,它是所有河流中最大的一条。另一方面,从同样位于亚洲的高加索山,他说流出着数量极多且规模超凡的其他河流,尤其是以巨大著称的法西斯河。他又说高加索山是夏至日出方向的山脉中在高度和幅员上最大的一座。至于其高耸的证据,在于人们能从远方以及某些洼地望见它;因为人们从所谓“深渊”处便能遍观它,航行进入那湖泊的人也能望见它,显然那湖泊相距甚远;而且其顶峰在夜间直到夜之三分之一仍沐浴着阳光,并且朝向拂晓又从夜之三分之一开始受到日照,以致在夜间的十二个时辰中,仅仅在中间的四个时辰其顶峰没有阳光照射。人们也可以把受到日照直到三分之一理解为在仍是夜晚的拂晓以及已成夜晚的薄暮起算;但无论这一说法究竟如何,都须根据地理志加以判定。至于其宽阔与延展(山体幅员)的证据,在于它虽有许多居所——即许多可以定居的平缓低地,在这些地方居住着许多部族,据说还有巨大的湖泊——但直至最高顶峰的一切都是敞露可见的;如果它自身容纳了许多如此庞大的部族,以致直至如他所言那般高耸的顶峰全都能从远方和下方望见,这便是其规模宏大的证据。随后,他转向欧洲的山脉以及该处的水系。他在欧洲和利比亚就这些山脉本身以及自其流出的河流所作的补充,也是显而易见的。
- 1.28τὸ δὲ ὑπερβάντι γὰρ ἤδη τοῦτο φαίνεται ἡ ἔξω θάλασσα, ἧς τὸ πέρας οὐ δῆλον τοῖς ἐντεῦθεν τῆς θέσεως τοῦ ὄρους ἐστὶ δηλωτικόν
亚里士多德原文(350a21–22)的整句话被中性单数定冠词 τό 实质性地名词化作为全句的主语,谓语是支配属格 τῆς θέσεως 的 ἐστὶ δηλωτικόν。在所引语句内部,分词 ὑπερβάντι 是表示评判者或参照基准的与格(关系与格),意为“对于越过此山的人而言”。
- 1.28ἀπὸ κοίλων τινῶν· ἀπό τε γὰρ τῶν καλουμένων βαθέων περιορᾶται, καὶ εἰσπλεόντων εἰς τὴν λίμνην
短语 καὶ εἰσπλεόντων 在句法上由 καί 连接,并未采用预期的与格(如 τοῖς εἰσπλέουσι),而是以属格分词表示观察者视角(在概念上相当于省略主语的属格绝对结构或表视点的属格)。它与前面的空间观察点在意义上并列,即“从所谓的深处被看见,也被驶入湖中的人看见”。
