- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:55.28-56.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《气象学》349b27的引文进行注疏,指出即便是降雨等既存之水,河流也是通过渗滴汇聚而非地下大蓄水库形成的,并以输水工程与山脉的海绵特质作为论证根据。
" Ἔτι δὲ τοῦ μὴ γινομένου ἀλλ’ ὑπάρχοντος." Εἰπὼν γίνεσθαι καὶ ὑπὸ γῆν ὕδωρ κατὰ μεταβολὴν ἀτμίδος διὰ ψυχρότητα, ὥσπερ καὶ ὑπὲρ γῆς, λέγει ὅτι ἀλλὰ καὶ τοῦ μὴ γινομένου ἀλλὰ ὑπάρχοντος (τὸ δὲ καθ’ ἡμέραν τῷ ὑπάρχοντος προσέθηκεν ἀντιδιαστέλλων τὸ οὐ καθ’ ἡμέραν τῷ καθ’ ἡμέραν γινομένῳ· λέγοι δ’ ἂν ὑπάρχον ὕδωρ τὸ ὑόμενον) οὐδὲ ἀπὸ τούτου δὴ τοιαύτας λέγει τὰς ἀρχὰς τῶν ποταμῶν καὶ τὰς ἀπορρύσεις γίνεσθαι ὡς ἠθροισμένου που καὶ ἐν λίμναις τηρουμένου, ἔπειτα ἀπὸ τούτων ἀπορρέοντος, ὡς οἴονταί τινες· ἀλλ’ ὥσπερ ἐν τῷ ὑπὲρ γῆς τόπῳ κατὰ μικρὰ αἱ ῥανίδες συνιστάμεναι πρῶτον, ἔπειτα ἀλλήλαις μιγνύμεναι, τελευταῖον μετὰ πλήθους καταφέρονται ποταμόν τινα ῥέοντα ποιοῦσαι, οὕτως καὶ ἐν τῇ γῇ ἐκ μικρῶν ῥανίδων τὸ πρῶτον συλλείβεσθαι τὸ ὕδωρ τὸ ἀπὸ τῶν ὑετῶν κατὰ τῆς γῆς δῦνον, καὶ ὥσπερ εἰς ἕν τι ἀναπιδώσης τῆς γῆς1 τοῦτον τὸν τρόπον γίνεσθαι τὰς ῥύσεις τῶν ὑδάτων καὶ τὰς τῶν ποταμῶν ἀρχάς. τοῦτο δ’ οὕτως ἔχον φησὶ δείκνυσθαι καὶ ὑπ’ αὐτοῦ τοῦ ἔργου· οἱ γὰρ τὰς ὑδραγωγίας ποιούμενοι καὶ ἐξάγοντές ποθεν ὕδωρ ὑπονόμους ὀρύσσοντες καὶ τέμνοντές τινας διώρυχας συνάγουσι τὸ ἐκ τούτων διαλειβόμενον ὕδωρ ὥσπερ ἱδρῶτα τινὰ τῆς γῆς ἀπὸ τῶν ὑψηλοτέρων γινόμενον εἰς ἕν· οὐ γὰρ ὀρύσσοντες λίμνῃ τινὶ πλήρει περιτυχόντες ταύτην διὰ τῶν ὀχετῶν ἐξάγουσιν. εἰπὼν δὲ γίνεσθαι τὰς λιβάδας ἐν τοῖς ὀρύγμασιν ὥσπερ ἱδρούσης τῆς γῆς ἀπὸ τῶν ὑψηλῶν, τοῦ τοῦτο οὕτως γίνεσθαι καὶ τοὺς ποταμοὺς τὴν ἀρχὴν λαμβάνειν ἀπὸ τοιούτων λιβάδων εἰς ἓν συνιουσῶν σημεῖον παρέθετο τὸ καὶ τὰ ῥεύματα τῶν ποταμῶν ἀπὸ ὀρῶν τὰς ἀρχὰς λαμβάνειν, καὶ τοὺς πλείστους τε καὶ μεγίστους ἀπὸ τῶν ὑψηλοτάτων ῥεῖν ὀρῶν· ἀλλὰ καὶ τὰς κρήνας τὰς πλείστας ὄρεσι γειτνιᾶν καὶ ἀπὸ ὀρῶν ἀπορρεῖν, κρήνας τὰς πηγὰς λέγων. ἐν γὰρ τοῖς πεδίοις ὀλίγαι παντελῶς πηγαὶ καὶ ῥύσεις ὑδάτων χωρὶς τῶν ποταμίων, ἃ ῥεῖ μὲν διὰ τῶν πεδίων, ἐκεῖθεν δὲ τὴν ἀρχὴν ἔχοντα. αἰτίαν δὲ τοῦ ἀπὸ τῶν ὀρῶν καὶ τῶν ὑψηλῶν τόπων τὰς ἀπορρύσεις τῶν ὑδάτων γίνεσθαί φησι τὸ τὰ ὀρεινὰ καὶ ὑψηλὰ χωρία ὡς σπογγιὰς πυκνὰς ὑπερκρεμαμένας τῶν χθαμαλῶν κατὰ μικρὰ καὶ πολλαχοῦ διαπιδᾶν καὶ ἀποδιδόναι ὅπερ ἐν αὑτοῖς ἀπὸ τοῦ ὑετοῦ ὕδωρ δεχόμενα φυλάττει διὰ πυκνότητα· οὐδὲν γὰρ διαφέρειν ἢ κοίλην καὶ ὑπτίαν ποιεῖν τὴν γῆν δεχομένην τὸ ἄνωθεν κατιὸν ὕδωρ καὶ φυλάττουσαν, ἢ πρηνῆ τε καὶ κυρτὴν ἔχουσαν τὴν περιφέρειαν,2 ὡς σπογγιὰν δυναμένην εἰς αὑτὴν τὸ ὕδωρ δέχεσθαι, ὡς μὴ περιρρεῖν· ἀμφοτέρως γὰρ τὸ ἴσον ὑποδέξεται. ἔτι τε καὶ τὴν ἀνιοῦσαν ἀπὸ γῆς ἀτμίδα δι’ αὐτῶν τὰ τοιαῦτα χωρία ψύχει τε καὶ μεταβάλλει εἰς ὕδωρ, ὡς καὶ τοῦτο τὸ γινόμενον, μὴ μόνον τὸ ὑόμενον καὶ προϋπάρχον ἀπορρεῖν ἀπ’ αὐτῶν.
“此外,关于并非新生成而是业已存在的水。” 在阐明了地下正如地上一样,水是由于寒冷通过蒸气的转化而生成的之后,他[亚里士多德]说,甚至就并非新生成而是业已存在的水而言(他在“存在的水”上加上了“日常的”,用非日常生成的来与日常生成的水相对立;他所说的“存在的水”大概是指雨水),河流的源头和流出实际上也决不是像某些人所认为的那样,是因为水在某处积聚并蓄存在湖泊中,然后从这些湖泊中流出的;相反,正如在地上空间中,水滴起初以极小的状态凝结,继而彼此交融,最终汇聚成大股下落并形成流动的河流一样,在地下也是如此,来自降雨而渗入地下的水起初由细小的水滴滴流汇集,大地仿佛渗滤汇为一体,正是以这种方式产生出水流以及河流的本原。他说,这一情况也是由实际作业本身所证明的;因为那些修建输水道并从某处引水的人,通过挖掘地道和开凿沟渠,把从这些地方滴滤出来的水——仿佛大地从高处产生的汗水一样——汇聚到一处;因为他们决不是在挖掘时偶然遇到某个注满的湖泊,再通过管道将其引出的。在说明了渗滴在开掘处产生如同大地从高处渗汗之后,为了证明这一过程确是如此、且河流是从汇为一体的此类渗滴中获得始原,他举出证据说,河流的溪流是从山脉中获得始原的,并且最多且最大的河流都是从最高耸的山脉流出的;不仅如此,绝大多数泉水都临近山脉并从山脉流出——他称水源为“泉水”。因为在平原地区,除了穿过平原流淌、但始原在山区的河流之水以外,水源和水流全然极少。他说,水流从山脉和高地流出的原因在于,多山和高耸的区域如同悬挂在低洼地带之上的致密海绵,在许多地方一点一滴地渗漏,并将它们接收并由于致密而在自身之中蓄存的雨水重新释放出来;因为无论把大地设想为凹陷向上、接收并蓄存从上方降落的水,还是设想为外围倾斜凸起、能够像海绵一样将水吸入自身之中而不使其向周围漫流,都没有任何区别;因为无论哪种方式,它接收的水量都是相同的。此外,此类区域还使穿过它们从大地升起的蒸气冷却并将其转化为水,以致不仅降下的、预先存在的水,而且这种新生成的水也从它们之中流淌出来。
- 1.28ὥσπερ εἰς ἕν τι ἀναπιδώσης τῆς γῆς
由 ὥσπερ 引导的独立属格结构,形象地比喻“仿佛大地渗滤汇聚为一体”。它修饰其后间接引语中的不定式结构(τὰς ῥύσεις ... γίνεσθαι)。
- 1.28οὐδὲν γὰρ διαφέρειν ἢ κοίλην καὶ ὑπτίαν ποιεῖν τὴν γῆν ... ἢ πρηνῆ τε καὶ κυρτὴν ἔχουσαν τὴν περιφέρειαν
在间接引语中依存于 φησί 的不定式 διαφέρειν,由 ἢ ... ἤ 连接两相对比的假设。前者使用 ποιεῖν(“假定/设定”)带双宾格 κοίλην καὶ ὑπτίαν ... τὴν γῆν,后者则转换为宾格分词短语 ἔχουσαν(“[大地]具有倾斜且凸起的外围”)。
