← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§54.23-55.27

风的起因与地下空气化生为水

亚历山大梳理了关于风的本性与吹拂机制的考察课题(究竟是从容器流出还是风自身吹出),探讨了认为河流源自地下空穴所积聚雨水的学说以及亚里士多德的反驳(此类容器将超过整个地球的体积),进而阐释了亚里士多德本人的主张:地下也如地上一样,由空气受冷转变而持续不断地生成水。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.27#2

προσῆκον δέ φησιν εἶναι τῇ περὶ ἀνέμου σκέψει τὸ ζητῆσαι τί τέ ἐστιν ἄνεμος καὶ πῶς γίνεται, καὶ τί τὸ κινοῦν αὐτόν, καὶ πόθεν αὐτῶν ἡ ἀρχὴ τῆς γενέσεως, καὶ πρῶτόν γε πότερον χρὴ τὸν ἄνεμον ὑπολαβεῖν ὡς ἐξ ἀγγείου τινὸς ῥεῖν τε καὶ φέρεσθαι καὶ μέχρι τούτου ῥεῖν, ἕως ἂν κενωθῇ τὸ ἀγγεῖον, ὡς ἐξ ἀσκῶν ἀφιέμενον, ὡς παρὰ τῷ Ὁμήρῳ δοκεῖ ὁ Αἴολος ἐν ἀσκῷ καθείρξας δεδωκέναι τοὺς ἀνέμους τῷ Ὀδυσσεῖ, ὃν ἀσκὸν ὥς τι ἔχοντα ἐν αὑτῷ οἱ ἑταῖροι αὐτοῦ λύσαντες ἀφῆκαν τοὺς ἀνέμους, “ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δ’ ἐκ πάντες ὄρουσαν”, ἢ ὡς τῶν πνευμάτων ἐξ αὐτῶν καὶ ὑπ’ αὐτῶν τῶν ἀνέμων ἀφιεμένων,1 ὡς οἱ γραφεῖς γράφουσι· γράφουσι γὰρ τοὺς ἀνέμους ἐξ αὑτῶν ἀποφυσῶντας τὸ πνεῦμα τὸ ὁμοίως καλούμενον τῷ ἀποφυσῶντι αὐτὸ ἀνέμῳ. δοκεῖ δέ τισιν ὁμοίως ἔχειν καὶ τὸ περὶ τὴν τῶν ποταμῶν γένεσιν· καὶ γὰρ ἐπ’ ἐκείνων ὑπολαμβάνουσί τινες ἠθροισμένον που ὑπὸ γῆς τὸ ὕδωρ ῥεῖν. τὸ γὰρ ἀνενεχθὲν ὑπὸ τοῦ ἡλίου καὶ ἀτμισθὲν πάλιν συστὰν καὶ μεταβαλὸν εἰς ὕδωρ καὶ ὑσθὲν ἀθροισθὲν ὑπὸ γῆν ῥεῖν ἐκ κοιλίας τινὸς οὔσης ἐν τῇ γῇ ὡς ἐξ ἀγγείου μεγάλου, ἢ πάντας μιᾶς ἢ ἄλλον ἄλλης·2 οὐ γὰρ γίνεσθαι ἐν γῇ ὕδωρ, ἀλλὰ τὸ ἀθροισθὲν ἀπὸ τῶν ὑετῶν καὶ τῶν χειμώνων ἐν ταῖς τοιαύταις κατὰ γῆς ὑποδοχαῖς, τοῦτο τὴν χορηγίαν τῶν ποταμῶν εἶναι. οὗ σημεῖον ποιοῦνται τὸ καὶ ῥεῖν αὐτοὺς μείζους μὲν τοῦ χειμῶνος, ἐλάττους δὲ τοῦ θέρους, καὶ τοὺς μὲν αὐτῶν ἀενάους εἶναι, ὅσοι ἐκ κοιλιῶν μειζόνων καὶ ἀπὸ πλείονος ὕδατος ἠθροισμένου, τοὺς δὲ οὐκ ἀενάους ῥεῖν, ὧν τὸ ὕδωρ τὸ ἐν τῇ κοιλίᾳ, ἀφ’ ἧς ῥεῖ, ἐπιλείπει καὶ οὐ διαρκεῖ μέχρι τοῦ μέλλοντος ὄμβρου, ἀφ’ οὗ ἀθροίζεται τὸ ἐν ταῖς κοιλίαις ταύταις ὕδωρ. πρὸς ἣν δόξαν λέγων προσέθηκε τὸ εἴ τις συλλογίσαιτο καὶ πρὸ ὀμμάτων θεῖτο τὴν ὑποδοχὴν καὶ τὸ ἀγγεῖον παντὸς τοῦ ὕδατος τοῦ πανταχοῦ δι’ ὅλης ἡμέρας τε καὶ νυκτὸς ἀδιαλείπτως ῥέοντος ὅλῳ τῷ ἔτει, μεῖζον ἂν τὸν ὄγκον φανείη3 πάσης τῆς γῆς τὸ τοῦ τοσούτου περιεκτικὸν ὕδατος ἀγγεῖον ἢ οὐ πολύ τι αὐτῆς ἔλαττον. εἰπὼν δὲ τοῦτο πρὸς τοὺς οὕτω δοξάζοντας ἑξῆς λέγει τὴν αὑτοῦ δόξαν, ὅτι εἶναι μέν τινας καὶ τοιαύτας κοιλότητας ἐν τῇ γῇ χωρητικὰς ὑδάτων οὐδὲν θαυμαστόν, ἀφ’ ὧν πληρωθεισῶν τοῦ χειμῶνος ἀπόρρυσιν γίνεσθαί τινα, ἄτοπον δὲ τὸ μὴ ἡγεῖσθαι, δι’ ἣν αἰτίαν ὑπὲρ γῆς ἐξ ἀέρος κατὰ μεταβολὴν ὕδωρ γεννᾶταί τε καὶ γίνεται, διὰ τὴν αὐτὴν ταύτην καὶ ὑπὸ γῆν γίνεσθαι. ὡς γὰρ ὑπὲρ γῆς διὰ ψυχρότητα συνίσταται ὁ ἀτμίζων ἀὴρ εἰς ὕδωρ, ὡς ὀλίγῳ πρότερον εἴρηται, οὕτως χρὴ νομίζειν καὶ ὑπὸ γῆν ὑπὸ τῆς ἐν τῇ γῇ ψυχρότητος μεταβολὴν εἰς ὕδωρ γίνεσθαι, ὡς μὴ μόνον εἶναι τὸ φθάνον γεγονέναι ὕδωρ ἐν αὐτῇ,4 ἀλλὰ καὶ γεννᾶσθαι ἐν αὐτῇ συνεχῶς, καὶ τοῦτο γενόμενον ἐν τοῖς πρὸς τοῦτο τῆς γῆς ἐπιτηδείοις τόποις ἀπορρεῖν.

他[亚里士多德]说,关于风的考察所固有的课题,乃是探究风是什么、它如何生成、是什么在推动它,以及它们生成的本原来自何处;尤其是首先应当探究:究竟应当认为风是从某种容器中流出并被输送,且一直流动直至该容器被排空,仿佛从皮囊中被释放出来一样(正如在荷马史诗中,埃俄罗斯似乎将风关在皮囊中交给了奥德修斯,他的同伴们以为皮囊中有某物而将其解开,从而释放了众风:“他们解开了皮囊,众风便一齐冲出”);还是应当认为,气流是由风自身且从风自身之中被释放出来的,正如画师们所描绘的那样——因为他们把风描绘成从自身吹出那与吹出它的风同名的气流。在有些人看来,河流生成的情形也是如此;因为关于河流,也有人主张水是在地下某处积聚之后才流出的。因为[他们声称],被太阳提升并化为蒸气之物,再次凝结并转化为水,以降雨形式降落并在地下积聚,从地下的某个空穴中流出,如同从一个巨大的容器中流出一样,或者是所有的河流源自单一空穴,或者是不同的河流各自源自不同的空穴;因为[他们主张]水并不在地下生成,而是在此类地下蓄水所中由降雨和冬季风暴积聚起来的水,才是河流的供给源。他们以此作为证据:河流在冬季流得更大,在夏季流得更小;凡是从较大空穴以及从积聚了更多水的地方流出的河流都是长流不息的,而那些在其流出的空穴中的水发生匮乏、不能维持到下一次降雨(正是这降雨使水在这些空穴中积聚)的河流,则不能长流。在反驳这一学说时,他补充道:如果有人去推算并眼前设想那容纳一年之中昼夜不停、在各处流淌的所有水的蓄水池和容器,那么容纳如此巨量之水的容器,其体积势必显得比整个地球还要大,或者并不比它小多少。在对如此主张的人说明了这一点之后,他接下来阐述了他自己的见解:地下存在某些能够容纳水的此类空洞,并且在冬季这些空洞被注满之后会产生某种流出,这固然不足为奇;但是,如果不认为在地下〔水〕也正是出于地上水从空气因转化而产生和生成的同一原因而生成,那是荒谬的。因为正如在地上,含有蒸气的空气因寒冷而凝结为水(正如不久前所说的那样),同样也必须认为,在地下,由于地中的寒冷,也会发生向水的转化,以致不仅有预先在地下生成的水存在,而且水也在地下持续不断地产生,并且这生成的水在地表适宜于此的地方流淌出来。

语法注4 条
  1. 1.27ἢ ὡς τῶν πνευμάτων ἐξ αὐτῶν καὶ ὑπ’ αὐτῶν τῶν ἀνέμων ἀφιεμένων

    此处是与前半部分 ὡς ἐξ ἀγγείου τινὸς ῥεῖν... ὡς ἐξ ἀσκῶν ἀφιέμενον(与不定式宾格主语一致的分词结构)形成二选一对应的后半部,ὡς 引导属格绝对结构(τῶν πνευμάτων ... ἀφιεμένων)。句法形式虽有转换,但二者在功能上对等并列,均从属于 πότερον χρὴ τὸν ἄνεμον ὑπολαβεῖν。

  2. 1.27ἢ πάντας μιᾶς ἢ ἄλλον ἄλλης

    承接前文的 ἐκ κοιλίας τινὸς οὔσης ἐν τῇ γῇ,此处省略了介词 ἐκ 与名词 κοιλίας,即 ἢ πάντας [ῥεῖν ἐκ] μιᾶς [κοιλίας] ἢ ἄλλον [ῥεῖν ἐξ] ἄλλης [κοιλίας]。属格 μιᾶς 与 ἄλλης 表示源头或起点。

  3. 1.27τὸ εἴ τις συλλογίσαιτο καὶ πρὸ ὀμμάτων θεῖτο ... μεῖζον ἂν τὸν ὄγκον φανείη

    中性定冠词 τὸ 将后文包含条件从句(εἰ + 祈愿语气)与归结从句(ἄν + 祈愿语气)的整个假言命题实质化,充当动词 προσέθηκε 的直接宾语。归结从句中,主语为 τὸ ... ἀγγεῖον,μεῖζον 为表语形容词,τὸν ὄγκον 为限制宾格(“在体积上”)。

  4. 1.27ὡς μὴ μόνον εἶναι τὸ φθάνον γεγονέναι ὕδωρ ἐν αὐτῇ

    连词 ὡς 在此引导表示结果或延伸说明的不定式结构(ὡς + 不定式)。动词 φθάνω 搭配完成时不定式 γεγονέναι 为惯用表达,表示“预先已经生成”、“早已存在”,修饰实质化主语 τὸ ... ὕδωρ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:54.23-55.27