- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:53.17-54.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德由降雨的论述转向关于风、河流与海洋的探讨,并考察前人的观点。他借助河流的比喻以及质料与形式的区别,驳斥了将风仅仅视作流动的空气因而主张所有风为单一之风的学说。
" Περὶ μὲν οὖν ὑετῶν." Μέλλων πάλιν ἐπ’ ἄλλο πρόβλημα μεταβαίνειν πάλιν ἡμᾶς ὑπομιμνήσκει περὶ ὧν πεποίηται τὸν λόγον, μέτεισιν δὲ ἐπὶ τὸν περί τε ἀνέμων καὶ πάντων τῶν πνευμάτων λόγον (λέγοι δ’ ἂν πνεύματα τοὺς μὴ ὠνομασμένους ἀνέμους ἢ καὶ ὅλως ὅσα γίνεται πνεύματα, εἰ καὶ μὴ ἄνεμοι ταῦτα ὄντα, ἀλλ’ ἐκ γῆς ἀναφυσήματα) ἔτι δὲ ποταμῶν τε καὶ θαλάσσης. καὶ φησὶ δεῖν καὶ περὶ τούτων πρῶτον ἀπορῆσαι πρὸς ἡμᾶς αὐτοὺς τὰ δυνάμενα περὶ αὐτῶν ἀπορεῖσθαι, ἐπεὶ μηδὲν προείρηται περὶ τῆς τούτων γενέσεως ὑπό τινος, ὃ μὴ κἂν ὁ τυχὼν περὶ αὐτῶν εἴποι.1 καὶ ὅτι γε τοιαῦτα τὰ περὶ αὐτῶν προειρημένα, δι’ ἧς παρατίθεται δόξης δείκνυσι· φησὶ γὰρ λέγειν τινὰς τὸν ἀέρα κινούμενον καὶ ῥέοντα ἄνεμον εἶναι, ὡς ὁ λέγων Ἱπποκράτης “ἄνεμος γάρ ἐστι ἠέρος ῥεῦμα καὶ χεῦμα,” συνἱστάμενον δὲ πάλιν καὶ πυκνούμενον τὸν αὐτὸν τοῦτον ἀέρα νέφος καὶ ὕδωρ, ὡς οὔσης τῆς αὐτῆς φύσεως ὕδατός τε καὶ πνεύματος· ἄμφω γὰρ ἀήρ. διὸ καὶ τῶν σοφῶς περὶ τούτων βουλομένων λέγειν τινάς φησι λέγειν πάντας τοὺς ἀνέμους ἕνα ἄνεμον εἶναι, ὅτι ὁ μὲν ἄνεμος κατ’ αὐτοὺς ἀὴρ ῥέων, ὁ δ’ αὐτὸς ἀὴρ πᾶσι τοῖς λεγομένοις ἀνέμοις ὁ κινούμενος· παρὰ γὰρ τοὺς τόπους δοκεῖν αὐτὸν διαφορὰς λαμβάνειν, καθ’ οὓς οὐδὲν ἀὴρ ἀέρος διαφέρει.2 ὅμοιον δὲ τὸ τοῦτο λέγειν τῷ λέγειν τοὺς ποταμοὺς πάντας ἕνα ποταμὸν εἶναι, ὅτι μὴ οἱ τόποι ἀφ’ ὧν ῥέουσι διαφορὰν ὕδατος ποιοῦνται, ἔστι δ’ ὁ ποταμὸς ὕδωρ ῥέον. δείξας δὲ τὸ ἄτοπον τῆς δόξης (οὐ γὰρ οἷς ταὐτὸν ὑποκείμενον, ταῦτα ταὐτὰ ἀλλήλοις·3 εἰ γὰρ καὶ ἡ αὐτὴ ὕλη ἐν αὐτοῖς, ἀλλ’ οὐ κατὰ τὴν ὕλην τοῖς πράγμασιν ἡ ταυτότης τε καὶ ἑτερότης, ἀλλὰ κατὰ τὸ εἶδος, καθ’ ὃ καὶ ἔστι καὶ ταὐτά ἐστι) διὰ δὴ ταῦτα ἐπήνεγκε διὸ βέλτιον οἱ πολλοὶ λέγουσιν ἄνευ ζητήσεως τῶν μετὰ ζητήσεως ταῦτα λεγόντων. εἰ μὲν γὰρ οἵ τε ποταμοὶ πάντες ἐκ μιᾶς ἀρχῆς ῥέουσι καὶ τὰ πνεύματα ὁμοίως, εἶεν ἄν τι λέγοντες οἱ ἄνεμόν τε ἕνα τοὺς πάντας λέγοντες καὶ ποταμὸν ἕνα ὁμοίως πάντας· εἰ δ’ ὡς ἐπὶ τῶν ποταμῶν ἐκ διαφόρων ἀρχῶν ἡ ῥύσις τοῦ ὕδατος τῶν διαφερόντων ποταμῶν, οὕτως καὶ ἐπὶ τῶν ἀνέμων καὶ ἐκ διαφερουσῶν ἀρχῶν ἡ ῥύσις ἡ τοῦ ἀέρος, δι’ ἣν αἰτίαν οὐκ ἔστιν εἷς ποταμὸς οἱ πάντες, διὰ τὴν αὐτὴν οὐδ’ ἂν εἷς ἄνεμος εἴη, εἰ καὶ εἴη ὁ ἄνεμος ῥύσις ἀέρος. ὥστε εἴη ἂν αὐτῶν τὸ δοκοῦν κομψῶς εἰρῆσθαι ψεῦδος. κόμψευμα δὲ εἶπε τὸ ἀπὸ τῆς τοῦ ἀέρος οὐσίας τῆς αὐτῆς οὔσης λέγειν καὶ τοὺς ἀνέμους εἶναι τοὺς αὐτούς, ὄντας ἀέρος ῥύσιν.
“关于降雨,便谈到这里……” 在即将再次转向另一探讨课题之际,他[亚里士多德]再次使我们记起他已经论述过的事物,并转入关于风以及一切气流的论述(他所说的“气流”可能是指那些未被命名的风,或者总括而言是指一切生成的气流,即使它们本身不是风而是发自地下的喷气),此外还涉及河流与海洋。他说,关于这些事物,我们也必须首先在我们自身之中对它们所能引起的疑难进行探讨,因为对于它们的生成,前人未曾提出过任何连普通人都能谈论的见解之外的说法。而关于它们的前人论述确实属于此类,他通过所援引的学说加以表明。因为他说,有些人主张处于运动和流动中的空气就是风,正如希波克拉底所言:“风乃是空气的流动与倾注”,而这同一空气再次凝聚和变稠密时就是云与水,理由是水与气流具有相同的本性;因为两者都是空气。因此他说,在那些想要就这些事物作明智论述的人当中,有些人主张所有的风都是同一阵风,因为在他们看来风是流动的空气,而所有所谓风之中运动着的都是这同一空气;因为空气似乎因地方而呈现出差异,但就地方而言,空气与空气之间并无差别。而说出这种观点,就如同说所有的河流都是同一条河,因为它们流出的地方并不造成水的差异,而河流就是流动的水。在指出了这一学说的荒谬之后(因为具有相同基质的事物并非彼此同一;因为即使它们之中具有相同的质料,但事物的同一与差异并不取决于质料,而是取决于形式,事物正是根据形式才存在且保持同一),正是由于这些原因,他补充道:“因此大众不假思索的说法,比起那些经过探究而说出这些观点的人来得更好。”因为如果所有的河流都发源自单一的本原,气流也是如此,那么主张所有风为一阵风、同样主张所有河流为一条河的人或许算是有所建树;但如果在河流那里,不同河流之水的流动源自不同的本原,在风那里空气的流动同样源自不同的本原,那么由于所有河流之所以并非一条河的同一原因,即便风是空气的流动,所有的风也不会是一阵风。因此,他们那看似说得巧妙的言论其实乃是谬妄。而他所谓的“巧妙之辞”,是指根据空气的实体是相同的这一前提,断言作为空气之流动的风也是彼此相同的。
- 1.27ὃ μὴ κἂν ὁ τυχὼν περὶ αὐτῶν εἴποι
该限定关系从句由否定词 μηδέν 引出,关系代词 ὃ 后接 μή 与表潜在可能的 ἄν+祈愿语气(κἂν ... εἴποι,即 καὶ ἄν εἴποι)。通过双重否定(“没有任何……不是哪怕普通人也能说出的”),表明前人对于这些现象的论述从未超出过任何凡夫俗子也能做出的粗浅观察。
- 1.27παρὰ γὰρ τοὺς τόπους δοκεῖν αὐτὸν διαφορὰς λαμβάνειν, καθ’ οὓς οὐδὲν ἀὴρ ἀέρος διαφέρει
承接上文 φησί 的间接引语“宾语+不定式”结构。δοκεῖν 的逻辑主语 αὐτόν 代指空气。介词短语 καθ’ οὕς 的先行词是前面 παρὰ τοὺς τόπους 中的 τοὺς τόπους,形成了“他们认为空气依地方而获得差异,但就这些地方而言空气本身与空气之间并无差别”的修饰与反驳结构。
- 1.27οὐ γὰρ οἷς ταὐτὸν ὑποκείμενον, ταῦτα ταὐτὰ ἀλλήλοις
该关系从句省略了先行指示代名词,其骨架结构为 [οὐ γὰρ ἐκεῖνα,] οἷς [ἐστι] ταὐτὸν ὑποκείμενον, ταῦτα [ἐστὶ] ταὐτὰ ἀλλήλοις(“因为凡具有相同基底者,彼此并不因此同一”)。主句和从句中均省略了系动词 ἐστί,οἷς 为表所有的与格。
