← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§52.1-53.16

夏季冰雹稀少的原因与预热促进急速冷却

亚历山大注解了亚里士多德关于夏季虽热但冰雹较少的原因(因缺乏湿气而干燥),以及援引日常经验和异域习俗证明预热有助于更快冻结的论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.26

" Ἧττον δὲ τοῦ θέρους γίνεται." Ἐπεὶ εἶπεν ἐν τοῖς ἀλεεινοτέροις καιροῖς γίνεσθαι τὴν χάλαζαν καὶ ἐν τοῖς μᾶλλον μᾶλλον, ἀντιπερισταμένου τοῦ ψυχροῦ τῷ θερμῷ καὶ εἰς βάθος ἀθροιζομένου καὶ ἀθρόως τὰ ἐνταῦθα ψύχοντος καὶ μεταβάλλοντός τε καὶ πηγνύντος, ὃ ἠπόρησεν ἄν τις, λύει· ἔστι δὲ τοῦτο, διὰ τί εἰ οὕτως ἡ χάλαζα γίνεται,1 οὐ μᾶλλον ἐν τῷ θέρει γίνεται· τότε γὰρ μᾶλλον θερμὸν τὸ περιέχον. λέγει δὴ ἧττον ἐν τῷ θέρει γίνεσθαι ἢ ἔαρός τε καὶ μετοπώρου, ὅτι πρὸς τῷ θερμὸς ὁ ἀὴρ εἶναι τότε καὶ ξηρός ἐστι, δεῖ δὲ πρὸς τὰς ἀναθυμιάσεις ὑγρότητος. ἐν δὲ τῷ ἔαρι ἔτι ἔστιν ὑγρότης ἀπὸ τοῦ χειμῶνος μένουσα, καὶ τὸ μετόπωρον δὲ ἤδη ὑγραίνεται. καὶ τῆς ὀπώρας δὲ ἤδη ἀκμαζούσης χάλαζαι γίνονται, καὶ τότε δὲ διὰ τὸ ὑγρότητά τε ἤδη εἶναι πλείω καὶ ἀλέαν ἔτι. πρὸς δὲ τὴν πῆξιν τοῦ ὕδατος τὴν ταχυτέραν συμβάλλεσθαί τί φησι καὶ τὸ προτεθερμάνθαι τὸ ὕδωρ· λέγοι δ’ ἂν τὸ νέφος ἐξ οὗ τὸ ὕδωρ. ὅτι δὲ θᾶττον ψύχεται τὸ προτεθερμασμένον, σημεῖον παρατίθεται τὸ τοὺς ψῦξαι ταχὺ ὕδωρ βουλομένους πρῶτον αὐτὸ προθερμαίνειν ἐν τῷ ἡλίῳ. καὶ οἱ ψύχοντες δὲ τὸ ὕδωρ τῇ τῆς χιόνος ἔξωθεν περιθέσει τῷ ἀγγείῳ, ἐν ᾧ τὸ ψυχόμενόν ἐστι, προθερμήναντες ὡς ὅτι μάλιστα τὸ ἐγχεόμενον ὕδωρ εἰς αὐτὸ οὕτως ἐγχέουσιν, ὡς θᾶττον τοῦ προτεθερμασμένου ψυχομένου. ἀλλὰ καὶ δύο ἀγγείων εἰς φρέαρ ἐκκρεμασθέντων ὁμοίων τε καὶ ἴσον ὕδωρ ἐχόντων, ἀλλὰ τοῦ μὲν θερμὸν τοῦ δὲ ψυχρόν, ψυχρότερον ἔχον εὑρίσκεται τὸ ἔχον τὸ προτεθερμασμένον. λέγει δὲ καὶ τοὺς περὶ τὸν Πόντον, ὅταν ἐπὶ τοῦ κρυστάλλου σκηνοποιῶνται χειμῶνος πρὸς τὸ ἰχθῦς θηρᾶν (θηρεύουσι γὰρ καὶ τοῦ χειμῶνος, καίτοι πεπηγότος τοῦ ποταμοῦ, διακόπτοντες τὸν κρύσταλλον· λέγοι δ’ ἂν ταῦτα περὶ τῶν ἐν τῷ Ἴστρῳ θηρώντων· οὗτος γὰρ ἐκεῖ τέ ἐστι καὶ πήγνυται· ἢ καὶ εἴ τις ἄλλος ἐν ἐκείνοις τοῖς τόποις τοιοῦτός ἐστι ποταμός) τούτους δή φησι τοῖς καλάμοις ὕδωρ περιχεῖν θερμὸν διὰ τὸ θᾶττον τοῦτο πήγνυσθαι ἐν τῷ ψύχει. χρῶνται γὰρ τῷ κρυστάλλῳ ἐπὶ τῶν καλάμων, δι’ ὧν θηρῶσι τοὺς ἰχθῦς, ἀντὶ μολίβδου πρὸς τὸ ἠρεμεῖν αὐτοὺς διὰ τὴν τοῦ βάρους ἐξάρτησιν καὶ μὴ κινουμένους πολλὰ ἀνασοβεῖν τοὺς ἰχθῦς.2 θερμὸν δὲ γίνεται ταχὺ τὸ συνιστάμενον ὕδωρ ἔν τε ταῖς ὥραις καὶ ταῖς χώραις ταῖς ἀλεειναῖς. ἐπιζητήσαι ἄν τις, τίνος χάριν εἴρηκε τοῦτο· δοκεῖ γὰρ ἀπηρτῆσθαι τοῦ προειρημένου. ἢ πρὸς τὸ πρῶτον3 ἀπέδωκε, τὸ διὸ πολλοί, ὅταν ψῦξαι ταχὺ βουληθῶσιν, εἰς τὸν ἥλιον τιθέασι πρῶτον· τούτῳ γὰρ ἀκόλουθον τὸ θερμὸν γίνεται ταχὺ τὸ συνιστάμενον. λέγει τε καὶ περὶ τὴν Ἀραβίαν τε καὶ Αἰθιοπίαν τοῦ θέρους καὶ οὐ τοῦ χειμῶνος γίνεσθαι τοὺς ὑετούς, καὶ ῥαγδαίους δὲ καὶ τῆς αὐτῆς ἡμέρας πολλάκις, διὰ τὴν προειρημένην αἰτίαν· ταχὺ γὰρ ψύχεσθαι διὰ τὴν ἀντιπερίστασιν τὴν εἰς βάθος, ἥτις γίνεται διὰ τὸ εἶναι τὴν χώραν λίαν ἀλεεινήν. ἐπιζητήσαι δ’ ἄν τις, πῶς εἰ τὸ θέρος ξηρόν ἐστιν, ὡς προείρηκε, παρ’ οἷς ξηρότατόν ἐστι τὸ θέρος, παρὰ τούτοις οἱ ὑετοὶ τοῦ θέρους γίνονται. ἢ αἱ μὲν ἀναθυμιάσεις καὶ αἱ τῶν νεφῶν συστάσεις οὐκ ἐκεῖ γίνονταί τε καὶ γεννῶνται, ἀλλ’ ὑπὸ πνευμάτων τῶν ἐτησίων πρὸς τὰ ἐκεῖ ὄρη ὄντα ὑψηλὰ ἀπωθούμεναι συνίστανται, ὡς λέγει· τῆς δὲ ταχείας αὐτῶν εἰς ὑετὸν μεταβολῆς ἡ προειρημένη ἀντιπερίστασις αἰτία, ὡς λέγει ἐν τοῖς περὶ τῆς τοῦ Νείλου ἀναβάσεως.

“但是在夏季发生得较少……” 既然他[亚里士多德]曾说,由于冷气对热量发生反冲、积聚于深处并一举冷却、转变且冻结那里的事物,冰雹在较温暖的季节生成,并且在更为温暖时生成得更多,他就解决了一个人们可能会提出的疑难;这疑难就是:如果冰雹是这样生成的,为何在夏季并不生成得更多;因为那时周围环境更热。于是他说,夏季比春季和秋季都更少生成冰雹,是因为那时空气除了炎热之外还是干燥的,而蒸发物需要湿气。但在春季,仍有从冬季残留的湿气,而秋季也已经变得湿润了。在果实成熟之季已达极盛时也会生成冰雹,那时同样是因为湿气已较为充足,而温暖依然存在。此外他说,水预先被加热对于水更迅速地冻结也有所助益;他所指的可能是水所由出的云层。作为预先被加热之物冷却得更快的证据,他援引了那些想要迅速冷却水的人首先将其在阳光下预热的做法。那些通过在盛放待冷却之水的容器外部敷设积雪来冷却水的人,也是在尽可能预热注入其中的水之后才将其注入的,这是基于预先被加热之物冷却得更快这一道理。不仅如此,如果将两个相同且盛有等量水的容器悬挂在水井中,但一者盛热水而另一者盛冷水,盛放预先被加热之水的容器会被发现变得更冷。他还谈到本都一带的人们,每逢冬季在冰上搭起帐篷以捕鱼时(因为他们即便在冬季河流结冰时也凿开冰层捕鱼;他所说的可能是指在伊斯特罗斯河捕鱼的人,因为这条河既位于那里又会结冰;或者如果那些地方有任何其他此类河流亦然);他说,这些人把温水浇在芦苇竿周围,因为这在严寒中冻结得更快。因为他们将捕鱼所用的芦苇竿上的冰块代替铅坠使用,以便通过悬挂重物使芦苇竿保持静止,不致因频繁晃动而惊吓游鱼。并且在温暖的季节和温暖的地域,凝聚的水迅速变热。有人可能会探问,他是为了什么目的说出这句话的;因为这似乎与前文所述脱节。或者说,他使其对应于最初的那一点,即“因此许多人在想要迅速冷却时,首先将其置于阳光下”;因为凝聚之水迅速变热正是承接于此。他还说,在阿拉伯和埃塞俄比亚一带,降雨发生在夏季而非冬季,而且雨势倾盆,在同一天内往往下好几次,也是由于前述的原因;因为由于该地区极其温暖而产生的向深处的反冲,冷却发生得极为迅速。但有人可能会探问:如果像他此前所说的那样夏季是干燥的,那么在夏季最干燥的人们那里,降雨怎么会发生在夏季呢?或者说,蒸发物以及云层的凝聚并非在当地发生和生成,而是正如他所说的那样,被埃忒西亚风推向当地的高山而凝聚;而正如他在论尼罗河泛滥的论述中所说,前述的反冲乃是它们迅速化为降雨的原因。

语法注3 条
  1. 1.26ὃ ἠπόρησεν ἄν τις, λύει· ἔστι δὲ τοῦτο, διὰ τί εἰ οὕτως ἡ χάλαζα γίνεται, οὐ μᾶλλον ἐν τῷ θέρει γίνεται

    关系代词 ὃ 作为 λύει 的宾语被前置。ἠπόρησεν ἄν 是不定过去时直陈式加 ἄν 表示潜在可能(“人们可能会提出的疑难”)。ἔστι δὲ τοῦτο, διὰ τί... 则是以同位语方式具体说明该疑难的内容。

  2. 1.26πρὸς τὸ ἠρεμεῖν αὐτοὺς διὰ τὴν τοῦ βάρους ἐξάρτησιν καὶ μὴ κινουμένους πολλὰ ἀνασοβεῖν τοὺς ἰχθῦς

    介词短语 πρὸς τό 接不定式(ἠρεμεῖν 与 ἀνασοβεῖν)表示目的。不定式的逻辑主语宾格代词 αὐτούς 指代前文的“芦苇竿”(καλάμων,阳性)。分词 κινουμένους 与 αὐτούς 一致,表示方式或伴随情态。

  3. 1.26ἢ πρὸς τὸ πρῶτον ἀπέδωκε, τὸ διὸ πολλοί, ὅταν ψῦξαι ταχὺ βουληθῶσιν, εἰς τὸν ἥλιον τιθέασι πρῶτον

    小词 ἢ 引出注疏者对前文疑问(为何看似突兀地插入该命题)所给出的替代性/肯定性解答。动词 ἀπέδωκε 的主语是亚里士多德,意指他将此话对应回最初的论点(πρὸς τὸ πρῶτον)。中性冠词 τό 将其后引述的整句名词化。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:52.1-53.16