- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:50.17-51.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段注解亚里士多德驳斥阿那克萨戈拉后提出的相互排斥反冲(antiperistasis)冰雹生成论(348a36),阐明冷热互斥聚结、云层迅速化水与冻结、水在上空结冰的可能性,以及近地生成导致大冰雹与暴雨的机理。
" Ὅτι μὲν οὖν οὐ τῷ ἀπωθεῖσθαι εἰς τὸν ἄνω τόπον." Εἰπὼν πρὸς τὴν δόξαν τὴν τοῦ Ἀναξαγόρου τὴν λέγουσαν γίνεσθαι τὴν χάλαζαν ἐν τῷ πορρωτέρω τῆς γῆς τόπῳ ὄντι ψυχροτέρῳ, ἀπωθουμένων τῶν νεφῶν εἰς ἐκεῖνον ὑπὸ τῆς περὶ τὴν γῆν θερμότητος, κἀκεῖ μεταβαλλόντων τε εἰς ὕδωρ καὶ πηγνυμένου τοῦ γινομένου ὕδατος ὑπὸ τῆς ἐν τῷ τόπῳ ψυχρότητος, ἄρχεται τὴν οἰκείαν τιθέναι δόξαν, καὶ φησὶν αἰτίαν εἶναι τὴν ἀντιπερίστασιν1 τῆς γενέσεως τῆς χαλάζης. ἐπεὶ γὰρ ἀντιπεριίσταται τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἀλλήλοις, ὡς τοῦ χειμῶνος εἰς τὰ βάθη τὸ θερμὸν ἀπωθεῖσθαι ὑπὸ τῆς τοῦ περιέχοντος ψυχρότητος,2 ἐν δὲ ταῖς ἀλέαις πάλιν τὸ ψυχρὸν εἰς τὸ βάθος ἀναχωρεῖν ἀντιμεθιστάμενον τῇ κατὰ τὸ περιέχον θερμότητι (διὸ ἐν μὲν ταῖς ἀλέαις ψυχρότερα τὰ κάτω τῆς γῆς· διὰ τοῦτο γὰρ καὶ τὰ ἐν τοῖς φρέασιν ὕδατα τότε ψυχρότερα γίνεται· ἐν δὲ τοῖς ψύχεσιν ἥ τε ἐν βάθει γῆ θερμοτέρα καὶ τὰ ὕδατα τὰ πηγαῖα), ταύτην δὴ χρὴ τὴν ἀντιπερίστασιν ὑπολαμβάνειν γίνεσθαι καὶ ἐν τῷ ἄνω τόπῳ καὶ ἐν τοῖς νέφεσιν, ὡς ἐν ταῖς ἀλεεινοτέραις ὥραις ἀντιπεριιστάμενον τὸ ἐν αὐτῷ ψυχρὸν εἰς τὸ βάθος διὰ τὴν κύκλῳ θερμότητα ταχεῖαν τὴν ἐν αὐτῷ μεταβολὴν τὴν γινομένην διὰ τὴν ψῦξιν ποιεῖ. διὸ ἐν ταῖς τοιαύταις ὥραις ἥ τε εἰς ὕδωρ μεταβολὴ ταχεῖα γίνεται· διὸ καὶ αἱ ψεκάδες ἀθρόαι γίνονται καὶ πολὺ μείζους καταφέρονται, ὡς οὐ κατ’ ὀλίγον μεταβάλλουσαι καὶ γεννώμεναι ἐκ τοῦ νέφους, ἀλλ’ ἀθρόως. τοῦτο γὰρ αἴτιον τοῦ καὶ τοὺς ὑετοὺς γίνεσθαι τότε λαβροτέρους τε καὶ ἠπειγμένους μᾶλλον. ὡς γὰρ ἐν τοῖς ψύχεσι τὸ θερμὸν τὸ ἔτι ὑπολειπόμενον ἐν τοῖς νέφεσιν ὑπὸ τοῦ ἀνάγοντος τὴν τοιαύτην ἀναθυμίασιν, ὄντος πλείονος, εἰς τὸ βάθος ὑπὸ τῆς προσπιπτούσης ἔξωθεν ψυχρότητος ἀπωθούμενόν τε καὶ ἀθροιζόμενον ἐν τῇ μετὰ βίας ἐκκρίσει καὶ ἐκπυροῦται πολλάκις, ὅταν ᾖ τοσοῦτον, ὡς ἐρεῖ καὶ αὐτὸς προελθών, ἐπειδὰν λέγῃ περὶ ἀστραπῶν τε καὶ κεραυνῶν, οὕτως ἔμπαλιν, ὅταν θερμὸν ᾖ τὸ περιέχον, τὸ ψυχρὸν τὸ ἐν τοῖς νέφεσι κατισχόμενον εἰς τὸ βάθος ἀπωθεῖται, καὶ ἀθροισθὲν τὰς εἰς τὸ ὕδωρ μεταβολὰς τῶν νεφῶν ἀθροωτέρας ποιεῖται καὶ τὰς πήξεις τοῦ γεννηθέντος ὕδατος ἀπ’ αὐτοῦ, ὅταν ᾖ τοσοῦτον. εἰπὼν δὲ ταῦτα ἐναντίως φησὶν ἔχειν τὰ γινόμενα τῇ προκαταβεβλημένῃ δόξῃ, ἧς ἦν καὶ Ἀναξαγόρας. ἐκεῖνος μὲν γὰρ τότε ἔλεγε γίνεσθαι τὴν χάλαζαν, ὅταν τὸ νέφος εἰς τὸν ψυχρὸν τόπον καὶ ἀνωτέρω ἀπωσθῇ ὑπὸ τῆς περὶ τὴν γῆν θερμότητος· τὸ δὲ ὑφ’ ἡμῶν λεγόμενόν ἐστιν ὅτι τότε γίνεται ἐν τῷ νέφει ἡ τοιαύτη μεταβολή, ὅταν εἰς τὸν θερμότερον ἐμπέσῃ3 τόπον, καὶ μάλιστα, ὅταν μάλιστα. ὅταν γὰρ ἔτι μᾶλλον ἀντιπεριστῇ τῷ θερμῷ τὸ ψυχρόν, ὡς πλεῖον ἐν τῷ βάθει γενέσθαι συνελαυνόμενον εἰς τοῦτο ὑπὸ τῆς ἔξω θερμότητος, ἅμα τε τὴν εἰς τὸ ὕδωρ μεταβολὴν ἐποίησε τοῦ νέφους καὶ εὐθὺς τῷ γενέσθαι τὸ ὕδωρ ἔπηξεν, ὡς γενέσθαι χάλαζαν. ἑξῆς δὲ λέγει καὶ πῶς οἷόν τε τὸ ὕδωρ ἄνω πήγνυσθαι, ὃ ἐν τοῖς πρώτοις ἠπόρησεν. ἐπεὶ γὰρ ἥ τε καταφορὰ τοῦ ὕδατος ἐν χρόνῳ γίνεται, ἐν χρόνῳ δὲ καὶ ἡ πῆξις, ὅταν ἐλάττονι χρόνῳ καὶ θᾶττον ἡ πῆξις τῆς καταφορᾶς αὐτοῦ γίνηται, συμβαίνει αὐτὸ ἄνω ὂν ἔτι πήγνυσθαι. ὅσῳ δ’ ἂν ἐγγυτέρω τῆς γῆς ἡ τοιαύτη μεταβολὴ γίνεται, τοσούτῳ τά τε ὕδατα λαβρότερα γίνεται καὶ αἱ χάλαζαι μείζους διὰ τὸ ὀλίγον φέρεσθαι τόπον καὶ μὴ ἀποθραύεσθαι αὐτῶν ἐν τῇ καταφορᾷ πολλά, οὐδὲ αἱ μεγάλαι ψεκάδες πυκναὶ πίπτουσι τότε διὰ τὸ ἐγγὺς αὐτῶν τὴν μεταβολὴν γίνεσθαι καὶ φθάνειν τὰς πρώτας καταφέρεσθαι πρὸ τῆς τῶν ἄλλων γενέσεως. ἢ οὐ πυκναί, ὅτι4 ἐν τῇ καταφορᾷ οὐ διαιροῦνται, ὃ πάσχουσιν αἱ ἐξ ὕψους καταφερόμεναι.
“因此,这显然不是由于被推斥到上方处所……” 在反驳了阿那克萨戈拉的观点——该观点声称冰雹是在离大地更远、因而更冷的处所生成的,因为云层被大地周围的热量推斥到那里,并在那里化为水,生成的水又被该处所的严寒冻结——之后,他[亚里士多德]开始提出自己的观点,并指出相互排斥反冲是冰雹生成的原因。因为既然热与冷彼此相互排斥反冲,以至于在冬季,热量被周围环境的寒冷推斥到深处,而在炎热时,冷气又退入深处,与周围环境中的热量发生换位(因此在炎热时地底较冷——因为这个缘故,水井中的水在那时也变得更冷——而在寒冷时深处的土地和泉水则较暖),所以必须假定这种反冲在上方处所和云层中同样发生,以至于在较温暖的季节,云层内部的冷气由于周围的热量而向深处反冲,使得其内部由于冷却而发生的变化变得极其迅速。因此,在此类季节中,云化为水的过程发生得极为迅速;因此雨滴也是成群聚结、且作为大得多的滴粒降落下来,因为它们不是一点一点地从云层中转变并生成,而是一齐生成的。因为这就是那时的降雨变得更加猛烈和湍急的原因。正如在寒冷中,由于上升此类蒸发物的力量而仍留在云层中的热量(如果它较多的话),被外部袭来的寒冷推斥到深处并积聚起来,在剧烈的排出过程中往往甚至会起火(当它如此之大时,正如他本人在后文讨论闪电与雷霆时也将指出的那样);反之亦然,当周围环境炎热时,云层中受压制的冷气被推斥到深处,一旦积聚,就使云层化为水的过程一齐发生,并在冷量如此之大时,使从中生成的水一齐冻结。说了这些之后,他指出所发生的情形与预先树立的观点(阿那克萨戈拉亦属于此派)恰恰相反。因为那个人曾说,当云层被大地周围的热量推斥到寒冷且更高的处所时,冰雹才生成;但我们所主张的则是,当云层落入更温暖的处所时、尤其是当落入最温暖之处时,云中才发生这种变化。因为当冷气针对热量更加发生反冲,以至于在外来热量的压迫下汇聚于此而在深处变得更多时,它在使云层化为水的同时,一旦水生成便立即将其冻结,从而生成冰雹。紧接着,他还说明了水如何可能在上方冻结——这是他在最初所提出的疑难。因为既然水的下落发生在时间中,而冻结亦发生在时间中,那么当冻结比其下落用时更少、发生得更快时,便会发生在水仍处于上方时就已冻结的情况。这种变化发生得离大地越近,雨势就越猛烈,冰雹也越大,这是因为它们经过的距离很短,在下落中不会有许多部分被撞碎;而且那时大雨滴下落得并不密集,这是因为它们的变化发生在近处,先前的雨滴在其他雨滴生成之前就已经落下了。或者说[雨滴之所以不密集],是因为它们在下落中没有像那些从高处落下者那样遭受分裂。
- 1.25ἀντιπερίστασιν
在主句 φησὶν αἰτίαν εἶναι τὴν ἀντιπερίστασιν τῆς γενέσεως τῆς χαλάζης 中,宾格 τὴν ἀντιπερίστασιν 作不定式 εἶναι 的主语,αἰτίαν 作表语宾格,其后接属格短语 τῆς γενέσεως τῆς χαλάζης。此处的 ἀντιπερίστασις(反冲/相互排斥集聚)指冷热对立属性因受周围包围而向深处退缩聚结的现象。
- 1.25ὡς τοῦ χειμῶνος εἰς τὰ βάθη τὸ θερμὸν ἀπωθεῖσθαι ὑπὸ τῆς τοῦ περιέχοντος ψυχρότητος
连词 ὡς 在此处引导不定式(ἀπωθεῖσθαι 与 ἀναχωρεῖν),用以对前文所述冷热互斥的现象作具体说明或结果性阐释(“正如……那样”)。τοῦ χειμῶνος 为表示时间的属格(“在冬季”)。
- 1.25ἐμπέσῃ
ἐμπέσῃ(ἐμπίπτω 的虚拟语气过去时主动)的主语是 τὸ νέφος(云层)。此处与阿那克萨戈拉所谓“被推斥至上方”相对照,指云层落入或遭遇下方更温暖的处所。
- 1.25ἢ οὐ πυκναί, ὅτι
承接前句 οὐδὲ αἱ μεγάλαι ψεκάδες πυκναὶ πίπτουσι... 的省略结构,省去了述谓动词 πίπτουσιν(“或者[它们之所以不]密集,是因为……”),用于引出另一种可替代的解释。
