- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:49.8-50.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大介绍了阿那克萨戈拉将冰雹成因归结为云层受大地热量推斥至上层冷空的观点,并注解了亚里斯多德基于高山无雹以及靠近地表观察到巨大冰雹对该说进行的驳斥。
δεῖ οὖν ἄνω τοσοῦτον ὕδωρ μεμενηκέναι ἠθροισμένον, ἵνα τοσοῦτον παγῇ. ὄντος δὲ ἐναργοῦς μὲν τοῦ τὴν χάλαζαν κρύσταλλον εἶναι, τουτέστιν ὕδωρ πεπηγός, ἀτόπων δὲ ἑπομένων τούτῳ τῶν προειρημένων, τοῦ τε μὴ ἐν τῷ ψύχει γίνεσθαι ἀλλ’ ἐν εὐδίᾳ μᾶλλον, καὶ τοῦ πῶς ὕδωρ οἷόν τε τοσοῦτον ἄνω μένειν, ὥστε καὶ πήγνυσθαι, οἱ μέν τινές φασιν, ὧν καὶ Ἀναξαγόρας ἐστί, τοῦ πάθους τούτου καὶ τῆς τοιαύτης καὶ οὕτως γινομένης πήξεως αἰτίαν εἶναι τὴν τοῦ νέφους ἄπωσιν εἰς τὸν ἄνω τόπον καὶ τὸν ψυχρὸν ὑπὸ τῆς κάτω καὶ περιγείου θερμότητος. εἶναι γὰρ τὸν μὲν περὶ τὴν γῆν ἀέρα θερμότερον διὰ τὰς ἀνακλάσεις τῶν ἀπὸ τοῦ ἡλίου ἀκτίνων· διπλασιάζεσθαι γὰρ περὶ τὴν γῆν τὴν ἀπὸ τοῦ ἡλίου θερμότητα τῷ μὴ μόνον αὐτὴν γίνεσθαι προσπιπτουσῶν τῇ γῇ τῶν ἀπὸ τοῦ ἡλίου ἀκτίνων, ἀλλὰ καὶ πάλιν ἀπὸ τῆς γῆς ἀνακλωμένων εἰς τὸ ἄνω· γίνεται γὰρ κατὰ τοῦτον τὸν τόπον διπλῶν τῶν ἀκτίνων πάροδος. γίνεται δὲ ἡ τῶν ἀκτίνων ἀνάκλασις πρὸς ὁμοίας γωνίας, ὡς ἴσην γίνεσθαι τῇ γωνίᾳ, ἥτις γίνεται μεταξὺ τῆς τε γῆς καὶ τῆς κατιούσης ἀκτῖνος1 τὴν γινομένην γωνίαν μεταξὺ τῆς τε γῆς καὶ τῆς ἀνακλωμένης ἀκτῖνος. διὸ καὶ οἷς ἂν κατὰ κορυφὴν ὁ ἥλιος ᾖ, τούτοις μέγιστον τὸ καῦμα, τῷ ἐπὶ τὸ αὐτὸ τότε τὴν ἀνάκλασιν τῶν ἀκτίνων γίνεσθαι· οὕτως γὰρ καὶ αἱ ἑκατέρωθεν γωνίαι ἴσαι ἀλλήλαις αἱ πρὸς τῇ γῇ γίνονται τότε. ὁ μὲν οὖν πρὸς τῇ γῇ ἀήρ τε καὶ τόπος θερμότερος διὰ τοῦτο· ψυχρότατος δ’ ἐστὶ καθ’ ὃν λοιπὸν ἤδη παύονται αἱ ἀνακλάσεις μηκέτ’ ἐξικνούμεναι· οὔτε γὰρ οὗτος ὁ τόπος οὕτως ἐγγύς ἐστι τοῦ ἡλίου, ὡς διὰ τὴν ἐγγύτητα μᾶλλον αὐτὸν θερμαίνεσθαι τοῦ πρὸς τῇ γῇ, οὔτε τὴν ἀπὸ τῆς ἀνακλάσεως τῶν ἀκτίνων γινομένην ἔχει θερμότητα. ὅταν δὴ τὸ νέφος ὑπὸ τῆς περὶ τὴν γῆν θερμότητος εἰς ἐκεῖνον τὸν ψυχρότερον ἀέρα τε καὶ τόπον ἀπωσθῇ, μεταβάλλον εἰς ὕδωρ εὐθέως πήγνυται· καὶ αὕτη ἐστὶν αἰτία τοῦ ἐν ταῖς ἀλεειναῖς ὥραις τε καὶ τοῖς τοιούτοις τόποις γίνεσθαι χάλαζαν· τότε γὰρ πλέον ὂν τὸ περὶ τὴν γῆν θερμὸν ἐπὶ πλέον ἀπωθεῖ ἀπὸ τῆς γῆς τὰ νέφη. πρὸς ἣν δόξαν ἐνιστάμενος λέγει ὅτι μὴ γίνεται χάλαζα ἐν τοῖς σφόδρα ὑψηλοῖς· καίτοι εἰ ἦν αὕτη αἰτία τῆς χαλάζης, ἔδει, ὥσπερ ἡ χιὼν πλείων ἐν τοῖς ὑψηλοτέροις γίνεται, οὕτως δὲ καὶ τὴν χάλαζαν.2 ἔτι ἐλέγχει τὴν δόξαν ὡς ψευδῆ καὶ διὰ τὸ πολλάκις ὦφθαι νέφη φερόμενα σὺν ψόφῳ πολλῷ πλησίον τῆς γῆς, ὡς φοβερὸν εἶναι τοῖς ἀκούουσι καὶ προσδοκᾶν μεῖζόν τι καὶ χαλεπώτερον ἔσεσθαι, καὶ γίνεσθαι μετὰ ταῦτα χάλαζαν. ἔστι δὲ καὶ ὅτε ἄνευ ψόφου ὀφθέντα πλησίον τῆς γῆς φερόμενα νέφη ἐποίησε χάλαζαν πολλήν τε καὶ τὸ μέγεθος ἄπιστον καὶ τὸ σχῆμα οὐ στρογγύλην· οὗ μεγέθους αἰτίαν καὶ σχήματος ἀπέδωκεν ὅτι μὴ ἐπὶ πολὺ αὐτῆς ἡ φορὰ ἐγένετο ἐγγὺς παγείσης, ὑφ’ ἧς φορᾶς περιθραύεταί [τε] ταύτης πολύ, καὶ μάλιστα τὰ ὑπερέχοντα· διὸ καὶ γίνεται σφαιροειδής· εἰ δὲ πλησίον γίνεται τῆς γῆς, οὐκ ἀληθὲς τὸ ὑπ’ ἐκείνων λεγόμενον. εἰ γὰρ ἦν ὁ τόπος ἐκεῖνος αἴτιος τῆς πήξεως, ἔδει τὴν μεγίστην ἐκεῖ συνἵστασθαι χάλαζαν· ὑπὸ γὰρ τοῦ μάλιστα αἰτίου τῆς πήξεως εὔλογον τὰς μεγίστας γίνεσθαι χαλάζας. ὥστ’ εἰ αἱ μέγισται πλησίον τῆς γῆς, οὐχ ὁ πόρρω τῆς γῆς τόπος ὁ κατεψυγμένος, ὥς φησιν, αἴτιος τῇ γενέσει τῆς χαλάζης.
因此,必须有如此多的水在上方汇聚停留,以便有如此多的水结冰。一方面冰雹是冰(即冻结的水)这一点是显而易见的,但另一方面前述的荒唐之事又伴随着这一点——即它不是在寒冷中生成,而是更多在晴朗天气中生成,以及如此多的水如何可能在上方停留以至于也能结冰——于是有些人(阿那克萨戈拉也在其中)声称,这种现象以及以这种方式生成的此类冻结的原因,乃是云层被下方靠近大地的热量推斥到上方寒冷的处所。因为环绕大地的空气因太阳光线的反射而较为温暖;因为来自太阳的热量在大地周围加倍,这不仅是由于太阳光线投射到大地上时产生热量,而且是由于光线再次从大地向上反射时亦产生热量;因为在这个处所中存在着光线的双重通过。而光线的反射以相等的角度进行,以至于大地与反射光线之间所形成的角度,变得等于大地与下行光线之间所形成的角度。因此,对于那些太阳处于头顶正上方的人来说,酷热最为剧烈,因为那时光线的反射是在同一条线上进行的;因为在那时,在大地上两侧所形成的角度亦彼此相等。于是靠近大地的空气和处所因这一缘故而较为温暖;而反射光线最终停息、不再能到达的处所则是最寒冷的;因为这个处所既非如此接近太阳以至于因接近而比靠近大地的处所受到更多加热,亦不具有因光线反射而产生的热量。因此,当云层被大地周围的热量推斥到那个更寒冷的空气和处所中时,它在化为水的同时立即结冰;而这就是在温暖的时节以及此类处所中生成冰雹的原因;因为在那时,大地周围的热量更多,因而将云层从大地推斥到更远处。针对这一观点,他[亚里士多德]提出反驳说,在极高之处并不生成冰雹;然而,如果这就是冰雹的原因,那么正如雪在较高处生成得更多一样,冰雹也本应当如此[生成得更多]。此外,他还通过以下事实驳斥该观点为虚妄:人们常常看到云层伴随着巨大的声响在大地附近移动,以至于听者感到可怕并预期会有某种更大、更严峻的事情发生,而在此之后便生成了冰雹。亦有时,人们看到在大地附近移动而无声响的云层,产生了数量极大、尺寸令人难以置信且形状不圆的冰雹;对于这种尺寸和形状,他[亚里士多德]给出的原因是:由于它是在近处结冰的,它的下落并未经历很长的距离,而在这种下落中,它的大部分、尤其是突出的部分会被撞碎,因此它才会变成球形;但如果它是在大地附近生成的,那么他们所说的就不是真实的。因为如果那个处所是冻结的原因,最大的冰雹本应在那里凝结;因为最大的冰雹由最主要的冻结原因造成,这是合乎情理的。因而,如果最大的冰雹是在大地附近生成的,那么远离大地的受冷处所,就并非如他[阿那克萨戈拉]所说的那样是冰雹生成的原因。
- 1.24ὡς ἴσην γίνεσθαι τῇ γωνίᾳ, ἥτις γίνεται μεταξὺ τῆς τε γῆς καὶ τῆς κατιούσης ἀκτῖνος τὴν γινομένην γωνίαν μεταξὺ τῆς τε γῆς καὶ τῆς ἀνακλωμένης ἀκτῖνος
在以 ὡς 引导不定式的结果从句中出现了语序倒置。不定式 γίνεσθαι 的主格性宾语是后置的宾格短语 τὴν γινομένην γωνίαν μεταξὺ τῆς τε γῆς καὶ τῆς ἀνακλωμένης ἀκτῖνος(反射角),开头的 ἴσην 是宾格表语,其后的与格短语 τῇ γωνίᾳ, ἥτις ...(入射角)则是 ἴσην 的补足语。
- 1.24ἔδει, ὥσπερ ἡ χιὼν πλείων ἐν τοῖς ὑψηλοτέροις γίνεται, οὕτως δὲ καὶ τὴν χάλαζαν
在引出与事实相反的假设之结论部分的非人称动词 ἔδει 支配下,与前置的 ὥσπερ 从句(现在直陈式)相对应的 οὕτως 从句中,针对主格性宾语 τὴν χάλαζαν 省略了不定式 πλείω γίνεσθαι。
