← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§47.27-49.8

降水与地面凝结物的对应及冰雹的疑难

亚历山大就《天象论》347b11进行注解,阐述了空中降水(雨、雪、雹)与地面现象(露、霜)之间的对应关系,指出唯独冰雹在地面没有对应物,并提出了关于冰雹生成的疑难:冰雹作为冰却主要生成于春秋及晴好天气,以及液态水无法在上空停留足够长的时间以致冻结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.24#1

" Αὐτὸ δὲ τὸ ὕδωρ οὐ πήγνυται, καθάπερ ἐν τῷ περὶ τὰ νέφη τόπῳ." Ἀπὸ τῶν περὶ τὰ νέφη τόπων τρία φησὶ σώματα συνιστάμενα διὰ ψῦξιν καταφέρεσθαι, ὕδωρ, χιόνα, χάλαζαν· γίνεσθαι δὲ περὶ τὴν γῆν πάχνην τε καὶ δρόσον, ὧν τὴν μὲν πάχνην ἀνάλογον εἶναι τῇ χιόνι καὶ διὰ τὴν αὐτὴν αἰτίαν γίνεσθαι, ὁμοίως δὲ καὶ τὴν δρόσον τῷ ὕδατι· μόνον γὰρ τὴν διαφορὰν εἶναι τούτοις τῷ μᾶλλον καὶ ἧττον καὶ πλήθει καὶ ὀλιγότητι.1 ὁ μὲν γὰρ ὑετὸς πολύς· ἐκ πολλῆς γὰρ ἀτμίδος ψυχομένης γίνεται· ὅ τε γὰρ τόπος ἐξ οὗ τε ἀναφέρεται καὶ εἰς ὃν ἀθροίζεται, πολὺς καὶ ὁ χρόνος πολὺς, ἐν ᾧ τε ἀναφέρεται καὶ ἐν ᾧ ψύχεται· ὀλίγον δὲ καὶ ἐφήμερον ἡ δρόσος· καὶ γὰρ ἐξ ὀλίγου τόπου καὶ ἐν μιᾷ ἡμέρᾳ ταχεῖα ἡ γένεσις αὐτῆς. ὁμοίως ἔχει καὶ ἡ πάχνη πρὸς τὴν χιόνα· ἡ μὲν γὰρ χιὼν πῆξις νέφους ἐστὶν ἤδη συνεστῶτος, ἡ δὲ πάχνη πῆξις ἀτμίδος, ἀμφότερα δὲ διὰ ψῦχος πήγνυται. διό φησιν αὐτὰ ἢ ὥρας ἢ χώρας σημεῖα ψυχρᾶς εἶναι· ἢ γὰρ χειμῶνος γίνεται ἢ εἰ καὶ μὴ χειμῶνος, ἀλλ’ ἐν ψυχραῖς χώραις. ὅτι δὲ ψύχους ἐστὶ μείζονος σημεῖα, δῆλον· οὐ γὰρ ἂν ἐπήγνυτο οὔτε τὸ νέφος, ἔχον ἔτι ἐν αὑτῷ θερμότητα τὴν ὑπολειπομένην τῆς ἀναγούσης τὸν ἀτμὸν ἐκ γῆς, ἐξ οὗ τὸ νέφος, ἀλλ’ οὐδὲ ἡ ἀτμίς· καὶ γὰρ ἐν αὐτῇ ἐνόντος τοῦ ἀνάγοντος αὐτὴν θερμοῦ ἡ πῆξις καὶ ἡ εἰς πάχνην μεταβολὴ γίνεται.2 τῇ δὲ χαλάζῃ οὐδὲν ἀνάλογον ἐν τῷ περὶ τὴν γῆν τόπῳ γίνεται· οὗ τὴν αἰτίαν φησὶν ἔσεσθαι φανεράν, πρῶτον γνωρίμου γενομένου τοῦ τε τί ἐστιν ἡ χάλαζα καὶ πῶς γίνεται. δεῖ δέ, φησί, λαβεῖν λέγοντας περὶ αὐτῆς τά τε ἀληθῶς αὐτῇ ὑπάρχοντα καὶ τὰ μὴ ἀπατῶντα μηδὲ ἀπορίαν ἔχοντα, καὶ τὰ ἀπάγειν δοκοῦντα διὰ τὸ δοκεῖν εἶναι παράλογα, τουτέστι τά τε ἀναμφισβητήτως ὑπάρχοντα αὐτῇ καὶ ὅσα δοκεῖ τούτοις ἕπεσθαι παράλογα· ἑξῆς δὲ λέγει περὶ αὐτῶν. Ὡς μὲν οὖν ὁμολογούμενον λαμβάνει τὸ εἶναι αὐτὴν κρύσταλλον, ὅ ἐστι πεπηγὸς ὕδωρ διὰ ψυχρότητα, ὡς δὲ πρὸς τοῦτο ἀπορούμενον τὸ πήγνυσθαι μὲν τὸ ὕδωρ τοῦ χειμῶνος, τὴν δὲ χάλαζαν γίνεσθαι μάλιστα μὲν ἔαρός τε καὶ μετοπώρου, εἶτα καὶ τῆς ὀπώρας, χειμῶνος δὲ ὀλιγάκις καὶ τότε, ὅταν ἧττον ψῦχος ᾖ. ὅλως δὲ χάλαζαι μὲν ἐν τοῖς εὐδιεινοτέροις γίνονται τόποις, χιόνες δὲ ἐν τοῖς ψυχροτέροις. ἄτοπον δὲ καὶ τὸ πήγνυσθαι ὕδωρ ἐν τῷ ἄνω τόπῳ· οὐ γὰρ οἷόν τε παγῆναι, πρὶν γενέσθαι ὕδωρ, ὡς χάλαζαν ποιῆσαι, ἐπεί γε χιὼν πρὶν ὕδωρ γενέσθαι πήγνυται· πάλιν δὲ τὸ ὕδωρ οὐδένα χρόνον γενόμενον ἄνω μένει, ὥστε καὶ πήγνυσθαι. οὐδὲ γὰρ τοῦτο λέγειν οἷόν τε ὅτι ὡς αἱ ψεκάδες αἱ λεπταὶ ἄνω μὲν ὀχοῦνται διὰ λεπτότητα, ὥσπερ καὶ ἐπὶ τοῦ ὕδατος πολλάκις κονιορτὸς καὶ ψῆγμα χρυσοῦ, οὕτως δὲ καὶ ἐπὶ τοῦ ἀέρος αἱ ψεκάδες αἱ λεπταί, συνελθοῦσαι δὲ εἰς ταὐτὸν καὶ αὐξηθεῖσαι καταφέρονται, οὕτως καὶ ἐπὶ τῆς χαλάζης αἱ λεπταὶ αἱ ἄνω ὀχούμεναι διὰ λεπτότητα ψεκάδες πηγνύμεναι χάλαζα γίνεται. τοῦτο γὰρ λέγειν οὐχ οἷόν τε· οὔτε γὰρ οὕτως ἡ χάλαζα λεπτὴ οὔτε οἷόν τε παγεῖσαν τὴν λεπτὴν ψεκάδα ἔπειτα ἑνοῦσθαι συνιοῦσαν καὶ οὕτως μείζονα γίνεσθαί τε καὶ καταφέρεσθαι. τὸ μὲν γὰρ ὕδωρ οἷόν τε ἕνωσιν ἐν τῇ συνόδῳ λαμβάνειν, τὰ δ’ ἤδη πεπηγότα ἀδύνατον.

“然而水本身并不结冰,不像在云层周围的处所那样。” 他说,从云层周围的处所,有三种因冷却而凝聚的物体向下落去:水、雪、冰雹;而在大地周围则生成霜和露,其中霜相应于雪并出于同一原因而生成,同样露相应于水;因为对于它们而言,差异仅在于程度上的更多或更少,以及多量与微量。因为雨是大量的;因为它是从大量被冷却的气化蒸气中生成的;因为蒸气借以升起以及汇聚的处所广大,而蒸气借以升起以及冷却的时间也长久;而露则是微量的且仅存一日;因为其生成发自微小的处所,且在一日之内便迅速完成。霜相对于雪亦是同样的情形;因为雪是业已凝聚之云的冻结,而霜则是气化蒸气的冻结,二者皆因寒冷而冻结。因此他说它们是寒冷时节或寒冷地区的征兆;因为它们要么在冬天生成,要么即便不在冬天,亦在寒冷地区生成。而它们是更甚之寒冷的征兆,这一点是显而易见的;因为〔否则〕云既然在其自身中仍存有那将蒸气(云之所由构成者)从大地引升的热量之残留,便不会结冰,蒸气亦同样不会;因为正是在蒸气中依然存有引升它的热量时,冻结以及向霜的转变才得以发生。然而在环绕大地的处所中,没有任何与冰雹相应的事物生成;他说其原因将在首先弄清冰雹是什么以及它是如何生成的之后变得显明。他说,谈论它的人必须把握真实属于它且不带欺骗性亦不具疑难的属性,以及那些因显得反常而似乎将人引入歧途的属性——即无可争议地属于它的属性,以及所有似乎作为反常之事伴随于此的属性;随后他便谈论了这些属性。于是,他把冰雹是冰(即因寒冷而冻结的水)作为一个公认的前提来把握,但相对于这一点作为疑难提出的则是:水在冬天结冰,而冰雹却主要在春季和秋季生成,其次在夏末,冬天则极少,且仅在寒冷程度较低时生成。大体而言,冰雹生成于天气较为晴朗的处所,而雪则生成于较为寒冷的处所。此外,在上部处所中水发生冻结也是荒唐的;因为在成为水之前,它不可能冻结从而形成冰雹(既然雪无论如何在成为水之前就冻结了);但另一方面,水一旦生成,便绝不会在上空停留任何时间,以至于能被冻结。因为也不可能这样说:正如细微的小滴因其细微而在上方浮动(正如在水面上常常有灰尘和金屑浮动,在空气中细微的小滴亦是如此),当它们汇聚为一体并增大后便向下落去,同样在冰雹的情形中,因细微而在上方浮动的细微小滴冻结而成为冰雹。因为这样说是行不通的;因为冰雹既非如此细微,而冻结的细微小滴其后汇聚在一起从而结合、并以此变得更大并降落,这也是不可能的。因为水在汇聚时能够接受合一,而已然冻结之物则不可能。

语法注2 条
  1. 1.24μόνον γὰρ τὴν διαφορὰν εἶναι τούτοις τῷ μᾶλλον καὶ ἧττον καὶ πλήθει καὶ ὀλιγότητι

    与格短语 τῷ μᾶλλον καὶ ἧττον καὶ πλήθει καὶ ὀλιγότητι 是表示方面或方式的与格,规定了差异的性质。不定式 εἶναι 在间接引语中承接前文的 φησί,以 τὴν διαφορὰν 为宾格主语,τούτοις 为所属/涉及与格。

  2. 1.24οὐδὲ γὰρ τοῦτο λέγειν οἷόν τε ὅτι ὡς αἱ ψεκάδες ... οὕτως καὶ ἐπὶ τῆς χαλάζης αἱ λεπταὶ αἱ ἄνω ὀχούμεναι διὰ λεπτότητα ψεκάδες πηγνύμεναι χάλαζα γίνεται

    在 ὅτι 引出的从句中采用了 ὡς ... οὕτως 的比喻结构。在后半句(οὕτως καὶ ἐπὶ τῆς χαλάζης...)中,本应与复数主语 αἱ λεπταὶ ... ψεκάδες πηγνύμεναι 一致的结构转为了单数动词与表语名词 χάλαζα γίνεται,构成了破格句(anacoluthon)或受表语名词同化,表达“细微水滴冻结而成为冰雹”这一整体事件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:47.27-49.8