← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§46.19-47.26

露与霜的生成条件及地形与风向的差异

亚历山大就亚里士多德《气象学》第一卷第十章进行注解,阐明露与霜仅生成于晴朗无风之时且不生成于高山之上的原因,并解释了为何通常在南风时生成的露唯独在蓬托斯通过反抗凝聚在北风时生成。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.23#3

πρὸς δὴ τὸ ταύτην ἀδιάκριτον οὖσαν ἔτι παγῆναι πολλοῦ ψυχροῦ δεῖ. ἀμφότερα δέ φησι καὶ τὴν πάχνην καὶ τὴν δρόσον γίνεσθαι αἰθρίας τε καὶ νηνεμίας. αἰθρίας μὲν γὰρ μὴ οὔσης οὐκ ἂν ἡ ἀτμὶς ἀναφέροιτο· ξηρότητος γὰρ δεῖ πρὸς τὴν ἀναγωγὴν αὐτῆς καὶ λεπτότητος τῆς δι’ οὗ ἀναφέρεται· ἀνέμου δὲ ὄντος οὐκ ἂν συνίσταιτο, ἀλλὰ διασκίδναιτο ἂν καὶ διαφθείροιτο. σημεῖον δὲ ποιεῖται τοῦ τὴν τούτων σύστασιν, δρόσου καὶ πάχνης, μὴ γίνεσθαι1 πόρρω τῆς γῆς μηδὲ ἐπὶ πολὺ μετεωριζομένης τῆς ἀτμίδος τὸ ἐπὶ τοῖς ὄρεσι μηδέτερον αὐτῶν γίνεσθαι. αἰτίας δὲ ἀποδίδωσι τοῦ μὴ γίνεσθαι ταῦτα ἐπὶ τῶν ὀρῶν μίαν μὲν ὅτι ἡ ἀτμὶς ἀνάγεται ἐκ τῶν κοίλων καὶ ἐφύδρων τόπων, ὡς ἄν ἐνταῦθα πλείστη γινομένη, ἡ δὲ θερμότης ἡ ἀνάγουσα αὐτήν, ἐλάττων οὖσα τῆς ἀναγομένης, ὡς φορτίον πλεῖον ἢ κατ’ αὐτὴν φέρουσα ὀλίγον αὐτὴν μετεωρίσασα ἀφίησι πάλιν· ἄλλην δὲ ὅτι ὁ ἀὴρ ὁ ἐν τοῖς ὑψηλοτέροις καὶ ὁ πλησίον τῶν ὀρῶν ῥεῖ καὶ κινεῖται συνεχῶς συνεφελκόμενος καὶ αὐτὸς τῇ τοῦ παντὸς περιφορᾷ, τῇ κινήσει δὲ διακρίνει τὰς ἐν τούτοις τοῖς τόποις γενομένας ἀναθυμιάσεις· ὁ γὰρ κοῖλος ἀὴρ καὶ ὁ μεταξὺ τῶν ὀρῶν ἐστιν ὁ μὴ συνεπισπώμενος ὑπὸ τῆς τοῦ παντὸς περιφορᾶς. λέγει δὲ καὶ γίνεσθαι τὴν δρόσον ἐν μὲν τοῖς ἄλλοις χωρίοις νοτίου τοῦ καταστήματος ὄντος ἀλλ’ οὐ βορείου, ἐν δὲ τῷ Πόντῳ μόνῳ βορείοις ἀλλ’ οὐ νοτίοις. οὗ αἰτίαν ἀποδίδωσιν ὅτι γίνεται μὲν ἡ δρόσος εὐδίας, οὐ χειμῶνος, ἔστι δὲ ἐν μὲν τοῖς ἄλλοις τόποις ὁ νότος εὐδιεινός, ὁ δὲ βορέας χειμερινός· διὰ τὴν ψυχρότητα οὖν ἐκ τῆς ἀναθυμιάσεως τῆς ἀνεχθείσης ἄνω ὑπὸ τῆς θερμότητος σβέννυσι τὴν θερμότητα, ἄλλως τε καὶ ὀλίγην οὖσαν· διὰ γὰρ ὀλιγότητα θᾶττον ἀπολείπουσα τὸ ἀναφερόμενον αἰτία γίνεται τῆς δρόσου· εὐψυκτότερον δὲ τὸ ὀλίγον· μὴ ἀναφερομένη δὲ οὐδὲ δρόσος γίνεται. ἐν δὲ τῷ Πόντῳ ὁ μὲν νότος εἰ καὶ θερμότερός ἐστι τοῦ βορέου, ἀλλ’ οὐχ οὕτως γέ ἐστιν εὐδιεινός, ὡς ποιεῖν ἀναθυμιάσεις· ὁ δὲ βορέας διὰ τὴν ψυχρότητα ἀντιπερίστησι τὸ θερμὸν εἰς τὴν γῆν, ἐν ᾗ πλεῖον γινόμενον ἀτμίζει. ὅτι δὲ ἡ ἀντιπερίστασις τοῦ θερμοῦ ἡ ὑπὸ τοῦ βορρᾶ γινομένη διὰ ψυχρότητα κατὰ γῆς ἀτμίζει, σημεῖον παρέθετο τὸ καὶ ἐν τοῖς ἄλλοις τόποις τοῖς παρὰ τὸν Πόντον τὰ φρέατα μᾶλλον ἀτμοὺς ἀφιέναι βορείων ὄντων ἢ νοτίων. εἰπὼν δὲ τοῦτο τοῦ γινομένης ἀτμίδος καὶ ἐν τοῖς ἄλλοις τόποις μᾶλλον βορείοις ἢ νοτίοις γίνεσθαι τὰς δρόσους νοτίοις, μηκέτι δὲ καὶ τοῖς βορείοις, ἣν ἔφθακεν εἰρηκέναι αἰτίαν ἀποδίδωσιν,2 ὅτι τοῖς μὲν βορείοις, πρὶν συστῆναι πλείονα τὴν ἀναχθησομένην ἀτμίδα, ὁ βορρᾶς ψύχει τὸ ἐν αὐτῇ θερμὸν διὰ ψυχρότητα, ἐν δὲ τοῖς νοτίοις ἐᾶται ἀθροίζεσθαι ἡ ἀναθυμίασις. ἐπιζητήσαι τις ἄν, διὰ τί οὐχὶ καὶ ἐν τῷ Πόντῳ ὁ βορρᾶς σβέννυσι τὸ ἐν τῇ ἀναθυμιάσει θερμόν, καὶ ταῦτα ψυχρότερος ὢν ἐκεῖ. ἢ κἀκεῖ σβέννυται μέν, ᾗ ἐλάττων· ὅταν δὲ διὰ τὴν ἀντιπερίστασιν τοῦ πλείονος θερμοῦ ἐκεῖ μᾶλλον γίνηται ἀθροωτέρα ἡ ἀναθυμίασις, δύναται οὖν κἂν ἐπ’ ὀλίγον μετεωρίζεσθαι, ἀντέχοντος τοῦ ἐν αὐτῇ θερμοῦ διὰ πλῆθος πρὸς τὴν ἀπὸ τοῦ βορρᾶ ψυχρότητα· διὸ καὶ ὀλιγάκις γίνεται.

因此,为了让这种[气化蒸气]在尚未分离开的状态下结冰,便需要大量的寒冷。他说霜和露两者都是在晴朗且无风的时候生成的。因为如果没有晴天,气化蒸气便不会被带向高处;因为其上升需要干燥,并且需要其借以被带向高处的媒介之稀薄;而若是有风,它便不会凝结,反而会被吹散并破坏。而作为这二者(露与霜)的凝结并不发生于离大地遥远之处、亦不发生于气化蒸气升得极高之时的证据,他举出的是它们在山上都不会生成这一事实。至于它们不在山上生成的原因,他给出的一个原因是:气化蒸气是从低洼多水之处被带向高处的,因为那里的蒸气生成得最多,而将其带向高处的热量少于被带向高处的事物,宛如承担了超出自身负荷的重物一般,仅将其稍稍升起便再次放弃;另一个原因则是:处于较高处所的空气以及靠近山脉的空气由于自身亦被整个宇宙的旋转所带动,因而不断流动和运动着,并以其运动吹散在这些处所生成的蒸气;因为只有低洼处的空气以及山脉之间的空气才是不被整个宇宙的旋转所带动的。他还说,在其他地区,露是在天气状况属于南风而非北风时生成的,但唯独在蓬托斯,是在北风而非南风时生成的。对此他给出的原因是:露是在晴好天气下生成的,而非在严寒风暴中生成的,而在其他地区,南风带来晴好天气,北风则是严冬式的;因此[在其他地区,北风]由于寒冷而将由热量带向上方的蒸气中的热量熄灭,特别是由于这热量本就微弱;因为正是由于其微弱,它更快地离开被带向高处的事物才成为露的原因(微弱之物更容易冷却);但若[蒸气]根本不被带向上方,露便完全不会生成。然而在蓬托斯,南风纵然比北风更热,却并不晴好到足以产生蒸气;相反,北风因其寒冷而通过反抗凝聚将热量逼回大地内部,热量在大地中变得更多从而蒸发成汽。至于北风因寒冷所造成的热量之反抗凝聚会在地下蒸发成汽,他引以为证的是:在蓬托斯以外的其他地区,北风时的水井也比南风时更容易散发水汽。在指出了这一点之后,对于为何在其他地区北风时产生的气化蒸气虽多于南风,但露却生成于南风而不再生成于北风的原因,他给出了自己此前已经陈述过的原因:即在北风时,在将被带向上方的气化蒸气大量凝结之前,北风便因寒冷而冷却了其中的热量,但在南风时蒸气却得以聚集起来。人们或许会追问:为何在蓬托斯北风也没有熄灭蒸气中的热量,更何况那里的北风更为寒冷?或者应当说:在那里,只要热量较少,它固然也会被熄灭;但每当因更多热量的反抗凝聚使得那里的蒸气聚集得更加紧密时,其中的热量便由于量大而能够抵抗来自北风的寒冷,从而能够哪怕稍稍升起一点;因此这种情况也很少发生。

语法注2 条
  1. 1.23σημεῖον δὲ ποιεῖται τοῦ τὴν τούτων σύστασιν, δρόσου καὶ πάχνης, μὴ γίνεσθαι πόρρω τῆς γῆς μηδὲ ἐπὶ πολὺ μετεωριζομένης τῆς ἀτμίδος τὸ ἐπὶ τοῖς ὄρεσι μηδέτερον αὐτῶν γίνεσθαι.

    主动词 ποιεῖται 的宾语是带冠词的不定式短语宾格 τὸ ἐπὶ τοῖς ὄρεσι μηδέτερον αὐτῶν γίνεσθαι,而置于其前的带冠词属格短语 τοῦ τὴν τούτων σύστασιν... μὴ γίνεσθαι 充当名词 σημεῖον 的限定/解释性属格(“……这一事实的证据”)。

  2. 1.23εἰπὼν δὲ τοῦτο τοῦ γινομένης ἀτμίδος καὶ ἐν τοῖς ἄλλοις τόποις μᾶλλον βορείοις ἢ νοτίοις γίνεσθαι τὰς δρόσους νοτίοις, μηκέτι δὲ καὶ τοῖς βορείοις, ἣν ἔφθακεν εἰρηκέναι αἰτίαν ἀποδίδωσιν

    该句的句法骨架为 εἰπὼν δὲ τοῦτο ... αἰτίαν ἀποδίδωσιν(“在指出了这一点之后,他给出了……的原因”)。带冠词的属格不定式短语 τοῦ ... γίνεσθαι τὰς δρόσους νοτίοις, μηκέτι δὲ καὶ τοῖς βορείοις 作为宾格性属格修饰后方的宾语 αἰτίαν(“关于……的原因”)。其中嵌入的 γινομένης ἀτμίδος ... μᾶλλον βορείοις ἢ νοτίοις 则是带有让步意味的独立属格结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:46.19-47.26