- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:45.11-46.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德将蒸气循环比作上下流淌之大河的论述,解释了雨的不同名称,以及由每日蒸气转化而产生的露与霜的成因和差异(热量与寒冷的程度)。
ὡς γὰρ ἐκεῖνος εἰς τὰ πλάγια μεταβάλλων κινεῖται κύκλῳ, οὕτως καὶ ἡ τοιαύτη ἀναθυμίασις ἄνω φερομένη, ἔπειτα συνισταμένη εἰς νέφος καὶ ἐκ νέφους εἰς ὕδωρ μεταβάλλουσά τε καὶ κάτω φερομένη κύκλῳ κινεῖται. εἰκάζει δὲ τὸν κύκλον τοῦτον τὸν ἄνω καὶ κάτω γινόμενον τῆς ἀναθυμιάσεως ποταμῷ ῥέοντι συνεχῶς ἄνω τε καὶ κάτω, κοινὸν ὄντα ἀέρος τε καὶ ὕδατος. ἀναθυμιώμενος μὲν γὰρ καὶ ἄνω φερόμενος ἀήρ ἐστιν, ὕδωρ δέ, ὅταν ἐκ τούτου μεταβαλὼν κάτω φέρηται. πλησίον μὲν οὖν ὄντος τοῦ ἡλίου εἰς τὸ ἄνω ἡ ῥύσις τοῦ ποταμοῦ, ἀφισταμένου δὲ εἰς τὸ κάτω πάλιν. καὶ τοῦτο ἐνδελεχὲς λέγει γίνεσθαι κατά γε τὴν τάξιν· οὐ γὰρ οὕτως ἐνδελεχές, ὡς καὶ μὴ διαλείπειν, ἀλλ’ οὕτως ἐνδελεχές, ὡς πρώτην μὲν τὴν εἰς τὸ ἄνω φορὰν γίνεσθαι τῆς ἀναθυμιάσεως αἰρομένης, μετ’ ἐκείνην δὲ τὴν τοῦ ὕδατος εἰς τὸ κάτω· ὕλη γὰρ τοῦ ὕδατος ἡ ἀναθυμίασις γίνεται, ὥσπερ καὶ τὸ ὕδωρ πάλιν τῇ ἀναθυμιάσει. πιθανῶς δὲ καὶ τὴν τῶν ἀρχαίων δόξαν, ἣν εἶχον περὶ τοῦ Ὠκεανοῦ ὡς κύκλῳ τὴν γῆν περιρρέοντος ἀπείκασε τῇ τοιαύτῃ ῥύσει τε καὶ μεταβολῇ. λέγει δὲ καὶ οἰκείως τὰ ὀνόματα κεῖσθαι τῷ τε πάθει τοῦ καταφερομένου ὕδατος ἐκ τῆς τοῦ νέφους μεταβολῆς καὶ ταῖς διαφοραῖς αὐτοῦ· εἰ μὲν γὰρ κατὰ μικρὰ φέροιτο, ψεκὰς καλεῖται,1 ὅταν δὲ κατὰ μείζω καὶ ἁδρότερα, ὑετός. Αἱ μὲν οὖν τοιαῦται ἀναθυμιάσεις τε καὶ μεταβολαὶ κατὰ τὰς ἐνιαυσίους ὥρας καὶ τὰς τοῦ ἡλίου τοιαύτας μεταβολὰς γίνεσθαι φιλοῦσι κατὰ τὰς κινήσεις αὐτοῦ, καθ’ ἃς καὶ αἱ ὧραι τοῦ ἔτους διαιροῦνται. γίνεται δέ τις καὶ καθημερινὴ εἰς ἀτμὸν ἐκ τῆς περὶ τὴν γῆν ὑγρότητος μεταβολή, καὶ αὐτὴ τὴν ἀρχὴν λαμβάνουσα ἀπὸ τῆς τοῦ ἡλίου καθημερινῆς ὑπὲρ γῆς τε καὶ ὑπὸ γῆν πορείας, ἐκ δὴ τῆς καθημερινῆς ἀτμίδος, ὅση ἂν μὴ δυνηθῇ μετεωρισθῆναι ἐπὶ πλεῖον δι’ ἀσθένειαν τοῦ ἀνάγοντος αὐτὴν θερμοῦ, τῷ ἔλαττον τοῦτο εἶναι τῆς ἀναφερομένης ἀτμίδος, ἣν ὕδωρ εἶπε διὰ τὸ ὑγρὰν οὖσαν αὐτὴν εἰς ὕδωρ μεταβάλλειν ῥᾳδίως· ἢ πρὸς τὸ ἀναγόμενον ὕδωρ εἶπεν ἀντὶ τοῦ πρὸς τὸ ἀναγόμενον εἰς τὸν τόπον τοῦτον ἐν ᾧ αὐτῇ εἰς ὕδωρ μεταβολή. ὅταν δὴ αὐτὴ μὴ δυνηθεῖσα ἐπὶ πλέον ἀνενεχθῆναι διὰ τὴν ἀσθένειαν τοῦ ἀνάγοντος αὐτὴν θερμοῦ ἐγγὺς τῆς γῆς ψυχθεῖσα νύκτωρ κατενεχθῇ, δρόσος τε καὶ πάχνη καλεῖται, διαφορὰ δ’ αὐτῶν, ὅτι ἡ μὲν πάχνη γίνεται, ὅταν διὰ ψύχους ἡ ἀτμὶς αὕτη παγῇ, πρὶν εἰς ὕδωρ μεταβαλεῖν· διὸ γίνεται ἡ πάχνη χειμῶνος καὶ ἐν τοῖς χειμεριωτέροις τόποις· δρόσος δὲ γίνεται, ὅταν τῷ μὴ πάνυ ψυχρὸν εἶναι τὸ περιέχον φθάσῃ ἡ ἀτμὶς πρὸ τῆς πήξεως εἰς ὕδωρ μεταβαλοῦσα κατενεχθῆναι.2 ὅταν γὰρ μήτε οὕτως θέρμη, ὥστε ξηρανθῆναι τὴν ἀναθυμίασιν, μήθ’ οὕτως ψῦχος, ὡς παγῆναι, ἢ διὰ τὴν ὥραν τοῦ ἔτους ἢ διὰ τὸν τόπον τὸν ἐν ᾧ γίνεται, τότε γίνεται δρόσος. εἰπὼν δὲ τὴν μὲν πάχνην ἐν χειμῶνι καὶ ἐν τοῖς ψυχροτέροις γίνεσθαι τόποις, τὴν δὲ δρόσον ἐν εὐδιεινοτέροις καιροῖς καὶ τόποις, ὅτι ἡ πάχνη ὑπὸ μείζονος ψύχους γίνεται, ἔδειξε διὰ τοῦ τὸ θερμότητα πλείω ἔχον πλείονος πρὸς τὸ παγῆναι ψύχους δεῖσθαι. ἡ δὲ ἀτμὶς τοῦ ὕδατος θερμοτέρα, τῷ ἔτι ἔχειν ἐν αὑτῇ τὴν ἀνάγουσαν αὐτὴν θερμότητα.
因为正如那个[太阳]在向侧面转换方位的同时作圆周运动一样,此类蒸气也是在向上运送、继而凝结为云、再由云转化为水并向下运送的过程中作圆周运动。他将蒸气这种在上方和下方发生的圆周运动比作一条在上方和下方不断流淌的河流,为空气和水所共有。因为蒸发并向上运送时它是空气,而每当由此转化并向下运送时它便是水。因此,当太阳临近时,河流的流向是向上的,而当它退去时,流向则再次向下。并且他说这至少在次序上是连续发生的;因为这并不是指从不间断意义上的连续,而是指在蒸气升起时首先发生向上的运送,而在其后发生水向下的运送意义上的连续;因为蒸气成为水生成所依据的质料,正如水反过来又成为蒸气生成所依据的质料一样。而且合乎情理的是,他还将古人关于大洋环绕大地流淌所持有的观点,比作了这样一种流动与转化。他还指出,对于云转化后向下运送的水之受动状态及其差异,名称的赋予也是十分恰当的;因为如果是以细小形式运送,便被称为“细雨”;而每当以更大更粗密的形式运送时,则被称为“雨”。 因此,这类蒸发与转化通常是按照年节的时序以及太阳根据其运动而发生的此类变化而发生的,一年的各个季节也正是根据这些运动而被划分的。但也存在某种源于大地周围湿气而向气化蒸气的每日转化,这本身也是从太阳每日在大地之上和大地之下的运行中获得开端的。于是,从每日的气化蒸气中,凡因将其带向上的热量之微弱而未能升得更高者——这是由于此热量少于升起的气化蒸气,他[亚里士多德]之所以称之为“水”,是因为它本身是湿润的从而极易转化为水;或者他说“相对于被带向上的水”,是以此代替“相对于被带向它在其中转化为水的那一处所的事物”——每当它因将其带向上的热量微弱而未能升得更高、在大地附近冷却并在夜间向下运送时,便被称为“露”与“霜”。它们之间的区别在于:当这种气化蒸气由于寒冷而在转化为水之前结冰时,便生成“霜”;因此霜生成于冬季以及更寒冷的地区;而当包围物并不完全寒冷,以致气化蒸气在结冰之前便先已转化为水并向下运送时,便生成“露”。因为无论是由于一年的时令还是由于其生成的处所,每当既没有使蒸气干涸的那种热度,又没有使之结冰的那种寒冷时,露便生成了。在指出霜生成于冬季及更寒冷的处所、而露生成于更温和的时节与处所之后,他借由拥有更多热量之物需要更多的寒冷才能结冰这一事实,表明了霜是在更大的寒冷下生成的。而气化蒸气比水更热,乃是因为它自身内部仍含有将其带向上的热量。
- 1.23ἐκ δὴ τῆς καθημερινῆς ἀτμίδος ... ὅταν δὴ αὐτὴ ... κατενεχθῇ, δρόσος τε καὶ πάχνη καλεῖται
破格句之后的语势复显(语法上的再开)。句子以介词短语 ἐκ δὴ τῆς καθημερινῆς ἀτμίδος 及其关系从句 ὅση ἂν μὴ δυνηθῇ... 开始,中间被解释 ἣν ὕδωρ εἶπε 等插叙打断,随后通过 ὅταν δὴ αὐτὴ ... κατενεχθῇ 重新承接句势,引向主要谓语 δρόσος τε καὶ πάχνη καλεῖται。
- 1.23φθάσῃ ἡ ἀτμὶς πρὸ τῆς πήξεως εἰς ὕδωρ μεταβαλοῦσα κατενεχθῆναι
动词 φθάνω 与分词(μεταβαλοῦσα)及不定式(κατενεχθῆναι)结合的惯用句式,意为“在结冰(πρὸ τῆς πήξεως)之前先一步转化为水并向下运送”。φθάσῃ 表时间上的领先,分词 μεταβαλοῦσα 表先行发生的动作,不定式 κατενεχθῆναι 则表示随之发生的运动结果。
