- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:44.1-45.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《气象学》中论述的水与空气的处所(346b16),亚历山大阐释了其质料因(湿润蒸气)和作动因(沿黄道带运行的太阳),并说明了蒸发与凝结的周而复始循环以及云、雨和雾的生成机制。
" Περὶ δὲ τοῦ τῇ θέσει μὲν δευτέρου τόπου μετὰ τοῦτον." Τίς ἐστι δεύτερος μὲν μετὰ τὸν συνεχῆ ταῖς φοραῖς, πρῶτος δὲ περὶ τὴν γῆν τόπος, αὐτὸς ἐξηγήσατο διὰ τοῦ οὗτος γὰρ κοινὸς ὕδατός τε τόπος καὶ ἀέρος. περὶ δὲ τὴν ἄνω γένεσιν αὐτοῦ εἶπεν, ὅτι πρῶτον λέγει περὶ τῶν γινομένων ἐν τούτοις ἄνω· ἐρεῖ γὰρ καὶ ὅσα περὶ ἀέρα τε καὶ ὕδωρ κάτω γίνεται καὶ ὑπὸ γῆν. καθόλου δέ φησι δεῖν καὶ ἐπὶ τούτων καὶ τῶν ἐν τούτοις γινομένων πάντων τὰς αἰτίας πρῶτον λαβεῖν, τήν τε ὑλικὴν καὶ τὴν ποιητικήν τε καὶ κινητικήν. κινητικὸν μὲν οὖν καὶ ποιητικὸν πάντων τῶν τοιούτων φησὶν εἶναι τὸν κύκλον, λέγων τὸν ζῳδιακόν· ἐν γὰρ τούτῳ καὶ κατὰ τοῦτον ὁ ἥλιος φερόμενος φανερῶς τὰ μὲν διακρίνει τῶν ὑποκειμένων σωμάτων λεπτύνων τά τε ὕδατα τὰ ἐπὶ τῆς γῆς καὶ αὐτὴν τὴν γῆν καὶ τὰς ἀναθυμιάσεις ποιῶν πλησίον γινόμενος αὐτῶν, τὰ δὲ συγκρίνει πάλιν ἀφιστάμενος πόρρω· τότε γὰρ συγκρίνεται ἡ ὑγρὰ ἀναθυμίασις εἰς νέφη τε καὶ ὕδατα. τῇ γὰρ προσόδῳ τε καὶ ἀφόδῳ τῶν ἐναντίων παθῶν αἴτιος γίνεται, καὶ ποτὲ μὲν γενέσεως, ποτὲ δὲ φθορᾶς. εἰπὼν δὲ τὸν ἥλιον ποιητικὸν τῶν παθῶν τε καὶ τῶν γινομένων ἔν τε τῷ τοῦ ὕδατος καὶ τῷ τοῦ ἀέρος τόπῳ γίνεσθαι, περὶ ὧν εἰπεῖν προτίθεται, ἑξῆς λέγει, πῶς οὗτος αἴτιος, καὶ ἅμα τίς ἐστιν ἡ ὡς ὕλη τούτων αἰτία μνημονεύει. μενούσης γὰρ ἐν μέσῳ τῆς γῆς τὸ περὶ αὐτὴν ὑγρὸν ὑπό τε τῆς ἀπὸ τοῦ ἡλίου θερμότητος καὶ ἀπὸ τῆς ἄλλης τῆς ἄνωθεν γινομένης λεπτυνόμενον καὶ ἀτμιδούμενον φέρεται ἄνω. ὅταν δὲ ἡ θερμότης ἡ ἐγκεκραμένη τῇ ἀναθυμιάσει ταύτῃ ἀπολείπῃ αὐτὴν ἢ τῷ ἐκκριθῆναι καὶ εἰς τὸ ἄνω ἀνενεχθῆναι (αὕτη γὰρ ἡ κατὰ φύσιν φορὰ τῆς τοιαύτης φύσεως) ἢ καὶ σβεσθεῖσα τῷ μετεωρισθεῖσα ἀπὸ τῆς γῆς ἐν ψυχροτέροις γενέσθαι τόποις1 (ψυχρότερος γὰρ ὁ τόπος, ὡς εἴρηκέ τε ἤδη καὶ ἐρεῖ, ὅπου παύονται αἱ ἀνακλάσεις αἱ ἀπὸ τῆς γῆς τῶν ἀκτίνων τοῦ ἡλίου γινόμεναι), συνίσταται πάλιν ἡ ἀτμὶς εἰς ὕδωρ καὶ μεταβαλοῦσα εἰς τοῦτο πάλιν φέρεται κάτω· αὕτη γὰρ τῷ ὕδατι ἡ κατὰ φύσιν φορά. ἔστι δὲ ἡ μὲν ἐξ ὕδατος μεταβολὴ καὶ ἡ ἐκ τούτου γινομένη ἀναθυμίασις ἀτμίς, ἡ δὲ ἐξ ἀέρος γινομένη σύγκρισις καὶ μεταβολὴ εἰς ὕδωρ νέφος. τὴν δὲ ὁμίχλην φησὶν εἶναι τῆς εἰς ὕδωρ συγκρίσεως καὶ μεταβολῆς τῆς νεφέλης περίττωμα· τὸ γὰρ ὑπολειφθὲν ὑπὸ τῆς νεφέλης ἐν τῇ εἰς ὕδωρ μεταβολῇ ὁμίχλη. γίνεται δὲ καὶ ἐν τῇ τῆς ἀτμίδος εἰς νέφος μεταβολῇ ὁμίχλη, τῆς ἀτμίδος μὴ ὁμοίως συγκριθείσης καὶ πιληθείσης. διὰ τοῦτο δέ φησι τὴν ὁμίχλην σημεῖον μᾶλλον εἶναι εὐδίας ἢ ὕδατος, ὅτι ἔστι τὸ μὴ δυνηθὲν τοῦ νέφους2 οὕτως πιληθῆναι, ὡς εἰς ὕδωρ μεταβαλεῖν· ὥσπερ γὰρ νεφέλην ἄγονόν φησιν εἶναι τὴν ὁμίχλην. γόνιμος μὲν γὰρ ἡ εἰς ὕδωρ μεταβάλλουσα· τοῦτο γὰρ αὐτῇ κατὰ φύσιν· ἡ δὲ μὴ ἔχουσα τοῦτο ἄγονος τοῦ κατὰ φύσιν. εἰπὼν δὲ τῆς τοιαύτης ἀναθυμιάσεώς τε καὶ πάλιν συγκρίσεως αἴτιον εἶναι τὸν ἥλιον λέγει κύκλῳ τὸ τοιοῦτον γίνεσθαι κατὰ τὴν τοῦ ἡλίου τοῦ ποιοῦντος αὐτὸ μίμησιν.
“关于在此之后在位置上居于第二的处所。” 对于在与诸运行相连续的处所之后居于第二、而在大地周围居于第一的处所究竟是什么,他自己通过“因为这是水与空气的共同处所”这句话作了解释。 而他说“关于其上方的生成”,是因为他首先论述在这些〔元素〕中于上方所生成的事物;因为他也将论述关于空气和水在下方以及在大地之下所生成的一切事物。 他指出,一般而言,对于这些〔元素〕以及在其中生成的一切事物,都必须首先把握其原因,即质料因以及作动因和动力因。 于是他说,所有这类事物的动力因和作动因乃是圆圈,指的即是黄道带;因为太阳在其中并沿着它运行时,显而易见,当它临近基底层物体时,通过使大地之上的水和大地本身变得稀薄并产生蒸气,从而分离开一部分物体;而当它远离而去时,又将另一部分物体聚集起来;因为此时湿润的蒸气便聚集成为云和水。 因为太阳借由其临近与退去而成为相反受动状态的原因,并且有时成为生成的原因,有时成为毁灭的原因。 在指明太阳成为在他打算论述的水之所与空气之所中生成的受动状态及生成物的作动因之后,他接下来论述太阳如何是原因,并同时提及这些事物的作为质料的原因是什么。 因为在大地居于中央留存不动的同时,其周围的湿润物由于来自太阳的热量以及来自上方的其他热量而变得稀薄并蒸发,被运送向上。 而当混合在这一蒸气中的热量离开它时——或者由于被分离并向上升起(因为对于此类本性而言这是其合乎本性的运动),或者也由于从大地升至高处进入更寒冷的处所而被熄灭(因为正如他已经说过且还将要说的那样,来自大地的太阳光线反射终止的地方乃是更寒冷的处所)——蒸气便重新凝结为水,并且在转化为水之后再次被运送向下;因为这对于水而言是合乎本性的运动。 而出于水的转化以及从中产生的蒸气乃是气化蒸气,而出于空气的聚集以及向水的转化则是云。 并且他说,雾是云向水聚集并转化的残余物;因为在向水转化的过程中由云遗留下来的东西就是雾。 此外,在蒸气向云转化的过程中也会产生雾,这是在蒸气没有同样地聚集并被压紧时发生的。 为此他说,雾与其说是下雨的迹象,不如说是晴天的迹象,因为它是云中未能被如此压紧以至于转化为水的那一部分;因为他说雾好比是不结果实的云。 因为转化为水的那种云是多产的(因为这对它而言是合乎本性的),而未具有此特性的云在合乎本性之事上则是无产的。 在指出此类蒸发以及再次聚集的原因乃是太阳之后,他说这一过程是按照产生它的太阳的摹仿而周而复始地发生的。
- 1.23σβεσθεῖσα τῷ μετεωρισθεῖσα ἀπὸ τῆς γῆς ἐν ψυχροτέροις γενέσθαι τόποις
相较于此前使用的与格冠词不定式短语 ἢ τῷ ἐκκριθῆναι...,此处句式发生转换,使用了与主语 ἡ θερμότης 一致的主格阴性单数分词 σβεσθεῖσα(“被熄灭”)。随后的与格冠词不定式 τῷ ... γενέσθαι(“由于处于……”)表示熄灭的方式或原因,其中的主格分词 μετεωρισθεῖσα 则与不定式 γενέσθαι 的逻辑主语(即该热量)相一致。
- 1.23τὸ μὴ δυνηθὲν τοῦ νέφους
中性单数带冠词分词 τὸ μὴ δυνηθέν(“未能……”)支配部分属格 τοῦ νέφους(“云的”),意为“云中未能[被压紧以至于转化为水]的部分”。
