- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:42.13-43.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大讨论了银河作为一个大圆的位置、恒星密集的特征及其两半球亮度的差异,并阐明了将银河定义为由蒸气分泌产生的最大圆圈之长发的学说。
ὁ δὲ κύκλος οὗτος, καθ’ ὃν φαίνεται τὸ γάλα, μέγιστός ἐστι, καθὼς καὶ ὁ ζῳδιακός· ἔτι δὲ καὶ τῇ θέσει τοὺς τροπικοὺς ὑπερβάλλει· ἔστι μὲν γὰρ λοξὸς καὶ αὐτός, καὶ οὐ διὰ τῶν πόλων, ὑπερβάλλει μέντοι τοὺς τροπικοὺς καὶ ἄλλων τινῶν κύκλων ἐφάπτεται οὐ πόρρω τῶν πόλων ὄντων καὶ κεῖται τοῦ ζῳδιακοῦ ἐκ πλαγίων, ὡς μὴ κατ’ αὐτὸν κινεῖσθαι τοὺς πλάνητας· ἔτι τε πλείους ἀστέρας ἔχει· πλήρης γὰρ ὁ τόπος φαίνεται ὢν μεγίστων τε καὶ λαμπροτάτων ἄστρων, καὶ ἔτι τῶν σποράδων καλουμένων. εἴη δ’ ἂν ἄστρα μὲν λέγων, ἃ δοκεῖ ἀναπληροῦν τι μέρος τῶν κατηστερίσθαι δοκούντων, οἷον τῆς ἄρκτου ἢ τοῦ Ὠρίωνος ἢ τῆς παρθένου ἢ τοῦ στεφάνου ἢ τινος ἄλλου, ὧν καὶ Ἄρατος μνημονεύει, σποράδας δὲ τοὺς καθ’ αὑτοὺς ὄντας, περὶ ὧν καὶ Ἄρατος οὕτως μνημονεύει λέγων”ἄλλοι δὲ σποράδην ὑποκείμενοι ὑδροχοῆϊ”. διὰ ταῦτα δὴ εὔλογόν ἐστιν ἀεί τε καὶ συνεχῆ κατὰ τούτους τὴν τοιαύτην ἀναθυμίασιν ἀθροίζεσθαι. σημεῖον δέ· καὶ γὰρ αὐτοῦ τοῦ κύκλου. σημεῖον ποιεῖται τοῦ διὰ τὸ πλῆθος τῶν κατὰ τοῦτο ἄστρων συνισταμένην τὴν ἀναθυμίασιν καὶ ἀθροιζομένην τε καὶ ἐξαπτομένην ποιεῖν τὸν τοῦ γάλακτος κύκλον τὸ καὶ αὐτοῦ τοῦ κύκλου τούτου πλείω τὴν σύστασιν καὶ πλεῖον τὸ φῶς εἶναι1 ἐν τῷ ἑτέρῳ ἡμικυκλίῳ, καθ’ ὃ καὶ διπλόην τινὰ ἔχων ὁ γαλαξίας ὁρᾶται, ἐν ᾧ καὶ πλείω καὶ πυκνότερα τὰ ἄστρα ὁρᾶται ὄντα. ἐν γὰρ τούτῳ πλείω ὁρᾶται ὄντα ἄστρα ἢ ἐν τῷ ἑτέρῳ ἡμικυκλίῳ, ὡς διὰ τὰ ἄστρα καὶ τὴν τούτων φορὰν τοῦ τὸν γαλαξίαν ποιοῦντος φέγγους γινομένου. εἰ γὰρ γίνεται τε ἐν τῷ κύκλῳ τούτῳ, ἐν ᾧ πλεῖστα ὁρᾶται ἄστρα, καὶ αὐτοῦ τούτου πάλιν πλεῖον γίνεται ἐν ᾧ πλείους τε καὶ μείζους οἱ ἀστέρες, εὔλογον τὰ ἄστρα καὶ τὴν τούτων κίνησιν τοῦ πάθους τοῦ κατὰ τὸν γαλαξίαν καὶ τῆς τοιαύτης συστάσεως αἴτια εἶναι. ἑξῆς δὲ καὶ διὰ καταγραφῆς πειρᾶται δεικνύναι τόν τε κύκλον τὸν ὑφ’ ὃν ὁ γαλαξίας συνίσταται καὶ τὰ ἐν αὐτῷ ἄστρα, σύμφωνα δεικνὺς τοῖς φαινομένοις τὰ εἰρημένα. ἐπεὶ δὲ οἱ μὲν ἄλλοι ἀστέρες οἱ τῶν δοκούντων κατηστερίσθαι, τάξιν τινὰ οἰκείαν καὶ χώραν ἔχουσιν, ὡς δύνασθαι τὴν θέσιν αὐτῶν καὶ διὰ καταγραφῆς δείκνυσθαι, οἱ δὲ καλούμενοι σποράδες οὐκ εἰσὶν ἐν ὡρισμένῃ τάξει, διὰ μὲν τῆς καταγραφῆς οὐ δείκνυσι τούτους ὄντας ἐν τῷ κύκλῳ2 καθ’ ὃν τὸ γάλα, γνώριμον δέ φησιν αὐτῶν εἶναι τὸ ἐν τῷ κύκλῳ τούτῳ πλῆθος ἀναβλέπουσιν εἰς τὸν οὐρανόν. ἐν γὰρ μόνῳ τούτῳ τῷ κύκλῳ τῶν ἐν τῇ ἀπλανεῖ τὰ μεταξὺ τῶν ἄλλων ἄστρων πλήρη τοιούτων ἀστέρων ἐστίν· ἐν δὲ τοῖς ἄλλοις κύκλοις φανερά ἐστι διαλείμματα ὄντα κενὰ ἄστρων. εἰπὼν δὲ ταῦτα περὶ τοῦ γάλακτος ἐπιφέρει ὅτι εἰ ἡ περὶ τῆς τῶν κομητῶν συστάσεως δόξα εἰρημένη καὶ ἡ ἀποδεδομένη αἰτία μετρίως εἰρῆσθαι δοκεῖ, τὸν αὐτὸν τρόπον ὑπολαμβάνειν δεῖ καὶ τὸ γάλα συνίστασθαι. ὃ γὰρ ἐπ’ ἐκείνων περὶ ἕνα ἀστέρα γίνεται, τοῦτο ἐπὶ τοῦ γάλακτος περὶ ἕνα κύκλον ὅλον ἡγητέον γίνεσθαι. ἀποδίδωσι δὲ καὶ ὁριστικόν τινα λόγον τοῦ γάλακτος· εἶναι γάρ φησι τὸ γάλα τὴν τοῦ μεγίστου κύκλου κόμην διὰ τὴν ἔκκρισιν, τουτέστι τὴν γινομένην διὰ τὴν ἔκκρισιν. διὰ τὸ γάλα δὲ καὶ τὴν αὐτόθι ἀποκρινομένην τε καὶ ἀθροιζομένην συνεχῶς ἀναθυμίασιν οὐδὲ πολλούς φησι κομήτας συνίστασθαι, διὰ τὸ καθ’ ἑκάστην περίοδον τὴν τοιαύτην ἀναθυμίασιν εἰς τοῦτον ἀποκρίνεσθαι τὸν τόπον. περὶ μὲν οὖν τῶν γινομένων·3 ὑπομιμνήσκει περὶ ὧν εἴρηκεν. εἰπὼν δὲ τῷ περὶ τὴν γῆν κόσμῳ, ὅσπερ ἐστὶν ὁ ἐν γενέσει καὶ φθορᾷ, προσέθηκε τὸ τῷ συνεχεῖ ταῖς φοραῖς. οὐ γὰρ περὶ πάντων εἴρηκε τῶν γινομένων ἐν τῷ περὶ τὴν γῆν κόσμῳ, ἀλλὰ περὶ μόνων τῶν ἐν τῷ μέρει αὐτοῦ, ὅ ἐστι μετὰ τὰς τῶν οὐρανίων φορὰς ἁπτόμενον αὐτῶν· τὸ γὰρ ἁπτόμενον συνεχὲς εἶπεν. ἦν δὲ τοῦτο ἡ ξηρὰ καὶ θερμὴ ἀναθυμίασις.
而乳[银河]显现于其中的这个圆圈是一个大圆,正如黄道带一样;此外,在位置上它也超出了回归线。因为它自身也是倾斜的,并不穿过天极,然而它超出了回归线,并与距离天极不远的其他某些圆圈相切,并且位于黄道带的侧旁,使得行星不沿着它运动;此外,它拥有更多的星辰。因为该处所显得充满了最大且最明亮的星辰,而且还充满了所谓的散星。亚里士多德所说的“星座之星”,指的大概是那些似乎构成了被视为结成星座的星群的一部分的星辰,例如大熊座、猎户座、室女座、北冕座或其他某种星座,阿拉托斯也提到了这些;而“游星”则是指那些自成一体存在的孤立星,阿拉托斯在谈及它们时也如此说道:“而另一些零散分布在宝瓶座之下”。正是由于这些原因,此类蒸气始终且连续不断地沿着这些星辰聚集,是合乎情理的。“作为证据:因为即便是这一圆圈本身[在另一半球]。”他用以作为蒸气由于该处星辰的众多而结集、积聚并被点燃从而形成银河圈的证据的,是即使在这个圆圈本身之中,在银河显得具有某种分叉的其中一个半球中,在其中可见星辰更多且更密集的那一半球中,结集也更多,光芒也更盛。因为在这一半球中可见的星辰多于另一半球,表明产生银河的光芒正是由于星辰及其运行而产生的。因为如果这种现象既发生在可见星辰最多的这个圆圈中,而且在这个圆圈本身之中又发生在星辰更多且更大的部分,那么星辰及其运动就是银河沿线这种受动状态以及此类结集的原因,这是合乎情理的。接下来,他也试图通过图示来展示银河在其下结集的圆圈以及其中的星辰,表明所论之事与现象相符。但是,既然被视为结成星座的其他星辰具有某种固有的秩序和位置,从而其分布也能通过图示展示,而所谓的游星并不处于确定的秩序中,因此他没有通过图示来展示这些游星位于乳所在的圆圈中,但他指出,对于仰望天空的人而言,它们在这个圆圈中的众多数量是显而易见的。因为在恒星天球的各个圆圈中,唯独在这个圆圈中,其他星辰之间的间隙充满了此类星辰;而在其他圆圈中,显然存在没有星辰的空隙。在谈论了关于乳的这些事情之后,他补充道:如果关于彗星集结的所述见解以及所给出的原因显得论述得当,那么就必须认为乳也是以同样的方式集结的。因为在彗星的情形中围绕单颗星辰所发生的事情,在乳的情形中必须被认为围绕着一整个圆圈发生。而且他还给出了乳的一个定义性表述;因为他说乳是“由于分泌而产生的最大圆圈的长发”,也就是由于分泌而形成的长发。并且他说,由于乳以及在该处不断被分离和积聚的蒸气,并没有很多彗星集结,因为在每一个周转周期中此类蒸气都被分离到这个处所。“那么,关于在[环绕大地的世界中]产生的事物”:他提示了自己已经论述过的事项。而在说出“在环绕大地的世界中”(即处于生成与毁灭之中的世界)时,他补充了“与诸运行相连续的”这一短语。因为他并非论述了在环绕大地的世界中产生的所有事物,而仅论述了在位于天体运行之后并与之相接的那个部分中的事物;因为他将相接者称为“相连续的”。而这正是干燥且温热的蒸气。
- 1.22σημεῖον ποιεῖται τοῦ διὰ τὸ πλῆθος τῶν κατὰ τοῦτο ἄστρων συνισταμένην τὴν ἀναθυμίασιν καὶ ἀθροιζομένην τε καὶ ἐξαπτομένην ποιεῖν τὸν τοῦ γάλακτος κύκλον τὸ καὶ αὐτοῦ τοῦ κύκλου τούτου πλείω τὴν σύστασιν καὶ πλεῖον τὸ φῶς εἶναι
由中性定冠词 τὸ 引导的带不定式短语(τὸ ... πλείω τὴν σύστασιν καὶ πλεῖον τὸ φῶς εἶναι ...)充当谓语动词 σημεῖον ποιεῖται(“以……为证据”)的直接宾语,而属格短语 τοῦ ... ποιεῖν(“蒸气……造成银河圈这一事实的”)则表明所要证明的论题。
- 1.22ἐπεὶ δὲ οἱ μὲν ἄλλοι ἀστέρες ... διὰ μὲν τῆς καταγραφῆς οὐ δείκνυσι τούτους ὄντας ἐν τῷ κύκλῳ
由 ἐπεὶ 引导的从属原因从句在主语部分对比了星座中的恒星(οἱ μὲν ἄλλοι ἀστέρες)与所谓的游星(οἱ δὲ καλούμενοι σποράδες),主句则以 διὰ μὲν τῆς καταγραφῆς οὐ δείκνυσι τούτους ὄντας(“通过图示他并不展示这些处于……”)承接,代词 τούτους 指涉前述的游星。
- 1.22περὶ μὲν οὖν τῶν γινομένων
直接引用亚里士多德原文(《气象学》346b10)的词句,紧接着是亚历山大的注记 ὑπομιμνήσκει περὶ ὧν εἴρηκεν(“提示了自己已经论述过的事项”)。
