- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:40.25-42.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德立足自身原理阐明银河本质的段落,解释银河正如彗星一样是由恒星天密集的星辰点燃干燥炎热的蒸气而形成的现象,并阐明黄道带之所以没有银河留存,是由于太阳和行星的热力驱散了蒸气。
" Ἡμεῖς δὲ λέγομεν ἀναλαβόντες τὴν ὑποκειμένην ἀρχὴν ἡμῖν." Τὴν αὑτοῦ δόξαν τίθησι διὰ τούτων, προσχρῆται δὲ τοῖς προειρημένοις. ἔκειτο δὲ αὐτῷ τό τε ἔσχατον τοῦ ἀέρος καὶ ἐπιπολάζον αὐτῷ εἶναι δυνάμει πῦρ, τουτέστι θερμὴ καὶ ξηρὰ ἀναθυμίασις καὶ ἐπιτήδειος πρὸς ἔξαψιν. κινουμένου δὴ τοῦ ἀέρος καὶ διακρινομένου ὑπὸ τῆς τῶν οὐρανίων περιφορᾶς ἡ προειρημένη ἀναθυμίασις ἀποκρίνεται ἀπ’ αὐτοῦ καὶ μετεωρίζεται. ἡ δὴ πυκνοτέρα τε καὶ παχυτέρα ἀναθυμίασις τοιαύτη ἐστὶν ὡς ἀπ’ αὐτῆς γίνεσθαι τοὺς κομήτας κατὰ τὸν ἀποδεδομένον τρόπον. ἐπεὶ δὲ τῶν κομητῶν οἱ μέν τινες καθ’ αὑτοὺς συνίστανται, ὡς προείρηται, οἱ δὲ ὑπό τι ἄστρον ἢ τῶν ἀπλανῶν ἢ τῶν πλανωμένων, ᾧ κινουμένῳ καὶ συμπεριφέρονται, ὡς δοκεῖν τοῦ ἄστρου τὴν κόμην εἶναι, ἐπὶ τοσοῦτον διαμένοντες, ἐφ’ ὅσον κάτωθέν τις αὐτοῖς ἀπὸ τοῦ ἀέρος χορηγία γίνεται ἀναφερομένης κατ’ αὐτοὺς ἀπ’ αὐτοῦ εὐκράτου τε πρὸς ἔξαψιν καὶ εὐκαίρου ἀναθυμιάσεως, δεῖ, φησί, καὶ ἐπὶ τοῦ γάλακτος τοιοῦτον τὸ γινόμενον ἐπινοῆσαι, ὁποῖον ἐπὶ τῶν κομητῶν, τῶν ὑπὸ τῶν ἄστρων συνισταμένων. ὡς γὰρ τῷ ἡλίῳ πολλάκις ἡ ὑπ’ αὐτὸν γινομένη σύστασις, ἀφ’ ἧς ἡ ἅλως κατὰ τὴν πρὸς τὸν ἥλιον ἀνάκλασιν γίνεται, κινουμένῳ συμπεριφέρεται ἐπὶ πολύ, ἀλλὰ καὶ τῇ σελήνῃ, οὕτως οἵ τε κομῆται τοῖς ἄστροις, ὑφ’ ἃ συνίστανται, ταύτῃ διαφέροντες τῆς ἅλω, ὅτι ἐκείνη μὲν ἐξ ἀνακλάσεως φωτίζεται, οἱ δὲ κομῆται ἐν αὑτοῖς τὸ φῶς ἔχουσιν, ὡς προείρηκεν, ἐπεὶ ἄμφω γε ἀναθυμιάσεις πυκναί τε καὶ ξηραί· ἀλλὰ καὶ τὸ γάλα ὁμοία τις ἀναθυμίασις τῇ κόμῃ. ὃ γὰρ ἐπ’ ἐκείνων ἡ περὶ ἓν ἄστρον ἀναθυμίασις τοιαύτη γενομένη κομήτην ποιεῖ, τοῦτο περὶ τοὺς ἀστέρας ἅμα γενόμενον τοὺς καθ’ ὃ τὸ γάλα φαίνεται τὸν καλούμενον ποιεῖ γαλαξίαν κύκλον.1 ὃ γὰρ περὶ ἕνα ἀστέρα γίνεται, τοῦτο καὶ περὶ ὅλον τὸν οὐρανὸν ὑποληπτέον γίνεσθαι, τουτέστι τὸ κυκλοφορικὸν σῶμα· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν καὶ τὴν ἄνω φορὰν ἅπασαν. ἐπεὶ γὰρ οὐρανὸς καὶ ὁ σύμπας κόσμος καλεῖται, καλεῖται δὲ καὶ τὸ θεῖον σῶμα πᾶν, ἀλλὰ καὶ ἡ ἀπλανὴς σφαῖρα, ἐπὶ τίνος ἐχρήσατο τῷ τοῦ οὐρανοῦ ὀνόματι, ἐδήλωσε τῇ προσθήκῃ· ἐπὶ γὰρ τῆς ἀπλανοῦς. εἰπὼν δὲ ὃ καθ’ ἕνα τῶν ἀστέρων συμβαίνει, ὡς παρὰ τὴν ἐκείνου κίνησιν τὴν ὑπ’ αὐτὸν ἀναθυμίασιν, εἰ εὔκρατος εἴη καὶ πυκνὴ πρὸς ἔξαψιν, ἐξάπτεσθαι, τοῦτο δὲ εὔλογον καὶ ἐπὶ παντὸς τοῦ οὐρανοῦ γίνεσθαι, τουτέστι τῆς ἀπλανοῦς σφαίρας καὶ πάσης τῆς περιφορᾶς, ὅτι εὔλογον τὸ εἰρημένον παρέστησεν.2 εἰ γὰρ ἡ ἑνὸς ἄστρου κίνησις ποιεῖ τι τοιοῦτον, εὔλογον καὶ τὴν τῶν πάντων τοῦτο δύνασθαι ποιεῖν, ὡς ἐκριπίζειν τε καὶ ἐξάπτειν τὴν ὑπ’ αὐτοὺς ἀναθυμίασιν καὶ συνεφέλκεσθαι. εὐλογώτερον δὲ μᾶλλον τὸ τοιοῦτον γίνεσθαι καθ’ ὃ μέρος τοῦ οὐρανοῦ πλεῖστοι καὶ πυκνότατοι καὶ μέγιστοι ἀστέρες εἰσί. δείξας δ’ ὅτι καθ’ ὅλον τὸν οὐρανὸν εὔλογον τὸ προειρημένον γίνεσθαι, ἑξῆς τὴν αἰτίαν ἀποδίδωσι τοῦ κατὰ μέν τι αὐτοῦ τὸ τοιοῦτον πάθος ὁρᾶσθαι καὶ μένειν, κατὰ δέ τι μή. κατὰ μὲν δὴ τὸν ζῳδιακόν φησι μὴ μένειν τὴν τοιαύτην ἀναθυμίασίν τε καὶ σύστασιν, καίτοι ὄντα ἐν τῇ ἀπλανεῖ· οὐχ ὅτι μὴ γίνεται, ἀλλ’ ὅτι κατὰ τοῦτον ὅ τε ἥλιος καὶ οἱ ἄλλοι πλάνητες κινούμενοι διακρίνουσι καὶ λεπτύνουσι τὴν τοιαύτην σύστασιν. διὰ τοῦτο γάρ, ὡς προείρηται, καὶ οἱ πολλοὶ τῶν κομητῶν ἐκτὸς τῶν τροπικῶν συνίστανται, ὅτι, φησί, μηκέτι κατὰ τοῦτον οἱ πλάνητες φέρονται· οὐ γὰρ ἐκβαίνουσι τὸν ζῳδιακόν, ὃς τῶν τροπικῶν ἐφάπτεται μόνον. ὅτι δὲ εὐλόγως ὑφ’ ὃν οἱ πλάνητες κινοῦνται, ὑπὸ τοῦτον οὐ γίνεται τὸ γάλα, σημεῖον παρέθετο τὸ μηδὲ ὑπὸ τὸν ἥλιον ποτὲ μηδὲ ὑπὸ τὴν σελήνην κόμην συνίστασθαι, τῷ θᾶττον διακρίνεσθαι ὑπὸ τούτων τὰς τοιαύτας ἀναθυμιάσεις ὡς πάνυ θερμῶν,3 ὡς κωλύεσθαι τὴν σύστασιν αὐτῶν. εἰ δὲ ὑπὸ τούτους μὴ γίνεται τοιαύτη σύστασις, οὐδ’ ἂν κατὰ τὸν κύκλον τοῦτον γίνοιτο, καθ’ ὃν οὗτοι περιφέρονται, οὐχ εἷς ἀλλὰ πάντες.
“我们在重新确立为我们所设定的始基之后再来论述。” 通过这些话,他提出了他自己的见解,并利用了先前已经陈述的诸前提。对他而言,曾被设定的前提是:空气的最外层以及浮于其上的部分在潜能上是火,即适于点燃的热而干燥的蒸气。于是,随着空气被天体的周转所运动并被分离,前述的蒸气便从空气中分离出来并上升到高处。这层更浓密且更粗重的蒸气正是那种会以先前说明的方式从中产生彗星的蒸气。既然正如先前所述,彗星中有一部分是自成一体地集结,而另一些则是在某颗恒星或某颗行星之下集结,并随着该星的运动而一同旋转,以致显得这长发是该星的长发,并且只要从下方从空气中向它们提供供给(即适于点燃且恰逢其时的蒸气从空气中向上运送到它们所在之处),它们就一直存留,因此他说,必须设想在乳[银河]的情形下所发生的事情,与在那些于星辰之下集结的彗星的情形下所发生的事情乃是同类的。因为,正如在太阳之下所形成的集结(晕正是由于向太阳的反射而由此产生的)常常在很长时间内随着运动的太阳一同旋转,月亮亦是如此,彗星同样也与它们在其下集结的星辰一同旋转;彗星与晕的区别在于此:晕是由于反射而被照亮的,而彗星则如他先前所言,光芒在其自身之内,因为两者至少都是浓密而干燥的蒸气;而且乳也是一种与长发相似的蒸气。因为在彗星的情形中,围绕单个星辰形成的此类蒸气造成了彗星,而同样的现象同时围绕着乳显现之处的诸星辰发生,便造成了所谓的银河圈。因为围绕单个星辰所发生的事情,应当被认为也发生在整个天空周围,即作圆周运动的物体周围;因为他在说“以及整个上方的运行”时就表明了这一点。因为既然“天空”既指整个宇宙,又指整个神圣物体,但也指恒星天球,他在何种意义上使用了天空之名,通过这一附加语便表明了:因为他是指恒星天球。他说明了就单个星辰而言所发生的事——即伴随着它的运动,其下方的蒸气如果适度且浓密而宜于点燃,就会被点燃——并且说明这在整个天空(即恒星天球和全部周转)的情形下发生也是合理的,从而论证了所述之事是合乎情理的。因为如果单个星辰的运动造成了某种此类现象,那么所有星辰的运动也能够造成此现象,以致煽动并点燃其下方的蒸气并将其一同拖曳,这是合乎情理的。而此类现象发生在天空之中星辰最多、最密且最大的那一部分,则更是合情合理的。在指明了前述现象在整个天空发生是合理的之后,他接下来给出了这一受动状态在天空的某一部分被看见并留存、而在另一部分则不然的原因。他说,在黄道带沿线,尽管它位于恒星天之中,此类蒸气和集结却不会留存;这并不是因为它不产生,而是因为太阳和其他行星沿着这条带运动,从而分离并稀释了此类集结。事实上,正如先前所述,大多数彗星之所以在回归线之外集结,正是因为他说行星不再沿着这些区域运行;因为行星绝不走出仅与回归线相切的黄道带。作为在行星运行其下的区域之下不会产生乳是合理的证据,他提出了在太阳之下和在月亮之下都绝不会集结出长发[彗星]这一事实;因为它们极为炎热,此类蒸气被它们更快地分离,以致其集结受到了阻碍。如果在这些天体之下不会产生此类集结,那么沿着它们(不仅是一颗而是所有行星)所周转的这个圆圈,自然也不会产生这种集结。
- 1.22ὃ γὰρ ἐπ’ ἐκείνων ἡ περὶ ἓν ἄστρον ἀναθυμίασις τοιαύτη γενομένη κομήτην ποιεῖ, τοῦτο περὶ τοὺς ἀστέρας ἅμα γενόμενον τοὺς καθ’ ὃ τὸ γάλα φαίνεται τὸν καλούμενον ποιεῖ γαλαξίαν κύκλον
由关系代词 ὅ 与指示代名词 τοῦτο 构成的相关句结构。在 ὅ 关系从句中,ἡ ... ἀναθυμίασις 作为主语,而中性单数的 ὅ 则作同族宾语或指代整个事态(即“蒸气造成彗星这件事”),并在主节中由指示代词主语 τοῦτο 相对应,统摄 ποιεῖ τὸν ... κύκλον。
- 1.22εἰπὼν δὲ ὃ καθ’ ἕνα τῶν ἀστέρων συμβαίνει ... ὅτι εὔλογον τὸ εἰρημένον παρέστησεν
句子的核心骨架为分词短语 εἰπὼν δὲ ... 修饰主动词 παρέστησεν(“论证了”),而 ὅτι εὔλογον τὸ εἰρημένον(“所述之事是合情合理的”)构成 παρέστησεν 的宾语从句。分词 εἰπὼν 则管辖着 ὃ καθ’ ἕνα ... 以及不定式结构 τοῦτο δὲ εὔλογον ... γίνεσθαι 这两个并列的宾语内容。
- 1.22τῷ θᾶττον διακρίνεσθαι ὑπὸ τούτων τὰς τοιαύτας ἀναθυμιάσεις ὡς πάνυ θερμῶν
以中性与格定冠词 τῷ 引导不定式 διακρίνεσθαι 构成表示原因的与格结构,τὰς τοιαύτας ἀναθυμιάσεις 作不定式的宾格主语。短语 ὡς πάνυ θερμῶν 修饰 τούτων,表述其之所以能迅速驱散的原因(“鉴于它们极为炎热”)。
