- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:39.17-40.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐述了根据天体运动和相对距离而言、将银河解释为太阳光反射的学说何以不可能成立,并藉由水面映象指出双重反射的荒谬性,最后确认亚里士多德完成了对前人诸学说的驳斥。
τῷ μὲν γὰρ ἀνισοταχῶς κινεῖσθαι τό τε κάτοπτρον καὶ τὸ ὁρώμενον ἄλλοτε κατ’ ἄλλο μέρος τοῦ κατόπτρου ἡ ἔμφασις ὁραθήσεται, ἄλλην σχέσιν αὐτῶν πρὸς ἄλληλα διὰ τὴν ἄνισον κίνησιν λαμβανόντων· τῷ δὲ μὴ τὸ αὐτὸ διάστημα φυλάσσειν1 αὐτὰ πρὸς ἄλληλα, ἀλλὰ ποτὲ μὲν πλεῖον ἀφίστασθαι, ποτὲ δ’ ἐγγυτέρω γίνεσθαι μεταβάλλει καὶ ἡ ἔμφασις· πορρωτέρω μὲν γὰρ ἀφισταμένου τοῦ ὁρωμένου ἐν βάθει μᾶλλον τοῦ κατόπτρου τὸ ὁρώμενον ὁραθήσεται, εἰ δὲ ἐγγυτέρω προσίοι τῷ κατόπτρῳ, ἐγγυτέρω τῆς ἐπιφανείας τοῦ κατόπτρου καὶ ἡ ἔμφασις φανήσεται. ἢ τὸ πρὸς ἄλληλα δὲ μὴ ἰσοταχῶς μηδὲ ἐν τῷ αὐτῷ διαστήματι εἶπεν οὐ τὴν κατὰ βάθος αὐτῶν ἀπόστασιν λαμβάνων διαφέρουσαν γίνεσθαι, ἀλλὰ τὴν κατὰ τὴν ἄνισον κίνησιν· παραλλαγὴ γὰρ ἔσται τοῦ διαστήματος, εἰ μὴ ὁμοίως ἀλλήλοις ἀμφότερα συμπεριφέροιτο. οὕτω γὰρ δυνήσεται ἀμφότερα σώζειν πρὸς τὸ ὁρῶν τὸ ἴσον διάστημα, εἰ μὴ κατὰ βάθος μεθισταῖτο προσιόντα ἀλλήλοις καὶ πάλιν ἀφιστάμενα, ἀλλὰ κατὰ μόνην τὴν ἀνισοταχῆ μετάβασιν. τούτων δ’ οὕτως ἐχόντων, κινουμένων ἐπὶ τῶν προκειμένων τοῦ τε λεγομένου κατόπτρου καὶ τοῦ ὁρωμένου, ἐφ’ ὅ φασι γίνεσθαι τὴν ἀνάκλασιν, καὶ μενόντων τῶν ὁρώντων, εἰ κατὰ ταὐτὸν ὁρῷτο τὸ ὁρώμενον, οὐκ ἀνάκλασις εἴη ἂν τὸ γινόμενον. ἀλλὰ μὴν ἐπὶ τοῦ γάλακτος ἡμῶν μὲν τῶν ὁρώντων ἠρεμούντων καὶ ἴσον ἀφεστώτων ἑκατέρου, τοῦ τε δοκοῦντος κατόπτρου, καὶ τοῦ δι’ αὐτοῦ ὁρωμένου (κέντρου γὰρ ἡ γῆ λόγον ἐπέχει, καὶ περὶ αὐτὴν κινεῖται τὰ κύκλῳ κινούμενα, ἴσον ἕκαστον αὐτῆς ὡσανεὶ κέντρου ἀπέχοντα) τὰ δὲ ἄστρα τὰ ἐν τῷ τοῦ γάλακτος κύκλῳ ὄντα κινεῖται, τουτέστι τὸ κάτοπτρον· εἰ γὰρ ὁ κύκλος περὶ ἐκεῖνα, ἐκεῖνα δὲ κινεῖται, ἀνάγκη καὶ τὸν κύκλον κινεῖσθαι, ὃν ὡς κάτοπτρον λαμβάνουσι· κινεῖται δὲ καὶ ὁ ἥλιος, ὃν ὁρᾶσθαι λέγουσιν ἐν τῷ τοῦ γάλακτος κύκλῳ ἐπ’ αὐτὸν γινομένης τῆς ἀνακλάσεως. καὶ οὐκ ἰσοταχῶς κινεῖται, οὗ σημεῖον παρέθετο τὸ τὸν δελφῖνα, περὶ ὃν καὶ αὐτὸν ὄντα ἐν τοῖς ἀπλανέσιν ὁ τοῦ γάλακτος κύκλος ἐστί, ποτὲ μὲν ἕωθεν ἐπιτέλλειν, ποτὲ δὲ μέσων νυκτῶν. καίτοι εἰ ἰσοταχῶς ἐκινεῖτο τῷ ἡλίῳ, ἀεὶ ἂν ἕωθεν ἐπέτελλεν ἢ ἀεὶ μεσονυκτίου· οὕτως γὰρ ἂν καὶ τὴν αὐτὴν σχέσιν καὶ τὸ αὐτὸ διάστημα πρὸς τὸν ἥλιον ἔσωζε. κινουμένων δὲ τούτων οὕτως ὅμως οὐδὲν ἧττον τὸ γάλα ἀεὶ κατὰ τὰ αὐτὰ μέρη καὶ κατὰ τοὺς αὐτοὺς ἀστέρας ὁρᾶται. καίτοι εἰ ἦν ἔμφασις καὶ μὴ ἐν αὐτῷ τι τῷ ὁρωμένῳ ἴδιον ὂν ὑπῆρχε τὸ ὁρώμενον, οὐκ ἔδει τοῦτο γίνεσθαι. προστίθησι δέ τι τοῖς προειρημένοις καὶ ἄλλο, ἀναιρετικὸν ὂν τῆς προειρημένης δόξης, τὸ νύκτωρ ἐν ὕδατι καί τισι τοιούτοις ἐνόπτροις τὸ γάλα ἐμφαίνεσθαι· ἄτοπον δὲ εἶναι τὸ λέγειν καὶ τότε τὴν ὄψιν ἀνακλᾶσθαι ἀπὸ τοῦ ὕδατος ἐπὶ τὸν ἥλιον. εἰ γὰρ τοῦτο ἐγίνετο, οὐκ ἔδει τὸν κύκλον τὸν τοῦ γάλακτος εἶναι τὸν ἐμφαινόμενον, τὸν τὴν ἀρχὴν μηδὲ ὁρώμενον,2 ἢ ἀπὸ μὲν τοῦ ὕδατος λέγειν ἐπὶ τὸ γάλα γίνεσθαι τὴν ἀνάκλασιν, ἀπὸ δὲ τούτου πάλιν ἐπὶ τὸν ἥλιον· λίαν γὰρ ἄτοπος ἡ διπλῆ ἀνάκλασις διὰ τὸ διάστημα. ὅτι μὲν οὖν οὔτε ὁδὸς τῶν πλανήτων οὐδενός. ἱστορήσας τὰς προκαταβεβλημένας δόξας καὶ δείξας πάσας ψευδεῖς τε καὶ ἀδυνάτους ὑπομιμνήσκει τῶν εἰρημένων τε καὶ δεδειγμένων.
因为由于镜子与被看见的对象以不等速度运动,映像将在不同的时间被看见于镜子的不同部分,因为它们由于不等速运动而彼此形成不同的关系;而由于它们彼此之间不保持相同的距离,而有时相距更远,有时更为临近,映像也会发生改变。因为当被看见的对象相距更远时,被看见的对象将在镜子的更深处被看见;而如果它更加接近镜子,映像也将显现在更接近镜子表面的地方。或者,他说“彼此既非等速,亦不在相同距离”,并不是认为它们在深度上的距离变得不同,而是指依不等速运动而造成的距离不同;因为如果两者不以相同的方式彼此一同回转,距离就会发生变动。实际上,只有当它们不在深度上通过彼此接近或再次远离而变位,而仅仅根据不等速的位置变换而运动时,两者才能对视者保持相等的距离。既然这些情况成立,在当前所讨论的事物中,所谓镜子与被看见的对象(即他们声称反射向其发生的对象)都在运动,而视者保持不动,如果被看见的对象在相同的位置被看见,那么所发生的事情就绝不可能是反射。 然而就乳[银河]而言,我们作为视者是静止的,并且与两者——即所设想的镜子与通过它而被看见的对象——保持相等的距离(因为大地居于中心的地位,作圆周运动的事物围绕它运动,各自距它正如距中心一样相等),而位于乳之圆圈中的恒星们则在运动,也就是镜子在运动;因为如果圆圈环绕着这些星辰,而星辰在运动,那么他们视为镜子的圆圈也必然在运动;同时太阳也在运动,他们声称当向其发生反射时,太阳就在乳的圆圈中被看见。而且它不是等速运动的,〔亚里士多德〕为此提出的证据是:海豚座(乳的圆圈正环绕着它本身,而它属于恒星)有时在黎明升起,有时在半夜升起。然而,如果它与太阳以等速运动,它就必然始终在黎明升起,或者始终在半夜升起;因为这样它才能对太阳保持相同的关系和相同的距离。尽管这些天体如此运动,乳却依然始终在相同的部分并沿着相同的恒星被看见。然而,如果它是一个映像,且被看见的事物不是作为某种固有的性质存在于所见物本身之中,这种情况本是不应当发生的。 此外,他对上述论证又增加了一条足以驳倒前述观点的理由,即在夜间乳能在水中以及诸如此类的镜面中映现出来;而主张在此时视线也是从水中反射向太阳,则是荒谬的。因为如果果真如此,所映现的就不应当是乳的圆圈(它根本打一开始就不曾被看见),或者必须主张反射先从水发生到乳,再从乳发生到太阳;但由于距离的缘故,双重反射是极其荒谬的。 “因此,它既不是任何行星的道路”。 在叙述了先前提出的一系列观点并指明它们全都是虚假且不可能的之后,他提请人们注意那些已被陈述和论证了的事项。
- 1.21τῷ μὲν γὰρ ἀνισοταχῶς κινεῖσθαι ... τῷ δὲ μὴ τὸ αὐτὸ διάστημα φυλάσσειν
带冠词不定式的与格(τῷ κινεῖσθαι 与 τῷ μὴ φυλάσσειν)由 μέν...δέ 构成对照,分别作后续主句(ἡ ἔμφασις ὁραθήσεται 与 μεταβάλλει καὶ ἡ ἔμφασις)的原因状语。
- 1.21τὸν τὴν ἀρχὴν μηδὲ ὁρώμενον
宾格短语 τὴν ἀρχήν 与否定词 μή 连用作副词性用法,意为“根本”、“起初就(不)”,在此修饰分词 ὁρώμενον。
