- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:4.12-5.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对《气象通论》开端(339a9–19),亚历山大阐明了亚里士多德如何调用已在《论天》与《论生成与毁灭》中证明的前提——单一作圆周运动的以太天体,以及由四种可触知性质组合而成的四元素及其双重直线运动与轻重关系——作为气象学考察的出发基准。
" Ὧδε οὖν ἀρξάμενοι λέγωμεν περὶ αὐτῶν πρῶτον." Εἰπὼν τὴν κατὰ τὴν ἐνεστῶσαν πραγματείαν πρόθεσιν πρῶτον περὶ τῶν προκειμένων, φησίν, ἡμῖν τήνδε τὴν ἀρχὴν ποιησάμενοι λέγωμεν, τὸ πρῶτον προσθείς, ἐπεὶ ὑπομιμνήσκει ἡμᾶς τῶν πρότερον εἰρημένων, ἃ καὶ ἀρχὰς ὄντα δείξει τῶν μελλόντων λέγεσθαι. ὧν δὲ ὑπομιμνήσκει, ἔστιν εἰρημένα ἔν τε τοῖς Περὶ οὐρανοῦ καὶ ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς· ἔστι δὲ ταῦτα ὅτι μία μὲν ἀρχὴ τῶν σωμάτων, ἐξ ὧν συνέστηκεν ἡ τῶν ἐγκυκλίων φερομένων σωμάτων φύσις, ἀρχὴν μὲν σωμάτων εἰπὼν ἀντὶ τοῦ ἁπλοῦν σῶμα καὶ στοιχεῖον καὶ ἀρχὴ τῶν ἄλλων σωμάτων, ἢ μία ἀρχὴ τῶν σωμάτων ἀντὶ τοῦ μία ἀρχὴ σωματική. τὸ δὲ ἐξ ὧν συνέστηκεν ἡ τῶν ἐν κύκλῳ φερομένων σωμάτων φύσις ἴσον ἐστὶ τῷ τὰ σώματα ταῦτα ἐξ ὧν συνέστηκε πᾶν τὸ κυκλοφορικὸν σῶμα καὶ ἡ θεία φύσις· ἔστι δὲ ταῦτα αἱ ὀκτὼ σφαῖραι καὶ οἱ ἐν αὐταῖς ἀστέρες. ἄλλα δὲ τέτταρα σώματα διὰ τὰς τέτταρας ἀρχάς. λέγει μὲν τέτταρα ἄλλα σώματα παρὰ τὸ κυκλοφορητικὸν πῦρ ἀέρα, ὕδωρ γῆν. διὰ δὲ τὰς τέτταρας ἀρχὰς προσέθηκεν ὑπομιμνήσκων ἡμᾶς τῶν ἐν τῷ δευτέρῳ Περὶ γενέσεως εἰρημένων· ἐκεῖ γὰρ λαβὼν ὅτι σῶμά ἐστι τὸ τριχῇ διαστατὸν ἁπτόν, λέγων τὸν λόγον τοῦτον περὶ τῶν ἐν γενέσει σωμάτων, ἔλαβεν ὅτι εἰ τὸ σῶμα τὸ εἶναι ἔχει ἐν τῷ ἁπτὸν εἶναι, εἴη ἂν ἐν ἁπταῖς τισιν ἐναντιώσεσιν εἰδοπεποιημένον. μεθ’ ἃ τὰς πρώτας ζητήσας τῶν ἁπτῶν ἐναντιώσεων καὶ εὑρὼν οὔσας δύο, θερμότητα καὶ ψυχρότητα, καὶ ξηρότητα καὶ ὑγρότητα, ἔδειξεν ἐκ τῆς τούτων συνθέσεως πρὸς ἄλληλα τέσσαρα σωμάτων εἴδη γινόμενα, ἃ νῦν εἶπε διὰ τὰς τέσσαρας ἀρχάς. διότι γὰρ τὰ εἴδη τῶν ἁπλῶν τε καὶ ἁπτῶν σωμάτων τέσσαρα, διὰ τοῦτο τέσσαρα καὶ τὰ ἁπλᾶ σώματα τὰ μετὰ τὸ θεῖον. ὅτι δὲ τῶν τεσσάρων σωμάτων τούτων ἡ κίνησις διπλῆ, ὡς καὶ αὐτῷ ἐν τοῖς Περὶ οὐρανοῦ δεδειγμένῳ χρῆται·1 ἐκεῖ γὰρ εἴρηται ὅτι τὰ μὲν αὐτῶν ἀπὸ τοῦ μέσου κινεῖται κατὰ φύσιν, τουτέστιν ἄνω, ταῦτα δ’ ἐστὶ πῦρ τε καὶ ἀήρ, τὰ δὲ ἐπὶ τὸ μέσον, τουτέστι κάτω, ἅ ἐστι γῆ τε καὶ ὕδωρ. ἀλλὰ καὶ ὅτι κουφότατον μὲν τὸ πῦρ καὶ πᾶσιν ἐπιπολάζον τοῖς ἐπ’ εὐθείας κινουμένοις, βαρύτατον δὲ ἡ γῆ καὶ πᾶσιν ὑφιστάμενον τοῖς ἄλλοις, τὰ δὲ μεταξὺ τούτων, ἀήρ τε καὶ ὕδωρ, πρὸς ἄλληλα ἀνάλογον ἔχει, ὡς ἐκεῖνα ἁπλῶς. ἐπ’ ἐκείνων μὲν γὰρ τὸ μὲν ἦν ἁπλῶς κοῦφον (τοιοῦτον γὰρ ἦν τὸ πᾶσιν ἐπιπολάζον) τὸ δὲ ἁπλῶς βαρύ (τὸ γὰρ πᾶσιν ὑφιστάμενον τοιοῦτον), τούτων δὲ ὁ μὲν ἀὴρ ὡς πρὸς τὸ ὕδωρ κοῦφός ἐστι· τούτῳ γὰρ ἐπιπολάζει· τὸ δὲ ὕδωρ ὡς πρὸς τὸν ἀέρα βαρύ· ὑφίσταται γὰρ αὐτῷ. διὸ ὁ ἀὴρ μὲν τῷ πυρὶ ἐγγύτατα τῶν ἄλλων ἐστίν, ὕδωρ δὲ τῇ γῇ.
“那么,我们就这样开始,首先讨论它们。” 在陈述了当前论著中的意图之后,他说:“首先,关于摆在我们面前的论题,让我们以此为始基开始讨论。”他加上“首先”,是因为他提醒我们注意先前所说的内容,而且他将证明这些内容也是将要讨论之事物的始基。他所提醒我们的内容,已在《论天》和《论生成与毁灭》中讨论过。也就是说,那些由之构成作圆周运动的物体之本性的物体的始基乃是一个——他说“物体的始基”,乃是用以代替“单纯物体、元素以及其它物体的始基”,或者说“物体的始基为一个”乃是用以代替“一个物体性的始基”。而“作圆周运动的物体之本性由之构成”等于说“构成整个圆周运动物体和神圣本性的这些物体”;这些物体就是八个天球及其中的星体。“以及由于四种始基而有的其它四种物体”。他指的是除作圆周运动的物体之外的其它四种物体:火、气、水、土。他加上“由于四种始基”,是为了提醒我们注意在《论生成与毁灭》第二卷中所说的内容。因为他在那里设定了物体是三维伸展且可触知的,并在对处于生成之中的物体陈述了这一定义之后,设定了若物体在可触知之中拥有其存在,它就应当在某些可触知的对立中被赋予形式。在此之后,他探求了最初的可触知对立,并发现它们有两组,即热与冷、干与湿,进而证明了由它们相互结合产生了四种物体的形式,这就是他现在所谓的“由于四种始基”。因为既然单纯且可触知的物体之形式有四种,由于这一原因,排在神圣物体之后的单纯物体也正是四种。至于这四种物体的运动是双重的,他也以此作为在《论天》中已经证明的结论来使用。因为在那里已经说明,它们之中的一部分在本性上离开中心运动,即向上运动,这些是火和气;而另一部分朝向中心运动,即向下运动,这些是土和水。不仅如此,火是最轻的并浮在所有作直线运动的物体之上,而土是最重的并沉在所有其它物体之下,位于它们之间的气和水,相互之间的比例关系正如那两端在单纯意义上的关系一样。因为就那两端而言,一者是在单纯意义上轻的(浮在一切之上的正是如此),另一者是在单纯意义上重的(沉在一切之下的正是如此);而在这些中间物体中,气相对于水是轻的(因为它浮在水上),水相对于气是重的(因为它沉在气下)。因此气在其它物体中离火最近,水离土最近。
"Ὁ δὴ περὶ τὴν γῆν τὴν ὅλην κόσμος." Λαβὼν τέσσαρα εἶναι σώματα ἁπλᾶ τε καὶ ἐπ’ εὐθείας κινούμενα, εἶναι δὲ καὶ πέμπτον τὸ αἰθέριόν τε καὶ κυκλοφορητικόν, τούτοις χρῆται πρὸς τὴν τῶν προκειμένων θεωρίαν. καὶ λέγει τὸν περὶ τὴν γῆν κόσμον πάντα, περὶ γῆν κόσμον λέγων ἐν ᾧ γένεσις καὶ φθορά, ἐκ τῶν τεσσάρων συνεστάναι σωμάτων, γῆς λέγων καὶ ὕδατος ἀέρος τε καὶ πυρός. τὸ δὲ περὶ τοῦ κύκλῳ ἂν εἴη δηλωτικόν. περὶ οὗ δεῖν φησι, λέγων τοῦ περὶ τὴν γῆν κόσμου, τὰ συμβαίνοντα αὐτῷ πάθη θεωρῆσαί τε καὶ λαβεῖν,2 τίνα τέ ἐστι, καὶ διὰ τίνας, φησίν, αἰτίας γίνεται.
“围绕着整个大地的宇宙秩序。” 在设定了存在四种单纯且作直线运动的物体,并且还存在第五种以太的、作圆周运动的物体之后,他将这些用于对眼前论题的考察。他说整个围绕大地的宇宙秩序——所谓“围绕大地的宇宙秩序”,是指在其中存在生成与毁灭的领域——是由四种物体构成的,即土、水、气和火。而“围绕”大概表明了“圆环状”。他说关于这一领域——是指关于围绕大地的宇宙秩序——必须考察并把握发生在它身上的遭受,即它们是什么,以及他说,由于何种原因而产生。
- 1.2ὅτι δὲ τῶν τεσσάρων σωμάτων τούτων ἡ κίνησις διπλῆ, ὡς καὶ αὐτῷ ἐν τοῖς Περὶ οὐρανοῦ δεδειγμένῳ χρῆται
句子的主干为首置的主题化从句 ὅτι... ἡ κίνησις διπλῆ(这四种物体的运动是双重的),它充当主句动词 χρῆται(使用)的关涉对象。短语 ὡς καὶ αὐτῷ ἐν τοῖς Περὶ οὐρανοῦ δεδειγμένῳ 修饰该对象,其中与格中性分词 δεδειγμένῳ 表示“作为被证明的事实”,与格代词 αὐτῷ 则作施事与格(由他自己)。
- 1.3περὶ οὗ δεῖν φησι, λέγων τοῦ περὶ τὴν γῆν κόσμου, τὰ συμβαίνοντα αὐτῷ πάθη θεωρῆσαί τε καὶ λαβεῖν
紧接着关系代词短语 περὶ οὗ(关于它)的插入语 λέγων τοῦ περὶ τὴν γῆν κόσμου 中,分词 λέγων 支配属格补足语(“意指围绕大地的宇宙秩序”),或者该属格是在同位结构中承接了前置词 περὶ 的支配。主句骨架为带不定词的结构 δεῖν φησι... θεωρῆσαί τε καὶ λαβεῖν(他说必须考察并把握……)。
