- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:5.23-6.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了月下世界通过接触与天界的圆周运动相连续并受其统治,并基于圆周运动的永恒性与完全性,阐明了天界为何是地上生成与变化的第一推动因。
" Ἔστι δὲ ἐξ ἀνάγκης συνεχὴς οὗτος ταῖς ἄνωθεν φοραῖς." Συνεχῆ φησι τὸν κόσμον τὸν περὶ τὴν γῆν εἶναι, περὶ οὗ τῶν γινομένων ἐν αὐτῷ παθῶν ζητοῦμεν, ταῖς ἄνωθεν φοραῖς, τουτέστι τῷ θείῳ τε καὶ κυκλοφορητικῷ σώματι. ὑπὲρ τούτου δέ φησι συνεχῆ εἶναι τὸν περὶ τὴν γῆν κόσμον ἐκείνῳ τῷ σώματι, ὑπὲρ τοῦ πάντα αὐτὸν ἐξ ἐκείνου κυβερνᾶσθαι· τοῦτο γάρ ἐστι τὸ πᾶσαν αὐτοῦ τὴν δύναμιν.1 συνεχῆ δὲ τῇ ἁφῇ· λέγει γὰρ συνεχῆ καὶ τὰ ἁπτόμενα. διὸ καὶ ἔν τισιν ἀντιγράφοις γράφεται συνεχής πως οὗτος· ὅτι γὰρ μὴ ἁπλῶς συνεχής. τὸ δὲ ἐξ ἀνάγκης πρόσκειται, ὅτι δεδειγμένου τοῦ μηδὲν εἶναι κενὸν ἀνάγκη τὰ σώματα ἀλλήλων ἅπτεσθαι· καὶ ἔτι διὰ τοῦτο ἐξ ἀνάγκης, ὅτι μὴ ἐδύνατο ἄλλως εἶναί τε καὶ σώζεσθαι, μὴ κυβερνώμενος ὑπὸ τοῦ θείου σώματος. ὅτι δὲ προνοεῖται κατ’ αὐτὸν ὑπὸ τῶν θείων τὰ ἐν γενέσει καὶ φθορᾷ, φανερῶς ἄν τις καὶ ἐντεῦθεν λάβοι. αἰτίαν δὲ τοῦ δεόντως λέγεσθαι τὸν θνητὸν κόσμον ὑπὸ τοῦ θείου κυβερνᾶσθαι ἀπέδωκε ταύτην· ὅθεν γὰρ ἡ τῆς κινήσεως ἀρχὴ πᾶσιν, ἐκείνην αἰτίαν νομιστέον πρώτην. πρῶτον γὰρ αἴτιον ποιητικὸν τῶν γινομένων ἁπάντων τὸ ὅθεν αὐτοῖς πρῶτον ἡ τῆς κινήσεως ἀρχή, τουτέστι τὸ πρῶτον αὐτοῖς τῆς κινήσεως αἴτιον. αἴτιον δὲ πρῶτον τῆς κινήσεως τῷ περιγείῳ κόσμῳ τὸ θεῖόν τε καὶ κυκλοφορητικὸν σῶμα· ὥστε ἐκεῖνο αὐτοῦ καὶ ποιητικὸν αἴτιον. κινούμενος γὰρ ὁ οὐρανὸς καὶ πᾶν τὸ θεῖον σῶμα κινεῖ καὶ τὰ πλησίον αὐτοῦ καὶ γειτνιῶντα αὐτῷ σώματα, δι’ ὧν καὶ τὰ μετ’ αὐτὰ κινεῖται καὶ κυβερνᾶται, καὶ αἴτιόν ἐστι τῷδε τῷ κόσμῳ τοῦ τε εἶναι καὶ τῆς ἀιδίου διαμονῆς αὐτοῦ, ἥτις αὐτῷ περιγίνεται διὰ τῆς εἰς ἄλληλα τεταγμένης μεταβολῆς τῶν τεσσάρων σωμάτων ἐξ ὧν συνέστηκεν. ὅτι δὲ εὐλόγως ἡ τοῦ θείου σώματος κίνησις αἰτία τῆς τῶν ἄλλων σωμάτων κινήσεώς τε καὶ μεταβολῆς, συνέστησε διὰ τοῦ τὴν μὲν ἀίδιόν τε εἶναι καὶ ἄπαυστον, τέλος οὐκ ἔχουσαν τῷ τόπῳ τῆς κινήσεως, τουτέστι τῆς κατὰ τόπον κινήσεως· οὐ γάρ ἐστί τις τόπος, ἐφ’ ὃν ἐλθὸν στήσεται, ὥσπερ ἐπὶ τῶν ἐπ’ εὐθείας κινουμένων ἢ κατά τινα κίνησιν ἄλλην. εἰπὼν δὲ καὶ τέλος οὐκ ἔχουσα τῷ τόπῳ τῆς κινήσεως, ἵνα μή τις ὑπολάβῃ λέγειν αὐτὸν διὰ τοῦ τέλος οὐκ ἔχουσα ὅτι ἀτελὴς ἡ κίνησις ἡ ἐκείνου τοῦ σώματος, ἐπήνεγκε τὸ ἀλλ’ ἀεὶ ἐν τέλει. δέδεικται γὰρ ὅτι μόνη τέλειος τῶν κινήσεων ἡ κύκλῳ, καθ’ ἣν τὸ κινούμενον ἀεί ἐστιν ἐν τῷ τέλει τε καὶ τῇ τελείᾳ κινήσει· τὰ δ’ ἐπ’ εὐθείας κινούμενα σώματα τῷ πεπερασμένους ἀπ’ ἀλλήλων ἀφεστάναι τόπους2 ἐπὶ τὸ πέρας ἐλθόντα τῶν ἐφ’ οὓς κινεῖται τόπων ἵσταται· ὁμοίως δὲ ὥσπερ πέρας, οὕτω δὴ καὶ ἀρχὴν ἔχει τῆς κινήσεως. ἡ δὲ ἀίδιός τε καὶ ἄπαυστος κίνησις πρώτη τε τῆς κινήσεως τῆς τοιαύτης καὶ αἰτία.
“而这一[宇宙秩序]必然与上方的诸运动相连续。” 他说,围绕大地的宇宙秩序——关于在其中产生的诸遭受正是我们所探寻的——与上方的诸运动,即神圣且作圆周运动的物体相连续。他说围绕大地的宇宙秩序与那一物体相连续是“为了这一目的,即整个宇宙秩序都由它来统治”;这就是“它的全部潜能”的意思。并且它是“通过接触而连续”的;因为他也把相互接触的事物称为连续的。因此在某些抄本中写着“这一[宇宙秩序]以某种方式连续”;因为它并非在单纯意义上连续。至于加上“必然”,是因为既然已经证明不存在任何虚空,物体之间就必然相互接触;此外由于这一原因也是必然的:如果不受神圣物体的统治,[这一秩序]就不可能以其它方式存在并得以保持。并且按照他的观点,处于生成与毁灭之中的事物受到神圣事物的关照,人们从这里也能清晰地领会到。至于凡俗的宇宙秩序由神圣物体所统治乃是理所应当的,对于这一原因他作出了如下说明:因为“一切事物的运动始基由之而来的那者,必须被视为第一原因”。因为一切生成之物的第一推动因,就是运动始基最初为它们由之而来的那者,也就是它们运动的第一原因。而地表周围宇宙秩序之运动的第一原因,乃是神圣且作圆周运动的物体;因此那一物体也是它的推动因。因为天球和整个神圣物体在运动的同时,也推动了接近它并与它邻接的诸物体,通过这些物体,排在它们之后的诸物体也得以被推动和统治,并且它是这个宇宙秩序的存在以及永远持存的原因,而这一持存是通过构成宇宙秩序的四种物体彼此之间有秩序的转化而赋予给它的。至于神圣物体的运动作为其它物体的运动与转化的原因乃是合乎情理的,他是通过如下事实加以论证的:这一运动是永恒且无休止的,在运动的即空间位移的位置上没有终点;因为并不存在任何一个位置,它一旦到达就会停下来,而不像作直线运动的事物或按照某种其它运动的事物那样。在说了“而且在运动的位置上没有终点”之后,为了不让人由于“没有终点”而以为他说那一物体的运动是不完全的,他补充道“而总是处于终结之中”。因为已经证明,在诸运动中唯有圆周运动是完全的,按照这种运动,作运动之物总是处于终结之中且处于完全的运动之中;相反,作直线运动的物体,由于相互之间隔着有限的距离,到达它们所朝向运动的诸位置之极限时就会停止;正如它们拥有极限一样,它们同样也拥有运动的始基。而永恒且无休止的运动,乃是这种运动的第一者和原因。
- 1.4τοῦτο γάρ ἐστι τὸ πᾶσαν αὐτοῦ τὴν δύναμιν
中性单数定冠词 τὸ 将亚里士多德原文(339a22)中的短语 πᾶσαν αὐτοῦ τὴν δύναμιν 实词化并作表语引用,与主语 τοῦτο 相对,意为“这就是‘它的全部潜能’这句话的意思”。
- 1.4τῷ πεπερασμένους ἀπ’ ἀλλήλων ἀφεστάναι τόπους
表原因的与格冠词引导的完成时不定式(τῷ ... ἀφεστάναι)。不定式的逻辑主语承接主句主语(τὰ ... σώματα),宾格短语 πεπερασμένους ... τόπους 作表空间距离的宾语,意为“由于相互之间隔着有限的距离”。
