- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:2.34-4.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大审视了亚里士多德关于大地的遭受以及伴随运动产生的气象现象(蒸发气、地震、雷电、暴风及凝结现象等)的表述,并解释了在《气象论》之后关于动物和植物之著作的体系性次序以及自然探究的方法。
πάθη δὲ λέγοι ἂν τὰς ἀναθυμιάσεις τὰς γινομένας ἀπ’ αὐτῆς καὶ τὰς ἐναπολήψεις ὕδατός τε καὶ πνεύματος, ὧν αἱ μὲν ἀναθυμιάσεις νεφῶν τε καὶ ὑετῶν ἀρχαί, ἔτι δὲ χαλάζης τε καὶ χιόνος πάχνης τε καὶ δρόσου βροντῶν τε καὶ ἀστραπῶν ἀνέμων τε καὶ τῆς τῶν ἀνέμων τε καὶ πνευμάτων διαφορᾶς· κατὰ γὰρ τὰς τῶν μερῶν τῆς γῆς διαφορὰς καὶ αἱ τῶν ἀνέμων διαφοραί. αἱ δὲ ἐναπολήψεις αἱ μὲν τοῦ ὕδατος πηγῶν αἰτίαι, αἱ δὲ τοῦ πνεύματος σεισμῶν. τὸ δὲ καὶ περὶ πάντων τῶν γινομένων κατὰ τὰς κινήσεις τὰς τούτων εἴρηκεν ἀντὶ τοῦ καὶ περὶ τῶν ἄλλων τῶν γινομένων κατὰ τὰ πάθη τῶν τε μερῶν τῆς γῆς καὶ τῶν εἰδῶν· οὐ γὰρ μόνον πνεύματα καὶ σεισμοί, ὧν ἐμνημόνευσεν. ἢ τὰς κινήσεις τὰς τούτων εἶπεν ἐπί τε τῶν πνευμάτων καὶ τῶν σεισμῶν· συμπτώματα γάρ τινα οἰκεῖα καὶ ἐπὶ τῶν ἀνέμων καὶ ἐπὶ τῶν σεισμῶν γίνεται, οἷον τὸ διίστασθαι τὴν γῆν, τὸ ἦχον γίνεσθαι, τὸ νηνεμίαν πρώην γενέσθαι, ταῦτα μὲν ἐπὶ τῶν σεισμῶν, ἐπὶ δὲ τῶν ἀνέμων τὸ φέρε εἰπεῖν τὸν καικίαν, ὅθεν πνεῖ, ἐνταῦθα τὰ νέφη συνωθεῖν, τῶν ἄλλων, ἀφ’ ὧν ἂν πνέωσι μερῶν, ἀπ’ ἐκείνων ἀπωθούντων τὰ νέφη. ἢ κατὰ τὰς κινήσεις τὰς τούτων εἶπεν οὐ μόνον περὶ τῶν τῆς γῆς μερῶν τε καὶ εἰδῶν, ἀλλὰ καὶ περὶ πάντων τῶν σωμάτων τῶν μετὰ τὸ θεῖον σῶμα τεταγμένων· καὶ γὰρ ἐπὶ τῶν κομητῶν καὶ τῶν διασσόντων, ῥάβδων τε καὶ παρηλίων ἔστιν ὁρᾶν τινα συμπτώματα ταῖς κινήσεσιν αὐτῶν ἑπόμενα. περὶ γὰρ τῶν ἐν τούτοις γινομένων τὰ μὲν ἀποροῦμεν, οἷον περὶ τοῦ πῶς ἶρις γίνεται, διὰ τί τὸ τῆς θαλάττης ὕδωρ ἁλμυρόν, τῶν δὲ ἐφαπτόμεθά τινα τρόπον, οἷον περὶ τῆς τῶν νεφῶν συστάσεως καὶ περὶ τῆς εἰς ὕδωρ αὐτῶν μεταβολῆς· καὶ γὰρ εἰ μὴ τὸ ἀκριβὲς εἰπεῖν περὶ τῶν τοιούτων ἔχομεν, ἀλλ’ οὐ πάντῃ ἀνεννόητοι τῆς γενέσεως αὐτῶν ἐσμεν. ἔτι δὲ περὶ κεραυνῶν πτώσεως καὶ τυφώνων καὶ πρηστήρων καὶ τῶν ἄλλων τῶν ἐγκυκλίων, ὅσα διὰ πῆξιν συμβαίνει πάθη. οὐχ ὡς καὶ τῶν κεραυνῶν καὶ τῶν τυφώνων καὶ τῶν πρηστήρων διὰ πῆξιν γινομένων εἶπεν,1 ἀλλ’ εἰπὼν περὶ τούτων ὅσα διὰ κίνησιν συμβαίνει τῶν παθητῶν σωμάτων γίνεσθαι, ἐπεὶ γίνεται τινα καὶ διὰ πῆξιν πάθη, καὶ περὶ τούτων φησὶ δεῖν εἰπεῖν, ὥσπερ καὶ περὶ ἐκείνων. γίνεται δὲ κατὰ πῆξιν χιών, χάλαζα, πάχνη. ἐγκύκλια δὲ εἶπεν ἤτοι αὐτὰ τὰ τέσσαρα σώματα, ἐπειδὴ κύκλῳ καὶ ἐξ ἀλλήλων ἡ γένεσις αὐτοῖς, ἢ καὶ αὐτὰ τὰ πάθη ἐγκύκλια, ὅτι ἀνακυκλεῖται καὶ ταῦτα καθ’ ἕκαστον ἔτος γινόμενα. διελθόντες δὲ περὶ τούτων. τίνα πάλιν μετὰ τὴν μετεωρολογικὴν πραγματείαν ἐστὶ τῆς φυσικῆς πραγματείας, προστίθησι· περὶ γὰρ ζῴων, φησί, καὶ φυτῶν, καθόλου τε καὶ χωρίς. τάσσοι δ’ ἂν ἐν τῇ περὶ ζῴων θεωρίᾳ καὶ τὴν Περὶ ψυχῆς, ἔτι τε τὴν Περὶ αἰσθήσεώς τε καὶ αἰσθητῶν, ἔτι τὴν Περὶ μνήμης καὶ ὕπνου καὶ τῆς καθ’ ὕπνον μαντικῆς, ἔτι τὸ Περὶ γήρως καὶ νεότητος, μακροβιότητός τε καὶ βραχυβιότητος, καὶ ὅσα ἄλλα αὐτῷ γέγραπται ἔχοντα τὴν ἀναφορὰν ἐπὶ τὰ ζῷα· ὧν τὰ μὲν κοινὴν περὶ πάντων τῶν ζῴων τὴν θεωρίαν ἔχει, ὥσπερ ἥ τε Περὶ ζῴων ἱστορία, καὶ τὰ Περὶ ζῴων γενέσεώς τε καὶ μορίων, ἔτι δὲ τὰ Περὶ ζῴων πορείας τε καὶ κινήσεως, τὰ δὲ ἴδια,2 ὡς τὰ Περὶ μνήμης καὶ ὕπνου καὶ τῆς καθ’ ὕπνον μαντικῆς· τῶν γὰρ ἐν τούτοις λεγομένων τὰ πλεῖστα ἀνθρώπῳ μόνῳ ὑπάρχει. τὴν δὲ ἐξ ἀρχῆς προαίρεσιν λέγει τὸ τὴν φυσικὴν θεωρίαν πᾶσαν ἐπεξελθεῖν· τοῦτο γὰρ ἦν τὸ προκείμενον. κατὰ δὲ τὸν ὑφηγημένον τρόπον εἶπεν, ὅτι μὴ ἱστορίαν τινὰ παρέδωκεν ἐν τοῖς πρὸ τούτων ψιλήν, ἀλλὰ μετὰ τοῦ τὰς οἰκείας αἰτίας ἑκάστου τῶν λεγομένων ζητεῖν τε καὶ ἀποδιδόναι καὶ μετὰ ἀποδείξεως τὴν περὶ αὐτῶν ποιεῖσθαι θεωρίαν. οὕτως οὖν ἀξιοῖ καὶ τὸν περὶ τῶν ῥηθησομένων γενέσθαι λόγον.
所谓“遭受”,他指的大概是从大地产生的蒸发气,以及水和气息的内闭,其中蒸发气乃是云和雨的始基,此外也是雹、雪、霜、露、雷、电、风以及风与气息之差异的始基;因为风的差异亦随大地各部分的差异而生。另一方面,在内闭之中,水的内闭是泉源的原因,而气息的内闭则是地震的原因。他说“关于按照这些东西的运动而产生的一切事物”,乃是用以代替“关于按照大地各部分及其种类的遭受而产生的其它事物”;因为并非只有他所提及的风和地震。或者,他说“这些东西的运动”是指风和地震;因为在风和地震的情形下都会发生某些特有的相伴现象,例如大地的裂开、声响的产生、事前的无风,这些属于地震;而在风的情形下,例如凯基亚斯风将云推聚到它吹来的同一地方,而其它风则将云从它们所吹来的方位推离。或者,他说“按照这些东西的运动”,不仅是指大地的部分和种类,而且是指排在神圣物体之后的一切物体;因为在彗星、流星、日耳和幻日的情形下,也能看到随其运动而产生的某些相伴现象。因为在这些事物中产生的现象,对于某些我们感到困惑(例如虹是如何产生的,为什么海水是咸的),但对于另一些我们以某种方式有所把握(例如关于云的聚结以及它们向水的转变);因为即使我们无法对这类事物作出精确的说明,但我们对其生成也并非完全无所了解。“此外关于雷电的降落、暴风、旋风以及其它周期性的现象,凡由于凝结而产生的遭受”。他说这些,并不是说雷电、暴风和旋风也是由于凝结而产生的,而是在把这些作为由于受动性物体的运动而发生的现象论述之后,既然某些遭受也是由于凝结而产生的,他便说必须论述这些现象,正如论述那些现象一样。而依照凝结产生的是雪、雹、霜。他所谓的“周期性”,或是指四种物体本身,因为它们的生成是循环且互生的;或是指这些遭受本身是周期性的,因为它们也是每年产生并循环周转的。“当我们论述完这些事物之后”。他接着补充了在气象学论著之后又有哪些属于自然研究的内容:即“关于动物和植物,无论普遍地还是个别地”。人们亦可在关于动物的考察中列入《论灵魂》,此外还有《论感觉及其对象》,再者有《论记忆、睡眠以及梦中占卜》,再者有《论老幼与寿命长短》,以及他所撰写的凡涉及动物的其它所有著作。其中有些包含了关于一切动物的共通考察(如《动物志》、《动物生成论》、《动物部分论》,此外还有《动物行进论》与《动物运动论》),而另一些则是特有的考察(如《论记忆、睡眠以及梦中占卜》;因为在这些著作中所言及的大多数事物仅属于人类)。他说“最初的宗旨”,是指遍历整个自然考察;因为这正是摆在面前的任务。而他说“按照已指明的方法”,是因为在这些著作之前的内容中,他所提供的并不是某种单纯的记载,而是伴随着探求并给出所论述之每一事物的固有原因,并伴随着证明来进行关于它们的考察。因此他认为,关于将要论述的事物的说明也应当以这种方式来进行。
- 1.1οὐχ ὡς καὶ τῶν κεραυνῶν καὶ τῶν τυφώνων καὶ τῶν πρηστήρων διὰ πῆξιν γινομένων εἶπεν
带 οὐχ ὡς 的属格分词短语(τῶν κεραυνῶν... γινομένων)为独立属格,否定了并非作者本意的前提(“并不是说雷电……也是由于凝结而产生的”)。主句动词为 εἶπεν,随后的转折说明 ἀλλʼ εἰπὼν... ἐπεὶ... καὶ περὶ τούτων φησὶ δεῖν εἰπεῖν(“而是在论述了这些之后……既然……便说也必须论述这些”)阐明了真实的论述逻辑。
- 1.1ὧν τὰ μὲν κοινὴν περὶ πάντων τῶν ζῴων τὴν θεωρίαν ἔχει... τὰ δὲ ἴδια
关系代词 ὧν 的先行词是前文列举的与动物相关的全部著作。从句内部 τὰ μέν 与 τὰ δέ 构成对举;后一分句(τὰ δὲ ἴδια)中的中性复数 ἴδια 与阴性单数 τὴν θεωρίαν 性数不一致,故应承前仅省去动词 ἔχει 而以 ἴδια 为宾语(“包含特有的内容”),或补出系动词 ἐστίν 而以 ἴδια 为表语形容词(“是特有的”)。
