← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§38.13-39.16

大地阴影圆锥体与对视线反射说的反驳

亚历山大阐发了太阳光线所形成的大地阴影圆锥体无法达到恒星天的几何学原理,由此完成了对阿那克萨戈拉观点的反驳;随后引介了希波克拉底等人的视线反射说,解释了其被称为“第三种观点”的缘由,并依据关于静止与运动的光学原理展开了对反射说的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21#2

ὧν οὕτως ἐχόντων οὐ πόρρω οὐδὲ πολὺ ἀπὸ τῆς γῆς ὁ κῶνος ἂν ὁ ἀπὸ τῶν ἀκτίνων τῶν ἀπὸ τοῦ ἡλίου περιλαμπουσῶν τὴν γῆν καὶ συναπτουσῶν ἀλλήλαις γίνοιτο.1 οὕτως δ’ ἔχοντος οὐχ οἷόν τε τὴν ἀπὸ τῆς γῆς σκιάν, ἥτις ἐστὶν ἡ νύξ, ἐπὶ τοσοῦτον ἐκτείνεσθαι, ὡς ἐπισκοτεῖν δύνασθαί τισι τῶν ἀπλανῶν. κῶνος μὲν γὰρ ἡ σκιὰ γίνεται, ὅταν μείζων ᾖ ἡ σφαῖρα ἡ φωτίζουσα τῆς φωτιζομένης· οὗτος δὲ ὁ κῶνος περιγράφεται ὑπὸ τοῦ ἀπὸ τῆς φωτιζούσης σφαίρας φωτός, ὥστε κἀκείνου αἱ ἀκτῖνες καὶ τὸ φῶς κατὰ κωνικήν τινα περιφέρειαν ἐμβάλλουσιν ἀλλήλοις· κατὰ γὰρ τὴν περιγράφουσαν τὸν τῆς σκιᾶς κῶνον. ὥστε τούτων οὕτως ἐχόντων ἀνάγκη τὸν ἥλιον ἀεὶ πᾶσι τοῖς ἀπλανέσιν ἐπιβάλλειν τὸ φῶς καὶ πάντας περιορᾶν. ἐμνημόνευσε δὲ καὶ τῆς σελήνης, ὅτι τὸ ταύτης διάστημα ἐπὶ τὴν γῆν ἔλαττον ἢ τὸ τοῦ ἡλίου, ὑπὲρ τοῦ ἐνδείξασθαι ὅτι ταύτην μὲν οὐδὲν ἄτοπον ἐμπίπτουσάν ποτε εἰς τὴν ἀπὸ τῆς γῆς σκιὰν μὴ ὁρᾶσθαι ὑπὸ τοῦ ἡλίου μηδὲ προσλάμπεσθαι, καὶ οὕτως ἐκλείπειν, τῶν δ’ ἀπλανῶν τινας ἀδύνατον, μὴ δυναμένης τῆς γῆς τοσαύτην ποιεῖν σκιάν. Τρίτην δέ φησι δόξαν εἶναι περὶ τοῦ γάλακτος τὴν λέγουσαν ἀνάκλασιν εἶναι τὸ γάλα τῆς ἡμετέρας ὄψεως ἀπό τινος ἀναθυμιάσεως, ἥ τις εἶναι δοκεῖ τὸ γάλα, ἐπὶ τὸν ἥλιον, ἔνοπτρον γινόμενον τῇ ὄψει τῷ ἀπὸ τοῦ ἡλίου ὑπ’ αὐτῆς ὁρωμένῳ φωτί,2 ὡς ἔλεγον οἱ περὶ Ἱπποκράτην καὶ τὸν κομήτην γίνεσθαι. τρίτην δὲ δόξαν εἴρηκε ταύτην εἶναι, καίτοι τετάρτης μνημονεύσας, ἤτοι εἰς μίαν συνάγων τὰς τῶν Πυθαγορικῶν, οἳ ὁδὸν μὲν ἔλεγον τὸ γάλα, ἀλλ’ οἱ μὲν τοῦ ἡλίου οἱ δὲ ἄστρου τινὸς τῶν ἐκπεσόντων ἐκ τοῦ οὐρανοῦ κατὰ τὴν ἐπὶ Φαέθοντος φθοράν, ἢ ταύτην τὴν δόξαν ὡς τέλεον κενήν τε καὶ μυθώδη παραιτούμενος. διὰ τοῦτο γὰρ οὐδὲ εἶπέ τι πρὸς αὐτὴν πρὸς τὰς ἄλλας λέγων, ὅτι ἱκανὴ καὶ ῥηθεῖσα μόνον τὸ ἄτοπον τὸ αὑτῆς δεῖξαι. ὅτι δὲ καὶ ἡ τῆς ἀνακλάσεως δόξα ἀδύνατος, δείκνυσιν οὕτως. ἐν οἷς κατὰ ἀνάκλασιν ὁρᾶταί τινα, ἐν τούτοις ἐὰν πάντα ἠρεμῇ, τό τε ὁρῶν καὶ τὸ ἔνοπτρον καὶ τὸ ὁρώμενον (τὸ δὲ ἅπαν ἐπήνεγκε δηλωτικὸν τοῦ εἰ πᾶν καὶ ἕκαστον τῶν εἰρημένων ἠρεμοίη) ἀνάγκη ἐν τῷ αὐτῷ σημείῳ τε καὶ μέρει τοῦ ἐνόπτρου τὸ αὐτὸ μέρος τῆς ἐμφάσεως φαίνεσθαι. πάντων γάρ, δι’ ὧν ἡ ἔμφασις καὶ οἷς καὶ ὧν, ἠρεμούντων3 ἀνάγκη καὶ τὴν ἔμφασιν ἠρεμεῖν καὶ ἐν τῷ αὐτῷ φαίνεσθαι. εἰ δὲ ἡ μὲν ὄψις μένοι, κινοῖτο δὲ καὶ τὸ ἔνοπτρον καὶ τὸ ὁρώμενον, προσέτι δὲ τὸ ὁρώμενον πρὸς μὲν τὸ ὁρῶν τὸ αὐτὸ διάστημα φυλάσσοι, πρὸς δὲ τὸ ἔνοπτρον μηκέτι, ἀλλὰ μὴ ἰσοταχῶς αὐτῷ κινοῖτο καὶ συμμεταβαίνοι, ἀδύνατον τὴν αὐτὴν ἔμφασιν κατὰ τὸ αὐτὸ μέρος γίνεσθαί τε καὶ ὁρᾶσθαι τοῦ κατόπτρου.

在这些情况成立的情形下,由来自太阳、环照大地并彼此汇合的光线所形成的圆锥体,便不会延伸得离大地很远,也不会达到很大的距离。既然如此,大地所形成的阴影(即黑夜)便不可能延伸得如此之远,以致能够遮蔽任何恒星。因为只要照亮之球体大于被照亮之球体,阴影就会成为一个圆锥体;而这个圆锥体又被来自照亮球体的光芒所界定,以致该球体的光线和光芒也沿着某个圆锥形的周界彼此相交;因为这是沿着界定阴影圆锥体的周界而行的。因此,在这些情况成立的情形下,太阳必然始终将光投射于所有恒星之上,并环照所有恒星。他也提到了月球,指出它到大地的距离小于太阳的距离,这是为了表明:月球有时落入大地的阴影之中,因而不能被太阳照视与照亮,从而发生亏蚀,这并无荒谬之处;但对于恒星中的某些而言,这却是不可能的,因为大地不能产生如此巨大的阴影。随后他说,关于乳[银河]的第三种观点是:乳乃是我们的视线从某种被视为乳的气汽向太阳发生的反射,这种气汽凭借它〔视线〕所看见的来自太阳的光,对视线而言成为了一面镜子,正如希波克拉底及其门人所主张的彗星生成之理一样。他之所以称这一观点为第三种,尽管他曾提到了第四种,要么是因为他将毕达哥拉斯派的诸观点合而为一(他们虽都说乳是一条道路,但一些人说是太阳的道路,另一些人则说是法厄同毁灭事件中从天空坠落的某颗星辰的轨迹),要么是因为他将后一种观点作为完全空洞且属于神话的东西而加以摈弃。正因如此,他在反驳其他观点时,并未对这一观点多发一词,因为仅仅将其说出,就足以显明其自身的荒谬。接着,他按如下方式表明反射的观点同样是不可能的。在凡是依据反射而看见事物的情况中,如果所有要素都处于静止状态——即视者、镜子以及被看见的对象(他加上“一切”是为了表明“如果上述的每一件事物都处于静止状态”)——那么映像的相同部分必然显现于镜子的相同点和部分。因为凡是凭借其形成映像者、映像向其显现者以及作为映像之原型者,当这一切都处于静止时,映像也必然静止并显现于相同位置。但如果视线保持静止,而镜子与被看见的对象都在运动,而且被看见的对象相对于视者保持相同的距离,相对于镜子却不再保持相同距离,既不与镜子等速运动,也不与其一同变位,那么相同的映像便不可能在镜子的相同部分生成并被看见。

语法注3 条
  1. 1.21ὁ κῶνος ἂν ὁ ἀπὸ τῶν ἀκτίνων τῶν ἀπὸ τοῦ ἡλίου περιλαμπουσῶν τὴν γῆν καὶ συναπτουσῶν ἀλλήλαις γίνοιτο

    主语 ὁ κῶνος 由后置带冠词的介词短语 ὁ ἀπὸ τῶν ἀκτίνων... 所限定,而 τῶν ἀπὸ τοῦ ἡλίου περιλαμπουσῶν... 则进一步修饰 ἀκτίνων,构成“来自太阳、环照大地并彼此交汇的光线所构成的圆锥体”这一层叠修饰结构。ἄν 配合愿望体 γίνοιτο 构成潜在语气,表达在前文设定的几何前提下必然产生的推论。

  2. 1.21ἔνοπτρον γινόμενον τῇ ὄψει τῷ ἀπὸ τοῦ ἡλίου ὑπ’ αὐτῆς ὁρωμένῳ φωτί

    中性分词 γινόμενον 在性上受到表语名词 ἔνοπτρον 的同化吸引,但逻辑上指代前面的 ἀναθυμίασις。τῇ ὄψει 为关涉与格(“对视线而言”),τῷ... φωτί 为方式/手段与格(“凭借……的光”)。ὑπ' αὐτῆς 中的 αὐτῆς 指代前面的阴性名词 ὄψις,即“被视线所看见的太阳之光”。

  3. 1.21πάντων γάρ, δι’ ὧν ἡ ἔμφασις καὶ οἷς καὶ ὧν, ἠρεμούντων

    在独立属格结构 πάντων... ἠρεμούντων 中,嵌入了指示镜像形成三要素的关系从句:δι' ὧν 指反射所经由的媒介(镜子),οἷς 指映像所显现的对象(观看者/视线),ὧν 指映像所源自的原型(被观看的事物),分别严密对应前文列举的“视者、镜子、被观者”三项。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:38.13-39.16