← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§37.1-38.13

银河的本质与早期学说的反驳

针对亚里士多德在《气象学》第一卷第八章(345a11)对银河的本质与成因展开的探讨,亚历山大首先介绍了毕达哥拉斯派(坠落星辰或太阳曾运行的焦痕)以及阿那克萨戈拉与德谟克利特(位于地球阴影中星辰的自身光芒)的学说,并依据天文学与观测事实逐一论证了这些假说的不可成立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21#1

" Ὅπως δὲ καὶ διὰ τίνα αἰτίαν γίνεται καὶ τί ἐστι τὸ γάλα, λέγωμεν ἤδη." Προτίθεται μὲν περὶ τοῦ γαλαξίου κύκλου ποιήσασθαι τὸν λόγον, καλεῖ δ’ αὐτὸν γάλα. τίνα δ’ ἐστὶν ἃ ζητήσει περὶ αὐτοῦ, προείρηκε· τί γάρ ἐστι, καὶ πῶς γίνεται καὶ διὰ τίνα αἰτίαν. ὥσπερ δὲ καὶ περὶ τῶν κομητῶν τὸν λόγον ποιούμενος πρῶτον τὰς προκαταβεβλημένας περὶ αὐτῶν ὑπὸ τῶν πρὸ αὐτοῦ δόξας ἱστόρησέ τε καὶ ἐξήτασεν, οὕτως ποιεῖ καὶ περὶ τούτου. ἱστορεῖ δὲ τῶν μὲν καλουμένων Πυθαγορείων τινὰς ὁδὸν λέγειν εἶναι τὸν κύκλον τοῦτον τοὺς μὲν τῶν ἀστέρων τινὸς τῶν ἐκπεσόντων κατὰ τὴν λεγομένην ἐπὶ Φαέθοντος γενέσθαι φθορὰν ἐκπυρώσεως γενομένης, οἱ δέ τινές φασιν1 αὐτὸν τὸν ἥλιον πρότερον ταύτην φέρεσθαι· διὸ καὶ διακεκαῦσθαι τὸν τόπον τοῦτον ὑπὸ τῆς φορᾶς αὐτοῦ. μνημονεύσας δὲ τῆς δόξης ταύτης ἐπιφέρει τὸ ἀνακολούθως λεγόμενον ἐν αὐτῇ. εἰ γὰρ τοῦτο ἦν αἴτιον, ἔδει καὶ τὸν τῶν ζῳδίων κύκλον, καθ’ ὃν νῦν ὁ ἥλιος φέρεται, ταὐτὸν πάθος ἐκείνῳ πεπονθέναι ἢ καὶ ἔτι μᾶλλον. ἐν γὰρ τούτῳ οὐχ ὁ ἥλιος μόνον, ἀλλὰ καὶ οἱ ἄλλοι πλάνητες πάντες τὴν κίνησιν ποιοῦνται· ἀλλὰ μὴν οὐδὲν περὶ αὐτὸν τοιοῦτον ὁρᾶται ὂν πάθος. δῆλος γὰρ ἡμῖν καὶ φανερὸς ἅπας ὁ κύκλος γίνεται· ἀεὶ γὰρ αὐτοῦ καὶ νυκτὸς ἑκάστης τὸ ἡμικύκλιον φανερόν ἐστι, καὶ οὐδὲν φαίνεται τοιοῦτον περὶ αὐτὸν πάθος, πλὴν καθ’ ὃ μόριον δοκεῖ συνάπτειν πρὸς τὸν τοῦ γάλακτος κύκλον, οὐκ αὐτοῦ φαινομένου τοιούτου, ἀλλὰ τοῦ κατ’ αὐτὸν μορίου τοῦ γαλαξίου ἐπισκοτοῦντος τῷ ἐκείνου καθαρῷ.2 Ἀναξαγόρας δὲ καὶ Δημόκριτος φῶς εἶναι τὸ γάλα λέγουσιν ἄστρων τινῶν. ὁ γὰρ ἥλιος νύκτωρ ὑπὸ γῆν ἰὼν ὅσα μὲν περιλάμπει τῶν ὑπὲρ γῆς ὄντων ἄστρων, τούτων μὲν μὴ γίνεσθαί φασιν φανερὸν τὸ οἰκεῖον φῶς ἐμποδιζόμενον ὑπὸ τῶν τοῦ ἡλίου ἀκτίνων· ὅσοις δὲ ἡ σκιὰ τῆς γῆς ἐπιπροσθοῦσα ἐπισκοτεῖ, ὡς μὴ ἐπιλάμπεσθαι τῷ ἀπὸ τοῦ ἡλίου φωτί, τούτων δὲ τὸ οἰκεῖον φῶς ὁρᾶσθαι, καὶ τοῦτο εἶναι τὸ γάλα. μνημονεύσας δὲ καὶ ταύτης τῆς δόξης ὅτι ἀδύνατον τὸ λεγόμενον δείκνυσι. τὸ μὲν γὰρ γάλα ἀεὶ κατὰ τὸ αὐτὸ ὁρᾶται, καὶ ὑπὸ τοὺς αὐτοὺς ὂν ἀστέρας, ὑπὸ δὲ τοῦ ἡλίου 〈οὐκ〉 ἀεὶ τὰ αὐτὰ ἄστρα οὐχ ὁρᾶται, ἀλλὰ ἄλλοτε ἄλλα. οὐ γὰρ ἐν τῷ αὐτῷ μένων τόπῳ περιφέρεται, ὡς αἰεὶ τοῖς αὐτοῖς ἄστροις τῶν ἀπλανῶν εἶναι κατὰ διάμετρον, ἀλλὰ διὰ τὴν οἰκείαν κίνησιν, ἣν ἔμπαλιν κινεῖται τῇ ὑπὸ τῆς ἀπλανοῦς, ἀεὶ πρὸς ἄλλους τῶν ἀπλανῶν τὴν αὐτὴν σχέσιν λαμβάνει· ὥστε ἔδει καὶ τὸν γαλαξίαν ἀεὶ κατὰ ἄλλους ἀστέρας καὶ κατ’ ἄλλα γίνεσθαι μέρη. εἰπὼν δὲ τοῦτο μετὰ ταῦτα δείκνυσιν ὅτι μηδὲ οἷόν τε 〈εἶναί〉 τινας τῶν ἀπλανῶν οἷς ἡ γῆ ἐπισκοτεῖ, ὡς μὴ ὁρᾶσθαι αὐτοὺς ὑπὸ τοῦ ἡλίου καὶ φωτίζεσθαι, ἀλλὰ πάντες ἀεὶ φωτίζονται. δείκνυται γὰρ ἐν τοῖς ἀστρολογικοῖς ὅ τε ἥλιος τῆς γῆς ὢν πολλαπλάσιος καὶ τὸ διάστημα, ὃ ἀφέστηκε τὰ ἄστρα ἀπὸ τῆς γῆς, μεῖζον 〈ὂν3〉 τοῦ διαστήματος οὗ ὁ ἥλιος διέστηκε τῆς γῆς· οἱ ἀπλανεῖς γὰρ ἀπέχουσι τῆς γῆς πολλαπλάσιον τοῦ διαστήματος οὗ ὁ ἥλιος τῆς γῆς ἀφέστηκεν, ὥσπερ πάλιν καὶ τὸ τοῦ ἡλίου ἀπὸ τῆς γῆς ἀπόστημα πολλαπλάσιον τοῦ ἀποστήματος, ὃ ἀφέστηκεν αὐτῆς ἡ σελήνη.

“关于乳[银河]是如何以及通过何种原因生成的,以及它究竟是什么,我们现在就来阐述。” 他打算就银河圈展开论述,并称其为乳。他预先指出了关于它所要探讨的事情是什么:即它是什么,它是如何生成的,以及通过何种原因生成。正如在论及彗星时,他首先记述并考察了他的前人先前就彗星所提出的观点一样,关于此物他也采取了同样的方法。他记述道,所谓毕达哥拉斯派中的某些人说这个圆圈是一条道路,其中一些人说是据传在法厄同时期由于发生大火灾而毁灭时坠落的某颗星辰的轨迹,而另一些人则说是太阳自身以前曾沿着这条路径运行;因此这个地方也被它的运行烧焦了。在提到了这一观点之后,他指出了其中表述的前后矛盾之处。因为如果这是原因,那么太阳现在所运行的黄道圈本也应当遭受与那个圆圈相同的受动,甚至更甚。因为在这个圆圈中,不仅是太阳,所有其他行星也都在运动;然而在它周围却看不到存在任何此类受动。因为整个圆圈对我们而言都是明白而显然的;它的半圆在每夜始终都是显现的,而在它周围并未显现任何此类受动,除了在它看似与乳之圈相接合的那个部分之外——不过那并非黄道本身显现为此类,而是与其相吻合的银河部分遮蔽了黄道的清朗。至于阿那克萨戈拉与德谟克利特,则主张乳乃是某些星辰的光芒。因为他们说,太阳在夜间运行至大地之下时,对于大地之上它所照耀到的那些星辰而言,由于受到太阳光线的阻碍,它们自身的光便不能显现;但对于那些大地的阴影横亘其间而予以遮蔽、以致不被来自太阳的光所照耀的星辰而言,它们自身的光便可见,而这便是乳。在提到了这一观点之后,他也表明所说的主张是不可能的。因为乳始终在同一位置被看到,并且位于相同的星辰之下,但不被太阳看见的星辰却并非始终相同,而是在不同时间各不相同。因为太阳并非留在同一位置运行,以致始终与恒星中相同的星辰处于对径位置,而是由于其自身沿与恒星天相反方向的运动,它始终对恒星中不同的星辰形成相同的方位关系;因此,银河本也应当始终在不同的星辰之下且在不同的部分生成。在讲了这一点之后,他随后表明,甚至根本不可能存在任何恒星由于大地遮蔽而不能被太阳照视与照亮,反而所有星辰始终都在被照亮。因为在天文学著作中已经证明,太阳不仅比大地大数倍,而且星辰距离大地的间距也大于太阳距离大地的间距;因为恒星距离大地的距离乃是太阳距离大地之距离的数倍,正如太阳距离大地的间距又是月球距离大地之间距的数倍一样。

语法注3 条
  1. 1.21τῶν μὲν καλουμένων Πυθαγορείων τινὰς ὁδὸν λέγειν εἶναι τὸν κύκλον τοῦτον τοὺς μὲν τῶν ἀστέρων τινὸς τῶν ἐκπεσόντων... οἱ δέ τινές φασιν

    从表示整体的部分属格 τῶν μὲν καλουμένων Πυθαγορείων τινὰς(间接引语的不定式宾格主语)开始,前一部分 τοὺς μέν 继续遵循宾格与不定式结构,而在后一部分中则通过 οἱ δέ τινές φασιν 发生破格转向定式动词结构。

  2. 1.21οὐκ αὐτοῦ φαινομένου τοιούτου, ἀλλὰ τοῦ κατ’ αὐτὸν μορίου τοῦ γαλαξίου ἐπισκοτοῦντος τῷ ἐκείνου καθαρῷ

    两个并列的属格绝对结构(οὐκ αὐτοῦ φαινομένου ... ἀλλὰ τοῦ ... μορίου ... ἐπισκοτοῦντος)充当原因说明,其中 αὐτοῦ 指代黄道带(ὁ τῶν ζῳδίων κύκλος),而 ἐκείνου καθαρῷ 指黄道带本身的清澈,作为与格补足语受 ἐπισκοτοῦντος 支配。

  3. 1.21δείκνυται γὰρ ἐν τοῖς ἀστρολογικοῖς ὅ τε ἥλιος τῆς γῆς ὢν πολλαπλάσιος καὶ τὸ διάστημα... μεῖζον 〈ὂν〉

    在被动动词 δείκνυται 之后,分词结构(ὅ τε ἥλιος ... ὢν ... καὶ τὸ διάστημα ... μεῖζον 〈ὂν〉)作为间接引语的事实补足成分(相当于 ὅτι 从句)发挥作用,主语和分词皆置于主格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:37.1-38.13