← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§35.23-36.36

彗星的火性本原及其与风和干旱的关联

亚历山大解释了亚里士多德对彗星反射说的驳斥,说明其依据历史记载证明彗星的火性本原以及与干旱、狂风的关联,并阐释了由于行星运动及蒸发物汇聚于银河而在回归线之间罕见彗星的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.20#3

τοῦτο δέ, φησί, τὸ ὑπολείπεσθαι τοὺς κομήτας καὶ καθ’ αὑτοὺς συνισταμένους ποτὲ φαίνεσθαι καὶ μὴ ἀεὶ περί τινι ἄστρῳ, μηνύει ὅτι μὴ ἀνάκλασίς ἐστιν ὁ κομήτης ἀπὸ τῆς ἀναθυμιάσεως τῆς ὑπὸ τὸν ἀστέρα τὸν φαινόμενον κομήτην ἐπὶ τὸν ἥλιον γινομένη, ὡς ᾤοντο οἱ περὶ Ἱπποκράτην λέγοντες αὐτὸν ὁμοίως γίνεσθαι τῇ ἅλῳ. μνημονεύσας δὲ τῆς ἅλω περὶ μὲν ταύτης ὕστερον ἐρεῖν ἐπαγγέλλεται· τοῦ δὲ πυρώδη τὴν σύστασιν εἶναι τῶν τε κομητῶν καὶ τῶν ἄλλων τῶν τοιούτων σημεῖόν φησιν εἶναι τὸ ἐπὶ πλεῖον αὐτοὺς γινομένους σημαίνειν αὐχμούς τε καὶ πνεύματα.1 ὅταν γὰρ ἡ θερμὴ καὶ πυρώδης ἀναθυμίασις πλεονάζῃ, οὗτοί τε γίνονται καὶ ὑπὸ τῆς τοιαύτης ἀναθυμιάσεως ξηρότερος ὁ ἀὴρ γίνεται, διακρινομένου καὶ διαλυομένου ὑπ’ αὐτῶν τοῦ ἐξατμιζομένου κάτωθεν ἀπὸ γῆς καὶ ἀναφερομένου ὑγροῦ καὶ κωλυομένου συνίστασθαι καὶ μεταβάλλειν εἰς ὕδωρ. σαφέστερον δέ φησιν ἐρεῖν καὶ περὶ τοῦ τοιούτου πάθους τοῦ γινομένου ἐν τῷ ἀέρι διὰ τὸ πλεονάζειν τὴν θερμὴν ἀναθυμίασιν, ὅταν καιρὸς ἐνστῇ τοῦ περὶ τῶν πνευμάτων τε καὶ ἀνέμων λόγου. οἱ δὲ λέγοντες νέφος εἶναι ἐν τοῖς τοιούτοις τὸ εἰς τὴν ἄνω χώραν ἀνασπώμενον καὶ ἐξαπτόμενον οὐκ εὖ λέγουσι· τὸ γὰρ νέφος ὑγρὸν καὶ ἀνεπιτήδειον πρὸς ἔξαψιν. εἰ δὲ λέγουσιν αὐτὸ εἰς ξηρότητα μεταβάλλειν, πόσῳ μᾶλλον ἄμεινον μὴ νέφος λέγειν, ἀλλ’ ἐξ ἀρχῆς πυκνὴν καὶ ξηρὰν ἀναθυμίασιν εἶναι τὴν τῶν τοιούτων ὕλην. ὅταν μὲν οὖν πυκνοί τε καὶ πλείους οἱ κομῆται συνιστῶνται, ξηροί τε καὶ πνευματώδεις οἱ ἐνιαυτοὶ διὰ τὴν εἰρημένην αἰτίαν· ὅταν δὲ ἐλάττους τε καὶ σπανιώτεροι καὶ ἀμαυρότεροι τὸ μέγεθος, ὁμοίως μὲν οὐ γίνονται οἱ ἐνιαυτοὶ ξηροί τε καὶ πνευματώδεις, οὐ μὴν ἀλλὰ γίνεται τις ὡς ἐπὶ τὸ πολὺ ὑπερβολὴ πνεύματος ἢ κατὰ χρόνον, ὡς ἐπὶ πλεῖον παρατείνειν, ἢ κατὰ μέγεθος, ὡς σφοδρότητι διαφέρειν. πιστοῦται δὲ τὰ εἰρημένα διὰ τῆς ἱστορίας. καὶ γὰρ ὅτε ὁ ἐν Αἰγὸς ποταμοῖς λίθος ἀπὸ τοῦ ἀέρος κατηνέχθη ἡμέρας οὔσης, ὑπὸ πνεύματος ἀλλαχόθεν ἀρθεὶς βιαίου, ἔτυχε καὶ τότε κομήτης ἀστὴρ γεγονὼς ἀπὸ ἑσπέρας· ἀλλὰ καὶ ὅτε ὁ μέγας κομήτης ἐγένετο, οὗ καὶ πρὸ ὀλίγου ἐμνημόνευσεν ὡς γενομένου περὶ τὸν ἐν Ἀχαΐᾳ σεισμόν, ξηρὸς ἦν ὁ χειμὼν καὶ βόρειος. καὶ τὸ κῦμα τὸ ἐπικλύσαν τινὰς πόλεις τῶν ἐν Ἀχαΐᾳ, δι’ ἐναντίωσιν πνευμάτων ἐγένετο· βορέου γὰρ ἐν τῷ κόλπῳ πνέοντος ἦν ἐν τῷ πελάγει νότος σφοδρός. καὶ τὸ περὶ Κόρινθον δὲ πνεῦμα ὅτε ἐγένετο, καὶ τότε φησὶ κομήτην πρὸς ὀλίγας ἡμέρας συστῆναι ἐπὶ ἄρχοντος Ἀθήνησι Νικομάχου περὶ τὸν ἰσημερινὸν κύκλον. προσέθηκε δὲ τὸ περὶ τὸν ἰσημερινὸν κύκλον, ὅτι κατὰ τὰ μέρη ταῦτα, ὡς ἐπιφέρει, σπανιώτεραι αἱ τοιαῦται συστάσεις. τοῦ δὲ μὴ γίνεσθαι πολλοὺς μηδὲ πολλάκις κομήτας, ὥσπερ τοὺς διάσσοντας, ἀλλὰ καὶ τοὺς γινομένους μᾶλλον γίνεσθαι ἐκτὸς τῶν τροπικῶν ἢ ἐντὸς αἰτίαν φησὶν εἶναι τήν τε τοῦ ἡλίου κίνησιν καὶ τὴν τῶν ἄλλων πλανητῶν ἀστέρων,2 οἳ μεταξὺ τῶν τροπικῶν κινούμενοι (τοιαύτη γὰρ ἡ τοῦ ζῳδιακοῦ θέσις, καθ’ ἣν ἡ τῶνδε κίνησις) οὐ μόνον ἐκκρίνουσι πᾶν τὸ ἀναφερόμενον ὑγρὸν ἀναξηραίνοντες αὐτὸ τῇ κινήσει, ἀλλὰ καὶ διακρίνουσι καὶ λεπτύνουσι τὰς πυκνοτέρας τε καὶ πεπιλημένας ἀναθυμιάσεις, αἵτινές εἰσιν ὕλη τῶν κομητῶν. μάλιστα δὲ αἰτίαν φησὶν εἶναι τοῦ μὴ γίνεσθαι κατὰ ταῦτα τὰ μέρη κομήτας πολλάκις, ὅτι τὸ πλεῖστον τῆς τοιαύτης ἀναθυμιάσεως ἀθροίζεται εἰς τὴν χώραν τοῦ γάλακτος, τουτέστι τοῦ καλουμένου γαλαξίου κύκλου, περὶ οὗ τὸν λόγον ἐφεξῆς ποιεῖται.

他说,彗星的落后以及有时独立聚集显现而并非总在某颗星辰周围,这表明彗星并非如希波克拉底及其同道所认为的那样,是从显现为彗星的星辰下方的蒸发物向太阳产生的反射——他们主张彗星的生成与晕类似。在提到了晕之后,他预先说明自己随后将论及此物;而关于彗星及其他此类现象的聚集具有火的性质,他说其标志在于它们较多地生成便预示着干旱与风。因为当温热且具火性的蒸发物过剩时,这些[彗星]便会生成,且由于这种蒸发物,空气变得更加干燥,因为从下方的大地蒸发并升运上来的湿气被它们分散并消解,且被阻碍凝聚与转变为水。他说,关于由于温热蒸发物过剩而在空气中生成的这种受动,当论述风暴与风的适当时机到来时,他也将更清楚地讲述。至于那些在这些现象中说是云被抽引到上方区域并着火的人,所言并不妥当;因为云是潮湿的,不适于着火。如果他们说它转变为干燥,那么何不从一开始就不说是云,而说是浓厚且干燥的蒸发物乃是此类现象的质料,这岂不更好得多?因此,当彗星密集且较多地聚集时,由于所说的原因,年岁便干燥且多风;但当它们较少、较稀疏且在体量上较微弱时,年岁虽不同样地变得干燥且多风,然而通常仍会出现某种程度的风的过度,或者就时间而言,以致持续更久,或者就体量而言,以致在猛烈程度上突出。所说的事情也通过历史记录得到了确证。因为当埃戈斯波塔米的那块石头在白天从空中坠落时——它是由来自别处的狂风卷起的——碰巧在那时傍晚也有彗星生成;而且当那颗大彗星生成时——他不久前曾提到它生成于阿哈伊亚地震的前后——冬季也是干燥且刮北风的。淹没了阿哈伊亚某些城邦的巨浪,也是由于风的对冲而生成的;因为当北风在海湾中吹拂时,公海上却有猛烈的南风。当科林斯周围的风发生时,他说也是在那时,雅典执政官为尼科马库斯任内,在天赤道周围有彗星聚集了数日。他之所以补充说在天赤道周围,是因为正如他所补充的,在这些区域此类聚集较为罕见。而彗星并不像流星那样大量且频繁地生成,且生成的彗星宁可生成于回归线之外而非之内,他说其原因既在于太阳的运动,也在于其他行星的运动;这些星辰在回归线之间运动(因为黄道的位置便是如此,它们的运动便沿着黄道),不仅通过运动蒸干升运上来的全部湿气而将其析出,而且还分散并稀薄化那些较为浓厚且受压实的蒸发物,而这些蒸发物正是彗星的质料。他说,在这些区域彗星不常生成的最大原因,在于这种蒸发物的大部分汇聚到了乳的区域,也就是所谓的银河圈区域,关于这一点他将在随后展开论述。

语法注2 条
  1. 1.20τοῦ δὲ πυρώδη τὴν σύστασιν εἶναι τῶν τε κομητῶν καὶ τῶν ἄλλων τῶν τοιούτων σημεῖόν φησιν εἶναι τὸ ἐπὶ πλεῖον αὐτοὺς γινομένους σημαίνειν αὐχμούς τε καὶ πνεύματα.

    包含双重带冠词不定式的复杂句结构。在主句谓语 φησιν εἶναι 的支配下,宾格带冠词不定式从句 τὸ ... σημαίνειν 作主语宾格,σημεῖον 作表语宾格。句首的属格带冠词不定式短语 τοῦ δὲ ... εἶναι 则依附于名词 σημεῖον,表示“……的标志”。

  2. 1.20τοῦ δὲ μὴ γίνεσθαι πολλοὺς μηδὲ πολλάκις κομήτας, ὥσπερ τοὺς διάσσοντας, ἀλλὰ καὶ τοὺς γινομένους μᾶλλον γίνεσθαι ἐκτὸς τῶν τροπικῶν ἢ ἐντὸς αἰτίαν φησὶν εἶναι τήν τε τοῦ ἡλίου κίνησιν καὶ τὴν τῶν ἄλλων πλανητῶν ἀστέρων

    在“宾格加不定式”结构(αἰτίαν φησὶν εἶναι...)中,后置的名词短语 τήν τε τοῦ ἡλίου κίνησιν καὶ τὴν τῶν ἄλλων... 为主语宾格,αἰτίαν 为表语宾格。句首的属格带冠词不定式从句 τοῦ δὲ μὴ γίνεσθαι... 作为限制性属格修饰名词 αἰτίαν(“……的原因”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:35.23-36.36