← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§34.20-35.23

流星向彗星的转化及与晕的比较

亚历山大解释了当着火抓住持久的蒸发物并停留在同处时流星如何转化为彗星,并通过与日晕和月晕的异同比较,进一步论述了单独显现的彗星与依附于星辰显现的彗星的成因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.20#2

καὶ οἱ μὲν διάσσοντες οὕτως· ὅταν δὲ ἡ ἔξαψις ἡ τοιαύτη καὶ ἡ τοῦ πυρὸς νομὴ καταμείνῃ που, λαβομένη ἀναθυμιάσεως πεπυκνωμένης τε καὶ στέγειν πῦρ δυναμένης, καὶ μὴ λεπτῆς καὶ ἀχυρώδους καὶ ῥᾳδίως ἀναλισκομένης, γίνεται τοῦτο τελευτὴ μὲν τῆς δοκούσης τοῦ ἀστέρος διαδρομῆς (οὐκέτι γὰρ φέρεται), ἀρχὴ δὲ τῆς τοῦ κομήτου φορᾶς. μένουσα γὰρ ἡ τοιαύτη ἀναθυμίασις ἐν τῷ αὐτῷ καὶ καιομένη διά τε τὴν τοῦ προϋπάρχοντος ὑπεκκαύματος ἐπιτηδειότητα διὰ πυκνότητά τε καὶ πλῆθος καὶ διὰ τὴν ἀνερχομένην κατ’ αὐτὴν κάτωθεν εὔκαιρόν τε καὶ εὔκρατον ἀναθυμίασιν καὶ χορηγίαν τῷ πυρί, περιφέρεται ὑπὸ τῆς τοῦ παντὸς περιφορᾶς, καὶ ἔστι τοῦτο ὁ κομήτης, στάσις καὶ μονὴ διαδρομῆς ἄστρου. ἣν στάσιν ἐδήλωσεν εἰπὼν ὥσπερ διαδρομὴ ἀστέρος, ἔχων ἐν ἑαυτῷ πέρας καὶ ἀρχήν.1 ἂν γὰρ ἐπινοήσῃ τις ἐν τῷ αὐτῷ καὶ τὴν ἀρχὴν τοῦ διάσσοντος καὶ τὰ μεταξὺ καὶ τὸ πέρας γινόμενα, οὐκέτι γίνεται διάσσων, ἀλλὰ μένοντος ἐν τῷ αὐτῷ φαντασίαν ἀποτελεῖ· τοιοῦτον δὲ ὁ κομήτης ἐν τῷ αὐτῷ μένων πυρὶ καὶ τὴν χορηγίαν τῆς προσεξάψεως ἐν τῷ αὐτῷ λαμβάνων. ὅταν μὲν οὖν ἡ τοιαύτη ἀρχὴ τῆς συστάσεώς τε καὶ ἐξάψεως ἐν τῷ κατωτέρω τόπῳ γένηται καὶ μὴ πλησίον τῶν ἄστρων, καθ’ ἑαυτὸν ὁ κομήτης φαίνεται· ὅταν δὲ κατά τι πλησίον τῶν ἄστρων ἢ τῶν ἀπλανῶν ἢ τῶν πλανωμένων ἡ τοιαύτη ἀναθυμίασις συστῇ, ὑπὸ τῆς ἐκείνων κινήσεως τῆς συστάσεως τὴν αἰτίαν ἔχουσα, τότε τῶν προϋπαρχόντων τις ἀστέρων κομήτης φαίνεται. οὐ γὰρ ἡ κόμη φαινομένη τῶν ἀστέρων πρὸς αὐτοῖς ἐστι τοῖς ἄστροις, ἀλλ’ οὖσα ὑπ’ αὐτοῖς πρὸς αὐτοῖς φαίνεται καὶ συμπεριάγεται αὐτοῖς, ὡς αἱ ἅλως αἱ γινόμεναι περί τε τὸν ἥλιον καὶ τὴν σελήνην. καὶ γὰρ αὗται οὐκ ἐγγὺς αὐτῶν γινόμεναι, ὑπ’ αὐτοὺς δὲ καὶ κατ’ αὐτούς, ὅταν ᾖ ὁ ὑποκείμενος αὐτοῖς ἀὴρ οὕτως πεπυκνωμένος, ὥστε πάθος δέχεσθαι τοιοῦτον ὁποῖον ὕστερον ἐρεῖ, κινουμένοις αὐτοῖς συμπεριφέρονται. εἰκάσας δὲ τὴν κόμην τὴν γινομένην περί τινα τῶν ἄστρων τῇ ἅλῳ τῇ περί τε τὸν ἥλιον καὶ τὴν σελήνην γινομένῃ κατά τε τὸ μὴ περὶ αὐτοὺς γινομένην φαίνεσθαι συνημμένην αὐτοῖς καὶ κατὰ τὸ κινουμένοις αὐτοῖς συγκινεῖσθαι, εἶπεν αὐτῶν καὶ τὴν διαφοράν. τῆς μὲν γὰρ ἅλω τὸ χρῶμα τὸ φαινόμενον οὐκ ἐν τῷ ἀέρι οὐδ’ ἐν τῷ νέφει ἐστὶν ἐν ᾧ φαίνεται, ἀλλὰ γίνεται ἡ τοιαύτη φαντασία ἀνακλωμένης τῆς ὄψεως ἀπὸ τοῦ νέφους ἐπὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τὸ ἐπ’ ἐκείνων χρῶμα ὡς ἐν τούτοις ὂν ὁρώσης·2 ἐπὶ δὲ τῶν κομητῶν ἐν αὐτῇ τῇ κόμῃ τὸ φαινόμενον ἐν αὐτῇ χρῶμά ἐστι· πῦρ γάρ ἐστιν αὕτη. ὅταν μὲν οὖν ἡ κόμη κατά τινα τῶν ἀστέρων γένηται, ἐκείνῳ συγκινεῖται, ὡς ἂν ἐκείνου τῇ τοιαύτῃ ἀναθυμιάσει τὴν αἰτίαν παρέχοντος· ὅταν δὲ ὑποκάτω τε καὶ καθ’ αὑτὸν συστῇ, οὐκέτι ἄστρῳ τινὶ ἰσοδρομεῖ, ἀλλ’ ἐφυστερίζων καὶ ὑπολειπόμενος φαίνεται. τοιαύτη γὰρ ἡ κίνησίς τε καὶ ἡ περιφορὰ τοῦ κόσμου τοῦ περὶ τὴν γῆν, οὐκ ἰσοδρομοῦσα τοῖς οὐρανίοις οὐδὲ ὁμαλῶς αὐτοῖς ἑπομένη οὐδὲ ἀκριβῶς σφαιρική, ἅτε οὐ κατὰ φύσιν αὐτῶν οὕτω κινουμένων, ἀλλ’ ὑποσυρομένων3 ὑπὸ τῆς τῶν θείων κινήσεως.

关于流星的情况便是如此;但是,当这种着火和火势蔓延留在某处,依附于一种既已凝聚又能容纳火的蒸发物,而非稀薄、如糠秕且易被消耗的蒸发物时,这便成了看似星之穿行的终结(因为它不再移动),却成了彗星运动的开端。因为这种蒸发物停留在同一处并燃烧着,既由于预先存在的易燃物因凝聚与数量而具有的适宜性,也由于沿着它从下方升上来的适时、调和的蒸发物以及给火的给养,它被整体的旋转运动带着周转,而这便是彗星,即星之穿行的停顿与滞留。他通过说“犹如星之穿行,自身之中具有终点与起点”表明了这种停顿。因为如果有人设想流星的起点、中间各部分以及终点都在同一处生成,它便不再成为流星,而是呈现出停留在同一处的事物的显象;彗星正是如此,停留在同一团火中,并在同一处接受追加着火的给养。因此,当这种聚集和着火的本原在较低的处所生成而非在星辰附近时,彗星便独立显现;但是当这种蒸发物在恒星或行星等星辰附近的某处聚集,其聚集的原因来自那些星辰的运动时,那时原先存在的星辰之一便显现为彗星。因为显现出来的星辰的尾巴并不在星辰本身旁边,而是在它们下方,显现在它们旁边并与它们一同周转,就像在太阳和月亮周围生成的晕一样。因为这些晕也不是在它们近旁生成的,而是在它们下方并对应于它们,当下方的空气凝聚到足以接受他随后将说的那种受动时,便随着它们的运动而一同周转。在将某些星辰周围生成的尾巴比作太阳和月亮周围生成的晕——既依据并非在它们周围生成却看似与它们相连,又依据在它们运动时与之同动——之后,他也说明了它们之间的差异。因为晕所显现的颜色既不在空气中,也不在它显现于其中的云中,而是由于视线从云反射到太阳和月亮,并将那些天体上的颜色看作存在于这些[云]之中,才产生了这样的显象;但在彗星的情况中,尾巴中显现的颜色就在尾巴本身之中;因为尾巴本身就是火。因此,当尾巴对应于某颗星辰生成时,它与那颗星辰同动,仿佛是那颗星辰为这种蒸发物提供了原因;但是当〔彗星〕在更下方且独立聚集时,它便不再与任何星辰同速运行,而是显现为迟缓并落后的。因为大地周围世界的运动和周转便是如此,既不与属天的天体同速运行,也不均匀地随之运动,亦非精确的球形,因为它们[地上的事物]这样运动并非出于本性,而是被神圣事物的运动拖曳着。

语法注3 条
  1. 1.20ἔχων ἐν ἑαυτῷ πέρας καὶ ἀρχήν

    此处是对亚里士多德原文(344a17-18)的引述或改写。原文为 οὐκ ἔχουσα πέρας οὐδ’ ἀρχήν(阴性,修饰 διαδρομή),而此处阳性单数分词 ἔχων 则在语法或意义上与主语 ὁ κομήτης 一致,作为补充短语说明 ὥσπερ διαδρομὴ ἀστέρος。

  2. 1.20ἀνακλωμένης τῆς ὄψεως ἀπὸ τοῦ νέφους ἐπὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τὸ ἐπ’ ἐκείνων χρῶμα ὡς ἐν τούτοις ὂν ὁρώσης

    这是一个属格独立结构,名词短语 τῆς ὄψεως 由 καί 连接了两个分词:被动分词 ἀνακλωμένης 和主动分词 ὁρώσης。根据视线射出说,该结构表达原因:“当视线从云反射至太阳和月亮,并且将它们身上的颜色看作存在于这些[云]之中时”。

  3. 1.20ἅτε οὐ κατὰ φύσιν αὐτῶν οὕτω κινουμένων, ἀλλ’ ὑποσυρομένων

    由表示原因的连接词 ἅτε 引导的属格独立结构。属格代词主语 αὐτῶν 指代大地周围世界(ὁ περὶ τὴν γῆν κόσμος)的构成成分或各部分(如空气和蒸发物),解释说明它们并非出于本性如此运动,而是被神圣天体的运动所拖曳带动(ὑποσυρομένων)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:34.20-35.23