- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:33.1-34.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《气象学》344a5,亚历山大首先阐明关于感觉不可见现象的论证准则,随后解释月下界上层的烟状蒸发物(可燃物)如何受天球旋转带动而摩擦着火,并在持续的火之本原与下方蒸发物的补给下形成长发彗星与长髯彗星,并以残茬燃烧来比喻其运动假象。
" Ἐπεὶ δὲ περὶ τῶν ἀφανῶν τῇ αἰσθήσει." Ἐπὶ τὸ τὴν αἰτίαν αὐτὸς ἀποδιδόναι τῆς τῶν κομητῶν γενέσεως καὶ τῶν τούτοις ὁμοίων μέτεισι, καὶ φησὶν ὅτι ἐπεὶ περὶ τῶν τῇ αἰσθήσει ἀφανῶν τότε νομίζομεν ἱκανῶς ἀποδεικνύναι τῷ λόγῳ, ἐπειδὰν τοῖς δειχθεῖσι μηδὲν ἀδύνατον ἕπηται, ἄδηλον δὲ τῇ αἰσθήσει καὶ τὸ πῶς οἵ τε κομῆται γίνονται καὶ τῶν ἄλλων ἕκαστον τῶν τοιούτων, ἐκ τῶν νῦν δοτῶν τε καὶ φαινομένων ἡμῖν οὕτως ἂν ὑπολάβοι τις ἔχειν τὰ κατ’ αὐτά, ἢ ἐκ τῶν φαινομένων τε καὶ ὁρωμένων περὶ αὐτὰ οὕτως ἂν ὑπολάβοι τις γίνεσθαι τὰ κατ’ αὐτά. ἐπὶ τούτοις ὑπομιμνήσκει πρῶτον ἡμᾶς τῶν εἰρημένων ἐν τῷ περὶ τῶν διᾳσσόντων λόγῳ. ἦν δὲ ὅτι τοῦ κόσμου τοῦ περὶ τὴν γῆν, τουτέστι τοῦ ἐν γενέσει τε καὶ φθορᾷ κόσμου, ὅσον ἐστὶν ὑπὸ τὴν ἐγκύκλιον φοράν, τουτέστι μετὰ τὸ κυκλοφορικόν τε καὶ θεῖον σῶμα, ἢ ὅσον ἐστὶν εἶπεν ἀντὶ τοῦ ὅσον ἐστὶ σῶμα καὶ ὅσος ὁ κόσμος ἐστὶν ὑπὸ τὴν ἐγκύκλιον φορὰν καὶ τὸ κυκλοφορητικὸν σῶμα, τούτου δὴ τοῦ σώματος τὸ πρῶτον μέρος1 τὸ κείμενον μετὰ τὸ θεῖον κἀκείνῳ συνάπτον ἀναθυμίασιν εἶναι ξηράν τε καὶ θερμήν, ἣν ὠνόμασε διὰ τῶν πρώτων ἀναθυμίασιν καπνώδη, ἣν ὑπέκκαυμα εἶπεν εἶναι διὰ τὴν πρὸς ὑπέκκαυσιν καὶ ἔξαψιν ἐπιτηδειότητα, ἥτις αὐτή τε καὶ πολὺ τοῦ συνεχοῦς αὐτῇ καὶ μετ’ αὐτὴν ὄντος ἀέρος συμπεριάγεται ὑπὸ τῆς τῶν θείων κυκλοφορίας περὶ τὴν γῆν. περιφερομένη δὲ τὸν τρόπον τοῦτον ἡ ἀναθυμίασις ἡ προειρημένη, καθ’ ὃ ἂν τύχῃ εὔκρατος οὖσα πρὸς τὸ ἐξαφθῆναι, ἐκπυροῦται· δι’ ἣν ἔξαψιν ἐρρέθησαν γίνεσθαι καὶ αἱ τῶν σποράδων τε καὶ διᾳσσόντων λεγομένων ἀστέρων διαδρομαί. ὅταν δὴ εἰς τοιαύτην πύκνωσιν, τουτέστιν ἐπιτήδειον πρὸς ἔξαψιν, ἐμπέσῃ διὰ τὴν τοῦ θείου σώματος περιφορὰν πυρώδης ἀρχὴ μήτε οὕτως πολλὴ καὶ σφοδρά, ὡς ταχέως καὶ ἐπὶ πολὺ ἐκκαῦσαι τὴν πυκνότητα ταύτην, μήτε πάλιν οὕτως ἀσθενής, ὡς ἀποσβεσθῆναι ταχύ, ἀλλὰ ἰσχυροτέρα τῆς τοιαύτης καὶ ἐπὶ πλεῖον διαμένειν δυναμένη, ἅμα δὲ συμπίπτῃ καὶ κάτωθεν ἄλλην ἀναφέρεσθαι κατὰ τοῦτο ἀναθυμίασιν εὔκαιρον καὶ εὔκρατον καὶ ἐπιτήδειον πρὸς ἔξαψιν, γίνεται ἡ τοιαύτη ἔξαψις ἀστὴρ κομήτης, ὃς ἀπὸ τοῦ σχήματος τοῦ ἀναθυμιωμένου τε καὶ ἐξαπτομένου ἢ κομήτης ἢ πωγωνίας καλεῖται. ἐὰν μὲν γὰρ πάντῃ ὁμοία ἡ ἔξαψις ᾖ τῆς ἀναφερομένης ἀναθυμιάσεως καὶ οἷον σφαιροειδής, κομήτης καλεῖται, ἂν δ’ ἐπιμήκης, πωγωνίας. γίνονται δὲ τὸν αὐτὸν τρόπον καὶ οἱ πίθοι καλούμενοι, παρὰ τὸ σχῆμα τῆς πυκνῆς τε καὶ ἐξαπτομένης ἀναθυμιάσεως τὴν διαφορὰν λαμβάνοντες, ὧν καὶ αὐτῶν προϊὼν μνημονεύσει. συντελεῖ δὲ ἡ κάτωθεν ἀναφερομένη ἀναθυμίασις εὔκρατος πρὸς ἔξαψιν εἴς τε διαμονὴν τοῖς κομήταις χορηγίαν παρέχουσα καὶ εἰς τὴν τῆς κόμης φαντασίαν. οὐ γὰρ περιωρισμένον καὶ ἀποτετορνευμένον τὸ καιόμενον, ἀλλ’ ἔχον ἐκδρομάς τινας καὶ ἐξοχάς, δι’ ἃς ἡ φαντασία τῆς κόμης γίνεται. ὥσπερ δὲ ἡ φορὰ τοῦ τοιούτου ὑπεκκαύματος ἀστέρος φορὰ δοκεῖ εἶναι, οὕτως καὶ ἡ μονὴ ἀστέρος μονὴ εἶναι φαίνεται. εἰκάζει δὲ τὴν τῆς τοιαύτης ἀναθυμιάσεως ἔξαψιν ἐξάψει ἀχύρων· ὡς γὰρ ἐπὶ τῶν ἀχύρων ἐξαφθείσης τινὸς ἀρχῆς ταχεῖα ἡ τοῦ πυρὸς διαδρομὴ γίνεται ἄλλου μετ’ ἄλλο ἐξαπτομένου, ὡς δοκεῖν ῥύσιν γίνεσθαι τοῦ πρώτου ἐξαφθέντος,2 μάλιστα δὲ τοῦτο ἐπὶ τῆς καιομένης καλάμης γινόμενον ὁρᾶται (ἀεὶ γὰρ τοῦ πρώτου σβεννυμένου τὸ μετ’ αὐτὸ καιόμενον, ἕως ἂν ἡ χορηγία τῆς καλάμης ᾖ, φαντασίαν παρέχει ῥύσεως πυρός) τοιοῦτον δή φησι γίνεσθαι καὶ περὶ τὴν τῶν ἀστέρων δοκοῦσαν διαδρομήν, τῆς ἐφεξῆς τῇ πρώτῃ ἐξαφθείσῃ ἀναθυμιάσει ἐξαπτομένης διὰ τὴν ὁμοίαν ἐπιτηδειότητα πρὸς τοῦτο.
“既然关于在感觉上不可见的事物……” 他转向自己给出彗星及与此类相似之物的生成原因,并说,既然关于在感觉上不可见的事物,当我们所展示的事情没有伴随任何不可能的结论时,我们就认为通过论证作了充分的证明,而彗星如何生成以及其他每一个此类事物如何生成在感觉上也是不明显的,那么人们可以根据现在被认可且对我们显现的事物,设想有关它们的情况是如此,或者根据围绕它们显现且被观察到的事物,设想有关它们的情况是如此生成的。在这些之后,他首先提醒我们注意在关于流星的论述中所说过的事情。这就是:在大地周围的世界中——也就是处于生成与毁灭之中的世界——凡是在圆周运动之下的部分,也就是在旋转的属神形体之后的部分——或者他说“凡是……的部分”是用来代替“凡是在圆周运动和旋转形体之下的形体以及这世界有多大” ——这一形体的第一部分,即位于属神[形体]之后并与之相接的部分,是干燥且温热的蒸发物,他在前面部分中将其称为烟状蒸发物,并因其易于引燃和着火的适宜性而称之为可燃物,它本身以及与其连续并在其后的许多空气,都在诸神圣事物的圆周运动带动下绕着大地一起运转。以前述方式旋转的这上述蒸发物,在碰巧适于着火的地方便会起火;正是由于这种着火,被称为散乱和飞窜的星的穿行也被说成是这样生成的。因此,当由于神圣形体的旋转,一个火的本原落入这样一种凝聚物——也就是易于着火的凝聚物——之中时,只要该本原既不是如此巨大而剧烈以至于迅速且大范围地烧尽这种凝聚物,也不是如此微弱以至于迅速熄灭,而是比那样的更强并能够维持更久,同时又适逢适时、调和且适于着火的另一种蒸发物从下方升运到该处,这样一种着火便成为彗星,它依据被蒸发和着火之物的形状,被称为长发彗星或长髯彗星。因为如果升运的蒸发物的着火在各个方向都是均等的、如同球形的,就被称为长发彗星;如果是延长的,就被称为长髯彗星。被称为瓮星的那些也是以同样的方式生成的,它们依据凝聚且着火的蒸发物的形状而获得差异,他在后文中也会提及它们。而从下方升运的适于着火的蒸发物,通过为彗星提供给养既有助于其持久,也有助于彗尾显象的产生。因为燃烧的部分不是受限且被规整削圆的,而是具有某些伸展和突起,彗尾的显象正是通过这些而产生的。正如这种可燃物的移动似乎是星的移动一样,它的停留也显现为星的停留。他将这种蒸发物的着火比作糠秕的着火;因为正如在糠秕上,当某个本原被点燃时,由于一个接一个地被引燃,便产生了火的迅速穿行,以至于显得是最初点燃之物的流动——这种情况最常在燃烧的残茬上被看到(因为最初的部分总是在熄灭,而其后的部分接着燃烧,只要残茬有给养,就会呈现出火的流动显象)——他说,关于看似星的穿行,也正是发生了这样的事情,与最初点燃的蒸发物相连的蒸发物由于对这一过程具有相似的适宜性而被引燃。
- 1.20ἦν δὲ ὅτι τοῦ κόσμου τοῦ περὶ τὴν γῆν ... τούτου δὴ τοῦ σώματος τὸ πρῶτον μέρος
在由 ἦν δὲ ὅτι 引导的间接引语从句中,表示整体的属格短语 τοῦ κόσμου τοῦ περὶ τὴν γῆν ... ὅσον ἐστὶν ὑπὸ τὴν ἐγκύκλιον φοράν 被置于句首,先于主语 τὸ πρῶτον μέρος 出现;在插入对措辞的解释(ἢ ὅσον ἐστὶν εἶπεν...)之后,通过复指性属格指示代词 τούτου δὴ τοῦ σώματος 重新接引,其谓语不定式为 ἀναθυμίασιν εἶναι。
- 1.20ὡς δοκεῖν ῥύσιν γίνεσθαι τοῦ πρώτου ἐξαφθέντος
表示结果的 ὡς + 不定式(δοκεῖν)结构。它表明了前述动作 ταχεῖα ἡ τοῦ πυρὸς διαδρομὴ γίνεται(“火迅速穿行”)所产生的表象结果(“以至于看似最初被点燃者在流动”)。不定式 δοκεῖν 支配宾格加不定式结构 ῥύσιν γίνεσθαι 作为其补足语。
