- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:31.1-32.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德(343b8)展开注解,通过列举恒星亦带有彗尾、彗星消散后未留下任何星体、大彗星的运行记录,以及基于埃及人记录、亚里士多德自身观测与星体显现为无部分这一论理证明星体相会不可能产生彗星,从而驳斥了行星之合说与单一行星说二者共有的谬误。
" Κοινὸν δὲ καὶ τούτοις καὶ τοῖς τὴν σύναψιν λέγουσιν." Εἰπὼν τὰ μὲν ἴδια ἑκατέρᾳ τῶν δοξῶν ἄτοπα ἕπεσθαι τὰ δὲ κοινά, εἰρηκὼς περὶ τῶν ἰδίων κοινόν φησιν ἀμφοτέραις ἕπεσθαι ταῖς δόξαις ἄτοπον, πρῶτον μὲν τὸ λέγεσθαι μὲν ὑπὸ τούτων τῶν μὲν σύναψιν εἶναι τῶν πλανήτων τὴν κόμην, τῶν δὲ ἕνα τῶν πλανήτων λαμβάνοντά ποτε τὴν φαντασίαν τῆς κόμης διὰ τὴν ἀναθυμίασιν, λαμβάνειν δέ τινας κόμην καὶ τῶν ἀπλανῶν ἀστέρων, ὃ λέγεσθαι μὲν καὶ ὑπὸ Αἰγυπτίων, ἱστορεῖσθαι δὲ γενόμενον καὶ ἐφ’ ἑαυτοῦ· ὦφθαι γάρ τινα τῶν ἐν τῷ ἰσχίῳ τοῦ κυνὸς ἀστέρων κόμην ἔχοντα, ἀμυδρὰν μέντοι, ὡς ἀτενίζουσι μὲν εἰς τὸν ἀστέρα ἀμυδρὰν φαίνεσθαι τὴν κόμην1 καὶ τὸ φῶς τὸ ἀπ’ αὐτῆς, παραβλέπουσι δὲ ἠρέμα καὶ μὴ ἀτενὲς ὁρῶσιν εἰς αὐτὸν πλεῖόν τε τὸ φῶς φαίνεσθαι καὶ φανερωτέραν γίνεσθαι τὴν κόμην. δεύτερον δὲ ἄτοπον προσάγει αὐτοῖς ἀναιρετικὸν καὶ αὐτὸ ὂν τῆς δόξης αὐτῶν, τὸ πάντας μὲν τοὺς κατ’ αὐτὸν κομήτας φανέντας πρὸ τοῦ δῦναι ὑπὲρ γῆς ὄντας ἔτι καὶ ὑπὲρ τὸν ὁρίζοντα διαλελύσθαι τε καὶ ἠφανίσθαι κατ’ ὀλίγον ἀπομαρανθέντας, ὡς μήτε ἑνὸς ἄστρου σῶμα μήτε πλειόνων ὑπολειφθῆναι. εἰ δ’ ἦν τὰ ὑπ’ ἐκείνων λεγόμενα ἀληθῆ, ἔδει ἢ ἕν τι ἄστρον μετὰ τὴν τῆς κόμης διάλυσιν φαίνεσθαι (εἵπετο γὰρ τοῦτο τοῖς περὶ Ἱπποκράτην λέγουσιν ἕνα τῶν πλανήτων εἶναι τὸν κομήτην) ἢ πλείω, ὃ πάλιν εἵπετο τοῖς σύμφασιν αὐτὸν ποιοῦσι τῶν πλανήτων· οὐ γὰρ δὴ τοὺς πλάνητας διαλύεσθαί τε καὶ φθείρεσθαι ἐροῦσι. καὶ ἱστορεῖ περὶ τοῦ μεγάλου κομήτου, οὗ ἐμνημόνευσε πρὸ ὀλίγου, ὃς ὤφθη ὅτε ὁ περὶ Ἀχαΐαν ἐγένετο σεισμὸς καὶ ἡ τοῦ κύματος ἔφοδος. τοῦτον δή φησι φανῆναι μὲν χειμῶνος ἑσπέρας καὶ αἰθρίας οὔσης, ἔπειτα δύντα τῇ μὲν ἑξῆς, ἣν πρώτην εἴρηκε (πρώτη γὰρ μετὰ τὸ ὀφθῆναι ἡ ἐφεξῆς αὐτῇ) ταύτῃ δὴ μὴ φανῆναι ὡς προκαταδύντα τοῦ ἡλίου,2 τῇ δὲ μετὰ ταύτην ὀφθῆναι μὲν αὐτόν, πρὸς ἐλάχιστον μέντοι τῷ ὀλίγον ὑπολειφθῆναι καὶ ἐφυστερῆσαι τοῦ ἡλίου καὶ τῆς σὺν αὐτῷ περιφορᾶς, καὶ εὐθὺς ἐπικαταδῦναι τῷ ἡλίῳ· τὸ μέντοι φῶς δυόμενον ἀποτεῖναι μέχρι τοῦ τρίτου μέρους τοῦ οὐρανοῦ, ὡς φωτίσαι τοσοῦτον· διὰ δὲ τὸ τάχος τοῦ ἀπ’ αὐτοῦ γενομένου φωτὸς ἅλματι ἔδοξεν ἐοικέναι ἡ κίνησις αὐτοῦ, καὶ διὰ τοῦτο ἐκλήθη ὁδὸς τὸ ἀπ’ αὐτοῦ γενόμενον φῶς ὡς ταχὺ διοδεῦσαν καὶ παυσάμενον. ὑπολειπόμενος δὲ ἐν ταῖς μετὰ ταῦτα καὶ ἐπὶ πλεῖον φαινόμενος ὑπελείφθη μέχρι τῆς τοῦ Ὠρίωνος ζώνης καὶ ἐνταῦθα ὅλος ὤφθη διαλυόμενος. Δημόκριτον δέ φησι σύμφασιν καὶ αὐτὸν λέγοντα τὸν κομήτην εἶναι τῶν πλανήτων κατὰ ταὐτὰ Ἀναξαγόρᾳ, προσπεφιλονεικηκέναι τῇ οἰκείᾳ δόξῃ3 βουλόμενον αὐτὴν ἀληθῆ δεικνύναι, καὶ εἰρηκέναι ὡς ἄρα διαλυομένης τῆς κόμης ὤφθησαν ἀστέρες τινές, ὧν ἅμα ὄντων ἡ σύμφασις κόμης φαντασίαν ἀπέστελλε. πρὸς ὃν ἀντιλέγων φησὶν ὅτι μὴ αὔταρκες πρὸς τὴν τοῦ λεγομένου πίστιν τὸ ποτὲ ἐν τόποις τισὶ τοιοῦτόν τι γινόμενον ὦφθαι· ἔδει γὰρ ἀεὶ τοῦτο γίνεσθαι καὶ ἀεὶ παυομένης τῆς κόμης ἀστέρα φαίνεσθαι, εἰ ἡ κόμη σύμφασις. ἐπὶ τούτῳ δείκνυσιν ὅτι μὴ οἷόν τε τὴν ἄστρων τινῶν σύνοδον κομήτην ποιεῖν. καὶ πρῶτον μὲν ἱστορίαν Αἰγυπτίων παρατίθεται, οἷς φησι τετηρῆσθαι συνόδους καὶ τῶν πλανήτων πρὸς αὐτοὺς καὶ πρὸς τῶν ἀπλανῶν τινας, ἐξ ὧν συνόδων μηδέποτε γεγονέναι κομήτην. ἀλλὰ καὶ αὐτὸς ἑωρακέναι τὸν τοῦ Διὸς ἀστέρα συνελθόντα τινὶ τῶν ἐν τοῖς διδύμοις ἀστέρων, τουτέστιν ὑπελθόντα καὶ ὑποδραμόντα καὶ κατ’ αὐτὸν γενόμενον καὶ ἐπισκοτήσαντα αὐτῷ, ὡς ἀφανῆ αὐτὸν ποιῆσαι, ἀλλ’ οὐ διὰ τὴν σύνοδον κομήτην ποιήσαντα. ἔκ τε δὴ τῆς ἱστορίας τοῦτό φησι δῆλον εἶναι, ὅτι μὴ σύνοδος ἄστρων ἐστὶν ὁ κομήτης, καὶ ἐκ τοῦ λόγου δέ· εἰ γὰρ καὶ συγκρινόμενοι ἀλλήλοις οἱ ἀστέρες οἱ μὲν μείζους οἱ δὲ ἐλάττους φαίνονται, ἀλλ’ ἕκαστός γε αὐτῶν καθ’ αὑτὸν ὁρώμενος ἀδιαίρετος φαίνεται, τουτέστιν ἀμερής, καὶ οὐ διορίζεσθαι καὶ διαλαμβάνεσθαι δυνάμενος εἰς μέρη. διὸ οὐδὲ ὑπελθὼν ἄλλος ἄλλῳ ἀστὴρ ποτε μέρος μὲν αὐτοῦ ἀφανὲς ποιεῖ, μέρος δ’ οὔ, ἀλλὰ πάντα ἀφανῆ ποιεῖ, τοῦτο δὲ ἄνευ ἡλίου τε καὶ σελήνης. ὡς οὖν τὰ ἀληθῶς ἀμερῆ ἁψάμενα ἀλλήλων οὐ ποιεῖ τὸ ὅλον μεῖζον, οὕτως καὶ τὰ φαινόμενα ἀμερῆ οὐδὲν ἂν συνελθόντα καὶ ἁψάμενα μεῖζον τὸ ὅλον φαίνεσθαι ποιεῖ· εἴη γὰρ ἂν οὕτως κατὰ μέρη αὐτῶν ἡ ἁφὴ φαινομένη γίνεσθαι, ἃ μέρη οὐ φαίνεται ἔχοντα.4 ὅτι μὲν οὖν ἃς ἀποδιδόασίν τινες αἰτίας τῶν κομητῶν ψευδεῖς εἰσι, καὶ διὰ τούτων ἱκανῶς ἐνδείκνυσθαί φησιν.
“但这对于这些人以及主张结合的人而言都是共同的。” 在说明了有些荒谬之处是作为各自固有的伴随两种见解,而另一些则是作为共同的伴随之后,在论述了固有的荒谬之处后,他说伴随两种见解的一个共同荒谬之处:首先是,虽然在这些人中,彗尾被一些人说成是行星的结合,而被另一些人说成是一颗行星由于蒸发物而在某一时刻获得彗尾的显象,但恒星中的某些星也会获得彗尾;而这一点不仅被埃及人谈及,且据记载在他自己的时代也曾发生;因为曾看到大犬座股部的一颗星带有彗尾,尽管是暗淡的,以至于对那些凝视该星的人而言,彗尾及来自它的光显现为暗淡的,但对那些微微侧视而不凝视它的人而言,光显现得更多,彗尾也变得更加明显。随后,他针对他们提出了第二个同样摧毁他们见解的荒谬之处:在他那个时代所显现的所有彗星,在沉入地平线之下前,尚在大地之上且在地平线之上时,就已逐渐衰竭并消散隐没,以至于既没有单单一颗星的形体留下,也没有多颗星的形体留下。如果他们所说的是真实的,那么在彗尾消散之后,就应当要么显现出一颗星(因为对于希波克拉底一派主张彗星是行星之一的人而言,伴随着这一结论),要么显现出多颗星,这又是伴随那些主张彗星是行星之合的人的;因为他们决不会说行星会消散和毁灭。并且他记载了不久前他曾提及的那颗大彗星,该彗星是在阿开亚附近的地震和海啸侵袭发生时被看见的。他说,这颗彗星在冬天晴朗的傍晚显现,随后落下,在紧接着的夜晚——他称之为第一夜(因为紧随其后的夜晚就是在被看见之后的第一夜)——在这个夜晚它并未显现,因为它比太阳先落下了;但在这一夜之后的夜晚它被看见了,然而只是极短暂的时间,因为它是稍稍落后于太阳及其伴随的周转,并随即紧跟着太阳落下;然而落下的光延伸到了天空的三分之一处,以至于照亮了如此广大的范围;而由于来自它的光的速度,它的运动似乎类似于跳跃,因此来自它的光被称为‘路径’,因为它迅速穿过并停息。但在随后的诸夜中,它因落后而显现更长时间,一直落后至猎户座的腰带处,并在那里被看见完全消散。他还说,德谟克利特自己也同样按照阿那克萨哥拉的说法主张彗星是行星之合,因极力维护自己的见解并希望表明它是真实的,声称在彗尾消散时曾看见一些星,当这些星在一起时,它们的结合放出了彗尾的显象。针对他进行反驳时,他[亚里士多德]说,曾经在某些地方看到发生了某种此类现象,对于所说之事的证明是不充分的;因为如果彗尾是结合,这就应当总是发生,并且在彗尾止息时应当总是有星显现。除此之外,他表明某些星的会聚不可能产生彗星。首先,他援引了埃及人的记载,他说埃及人曾观测到行星彼此之间的会聚,以及行星与某些恒星的会聚,而从这些会聚中从未产生过彗星。不仅如此,他自己也曾看到宙斯之星[木星]与双子座中的一颗星相会,也就是潜入其下并在其下穿行,行至与其同一位置并遮蔽了它,从而使其不可见,但并未由于这次会聚而产生彗星。因此他说,从历史记载来看,彗星不是星的会聚是显而易见的,并且从理论推理来看也是如此;因为即使在彼此比较时,有些星显得较大而另一些显得较小,但它们中的每一颗就其自身被看见时都是不可分的,即没有部分的,不能被划分和分解为各个部分。因此,一颗星潜入另一颗星之下时,决不会使其一部分不可见而另一部分可见,而是使其全体不可见,而这是除太阳和月亮之外的情形。因此,正如真正无部分的事物彼此接触不会使整体变大一样,看似无部分的事物相会并接触也绝不会使整体显得更大;因为若是那样,接触就会显得是依照它们的部分而发生的,而这些星并没有显现为具有部分。因此他说,某些人对彗星所归结的原因是虚妄的,通过这些论证也得到了充分的表明。
- 1.19ὡς ἀτενίζουσι μὲν εἰς τὸν ἀστέρα ἀμυδρὰν φαίνεσθαι τὴν κόμην καὶ τὸ φῶς τὸ ἀπ’ αὐτῆς, παραβλέπουσι δὲ ἠρέμα καὶ μὴ ἀτενὲς ὁρῶσιν εἰς αὐτὸν πλεῖόν τε τὸ φῶς φαίνεσθαι καὶ φανερωτέραν γίνεσθαι τὴν κόμην
连词 ὡς 与不定式(φαίνεσθαι, γίνεσθαι)连用以表示结果(相当于 ὥστε)。不定式的逻辑主语是宾格短语(τὴν κόμην, τὸ φῶς),而与格分词(ἀτενίζουσι, παραβλέπουσι, ὁρῶσιν)充当“判断/感知者与格”,表示对于持有不同观看方式的观察者而言该现象如何显现。
- 1.19τῇ μὲν ἑξῆς, ἣν πρώτην εἴρηκε (πρώτη γὰρ μετὰ τὸ ὀφθῆναι ἡ ἐφεξῆς αὐτῇ) ταύτῃ δὴ μὴ φανῆναι ὡς προκαταδύντα τοῦ ἡλίου
τῇ μὲν ἑξῆς 是表时间的与格(“在紧接着的[夜晚]”),并通过后面的指示代词 ταύτῃ 予以复指和强调。插入分句 ἣν πρώτην εἴρηκε... 是注解者对亚里士多德原文用语的解释(即把初次被看到之后的紧随之夜称为“第一夜”)。句法上,μὴ φανῆναι 是依赖于前面 φησί 的不定式结构,以该大彗星为逻辑主语。
- 1.19προσπεφιλονεικηκέναι τῇ οἰκείᾳ δόξῃ
复合动词 προσφιλονεικέω 支配与格 τῇ οἰκείᾳ δόξῃ,意为“顽固地争辩以维护自己的见解”或“固执己见”。随后的分词 βουλόμενον 与间接引语的主语德谟克利特(宾格 Δημόκριτον)保持一致,说明其主观动机。
- 1.19εἴη γὰρ ἂν οὕτως κατὰ μέρη αὐτῶν ἡ ἁφὴ φαινομένη γίνεσθαι, ἃ μέρη οὐ φαίνεται ἔχοντα
这是由 ἄν 搭配希求法(εἴη)构成的潜在或反事实归结分句。谓语结构为 εἴη ἂν ... φαινομένη γίνεσθαι(“接触就会显得是在……发生的”)。在关系分句 ἃ μέρη οὐ φαίνεται ἔχοντα 中,先行词 μέρη 被纳入关系分句中,分词 ἔχοντα 则与中性复数的主语(星体)在性数格上保持一致。
