← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§28.30-30.29

对将彗星视为行星或其合相学说的反驳

亚里士多德在此反驳以往关于彗星的学说(行星合相说与单一游星说),阿佛洛狄西亚的亚历山大对此加以注解,指出彗星出现在黄道带之外、多颗彗星同时显现、没有额外无尾行星被发现,以及彗星并非仅见于北方或夏至等反例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16

" Πᾶσι δὲ τούτοις τὰ μὲν κοινῇ συμπίπτει λέγειν ἀδύνατα, τὰ δὲ καὶ χωρίς.1" Πᾶσι, φησί, τοῖς περὶ τῶν κομητῶν εἰρηκόσι τὰς προειρημένας αἰτίας τὰ μὲν κοινῶς ἀδύνατα ἀκολουθεῖ λέγειν, τὰ δὲ καὶ ἰδίᾳ ἑκάστῳ. καὶ λέγει τὰ ἀδύνατα, καὶ πρῶτόν γε τὰ πᾶσιν ἑπόμενα, τοῖς τε σύμφασιν λέγουσι τῶν πλανήτων εἶναι τὸν κομήτην καὶ τοῖς ἕνα τῶν πλανήτων καὶ τοῦτον εἶναι. ἔστι δὲ πρῶτον μὲν ὅτι οἱ μὲν πλάνητες φαίνονται ὑπολειπόμενοι, τουτέστι τοὺς οἰκείους κύκλους καὶ τὴν οἰκείαν κίνησιν κινούμενοι κατὰ τὸν ζῳδιακὸν κύκλον, ὥστε εἴτε σύμφασίς ἐστιν ἡ κόμη τῶν πλανήτων, ὡς Ἀναξαγόρᾳ τε καὶ Δημοκρίτῳ δοκεῖ, εἴτε καὶ εἷς ἐξ αὐτῶν, ὡς τοῖς Πυθαγορείοις καὶ Ἱπποκράτει καὶ Αἰσχύλῳ, ἔδει αὐτὸν φαίνεσθαι, ὅτε φαίνεται, κατὰ τὸν ζῳδιακὸν μόνον, καθ’ ὃν καὶ ὑπολείπεται καὶ κινεῖται· νῦν δὲ πολλοὶ κομῆται καὶ ἔξω τούτου τοῦ κύκλου εἰσὶν ὠμμένοι. ἔτι κατὰ τὰς προειρημένας δόξας ἕνα αὐτὸν εἶναι δεῖ· κομῆται δὲ ἑνὸς πλείους ἅμα πολλάκις εἰσὶν ἑωραμένοι.

“对于所有这些人而言,有些不可能之事是共同说出的,有些也是各自说出的。” 他说,对于所有就彗星陈述了前述原因的人而言,在陈述中伴随着一些共同的不可能之事,也伴随着针对每个人的个别不可能之事。他陈述了这些不可能之事,首先是伴随所有人的,既伴随那些主张彗星是行星之合的人,也伴随那些主张彗星也是行星之一的人。第一点是,行星显现为落后的,即在黄道带上依照其固有的圆环并依照其固有的运动而运行,因此,无论彗尾如阿那克萨哥拉和德谟克利特所认为的那样是行星之合,还是如毕达哥拉斯派、希波克拉底和埃斯库罗斯所认为的那样是行星之一,只要它显现,它就应当仅仅沿着黄道带显现,它也正是在黄道带上落后并运行;但实际上,许多彗星也曾在这个圆环之外被看到。此外,按照前述见解,彗星应当是单独一颗星;但往往有不止一颗彗星同时被看到。

§1.17

"Πρὸς δὲ τούτοις εἰ διὰ τὴν ἀνάκλασιν." Τοῦτο τὸ ἀδύνατον οὐκέτι πάσαις ἕπεται ταῖς δόξαις, ἀλλὰ τῇ Ἱπποκράτους τε καὶ Αἰσχύλου, οἷς ἐδόκει ἡ κόμη φαίνεσθαι περὶ αὐτὸν διὰ τὴν ἀνάκλασιν. εἰ γὰρ ἡ ἀνάκλασις ἡ προειρημένη τῆς τοιαύτης φαντασίας αἰτία, ἔδει ποτὲ τὸν ἀστέρα τοῦτον φαίνεσθαι καὶ χωρὶς κόμης, εἴ γε κινεῖται μὲν κατὰ πλείονας τόπους ὑπολειπόμενος, ὥς φασιν, οὐ πανταχοῦ δὲ τὴν κόμην ἴσχει· νῦν δ’ οὐδεὶς ὦπται ἄλλος ἐν τοῖς πλάνησι παρὰ τοὺς πέντε, οἵ εἰσιν ὀνομαζόμενοι Κρόνου, Διός, Ἀφροδίτης, Ἄρεος, Ἑρμοῦ, οἳ πολλάκις ἅμα πάντες ὑπὲρ τὸν ὁρίζοντα φαίνονται. καὶ φανερῶν δὲ ἅμα τῶν πάντων ὄντων καὶ τῶν μὲν φανερῶν τῶν δ’ ἀφανῶν2 διὰ τὸ ἐγγὺς ὄντας τοῦ ἡλίου καταλάμπεσθαι ὑπ’ αὐτοῦ πολλάκις φαίνονται κομῆται. τοῦτο δὲ ἁρμόζοι μὲν ἂν λέγειν καὶ πρὸς τοὺς περὶ Ἱπποκράτην· εἰ γὰρ καὶ φανερῶς κομῆται ὁρῶνται, ἔδει ποτὲ καὶ τὸν ἀστέρα τοῦτον καὶ χωρὶς κόμης ἢ πάντων φανερῶν ὄντων ἢ τῶν μὲν φανερῶν τῶν δὲ ἀφανῶν ὦφθαι· μάλιστα δ’ ἂν ἁρμόζοι πρὸς τοὺς σύμφασιν λέγοντας αὐτὸν τῶν πλανωμένων· εἰ γὰρ πάντων φανερῶν ὄντων τῶν πλανήτων φαίνεταί ποτε κομήτης ἄλλος παρ’ ἐκείνους, οὐκ ἂν εἴη γενόμενος ἐκ τῆς συμφάσεως τῆς ἐκείνων.

“除这些之外,如果是由于反射。” 这个不可能的结论不再伴随所有的见解,而是伴随希波克拉底和埃斯库罗斯的见解,在他们看来,彗星周围的彗尾显现是由于反射。因为,如果前述的反射是这种显象的原因,那么只要如他们所说,这颗星虽然在更多的地方落后运行,但并非处处带有彗尾,它就应当有时不带彗尾地显现;但实际上,在行星中除了被称为克洛诺斯、宙斯、阿佛洛狄忒、阿瑞斯、赫尔墨斯的五颗星之外,未曾见过其他的星,而这五颗星往往同时全部显现在地平线之上。而且,无论在所有行星同时明显可见时,还是在部分明显可见而部分由于靠近太阳被其照耀而不可见时,彗星都经常显现。这一论点也适合用来反驳希波克拉底一派;因为即使彗星明显地被看见,无论在所有行星明显可见时,还是在部分可见部分不可见时,这颗星也应当有时不带彗尾地被看见;但这最适合用来反驳那些主张彗星是游星之合的人;因为如果在所有行星都明显可见时,除它们之外又显现出另一颗彗星,它就不可能由那些星的合产生。

§1.18

"Ἀλλὰ μὴν οὐδὲ τοῦτ’ ἀληθές, ὅτι ἐν τῷ πρὸς ἄρκτον τόπῳ γίνεται κομήτης μόνον, ἀλλὰ καὶ τοῦ ἡλίου ὄντος περὶ θερινὰς τροπάς." Οὐδὲ τοῦτό φησιν ἀληθὲς εἶναι, ὃ ἔλεγον καὶ αὐτὸ οἱ περὶ Ἱπποκράτην· ἔλεγον δὲ ὅτι ἐν τῷ πρὸς ἄρκτον τόπῳ φαίνεται κομήτης μόνον, ἀλλὰ καὶ τοῦ ἡλίου ὄντος περὶ θερινὰς τροπάς· κατὰ γὰρ ταῦτα τὰ μέρη ἑωρᾶσθαι ὑπολειφθέντα τοῦ ἡλίου τὸν πλάνητα, περὶ ὃν ἡ κόμη, καὶ φανερὸν γενόμενον, ἀναθυμίασίν τε διὰ τὴν ἐπιτηδειότητα τὴν πρὸς τούτων τῶν τόπων ἀνάγειν πολλὴν καὶ δύνασθαι ἀπὸ ταύτης τῆς ἀναθυμιάσεως ἀνακλᾶσθαι τὴν ὄψιν πρὸς τὸν ἥλιον τῷ μὴ πόρρω αὐτὸν ἀφεστάναι ὄντα περὶ τὰς θερινὰς τροπάς, ὃ εἶναι τὴν κόμην· μήτε δὲ κατὰ τὰ νότια μέρη δύνασθαι ὑπολειφθέντα αὐτὸν τοῦ ἡλίου κομήτην φαίνεσθαι, διὰ τὸ μὴ δύνασθαι ἀπὸ τῆς ἀπ’ αὐτοῦ ἀναθυμιάσεως ἀνακλασθῆναι τὴν ὄψιν ἐπὶ τὸν ἥλιον πόρρω ὄντα, μήτε κατὰ τὸ μεταξὺ τῶν τροπικῶν, διὰ τὸ κατὰ τοῦτο ὑπολειπόμενον αὐτὸν μηδὲ τὴν ἀρχὴν ἔχειν τινὰ ἀναγομένην ἀναθυμίασιν διὰ τὴν τῶν τόπων ξηρότητα, τῷ ὑπὸ τοῦ ἡλίου ἀναλίσκεσθαι καὶ τὴν κατὰ ταῦτα ἀναθυμίασιν, ἥτις ἀναθυμίασις αἰτία τῆς φαντασίας τῆς κατὰ τὴν κόμην. οὐδὲ τοῦτο δέ φησιν ἀληθῶς ὑπ’ αὐτοῦ λέγεσθαι· ὦφθαι γὰρ κομήτας καὶ περὶ τούτους τοὺς τόπους, τὸν μὲν μέγαν τὸν ὀφθέντα ὅτε ἐγένετο ὁ σεισμὸς ὁ ἐν Ἀχαΐᾳ καὶ ἡ τοῦ κύματος ἔφοδος, ὑφ’ ὧν καὶ πόλεις τινὲς δοκοῦσιν ἀπολέσθαι τῶν ἐν Ἀχαΐᾳ· ὤφθη γὰρ ἀνατέλλων ἀπὸ δυσμῶν τῶν ἰσημερινῶν, καθ’ ἃ μέρη οὐκ ἔλεγον φαίνεσθαι κομήτην διὰ τὸ μηδὲ ἀναθυμίασιν εἶναι, τῷ ὑπὸ τοῦ ἡλίου προαναλίσκεσθαι τὴν ἀναθυμίασιν τὴν ἐν τῷ μεταξὺ τῶν τροπικῶν. ἀλλὰ καὶ κατὰ τὰ νότια μέρη πολλάκις ὦφθαι κομήτας. λέγει δὲ καὶ ἐπὶ ἄρχοντος Ἀθήνησιν Εὐκλέους τοῦ Μόλωνος μηνὸς γαμηλιῶνος ὀφθῆναι κομήτην πρὸς ἄρκτον μέν, οὐ μὴν τοῦ ἡλίου ὄντος περὶ θερινὰς τροπὰς οὐδὲ πλησίον, ἀλλὰ ὄντος αὐτοῦ περὶ χειμερινὰς τροπὰς καὶ πόρρω ἀφεστῶτος, ἀφ’ ὅσου γενέσθαι ἀνάκλασιν καὶ αὐτοὶ λέγουσιν εἶναι τῶν ἀδυνάτων.3

“然而,彗星唯独在朝向北方的地方产生,且是在太阳处于夏至附近时[产生],这也并非事实。” 他说,希波克拉底一派所说的这一论断同样不是真实的。他们曾说彗星唯独在朝向北方的地方显现,且是在太阳处于夏至附近时显现;因为他们主张,带有彗尾的行星在这些区域落后于太阳而被看见并显现出来,并由于这些地方的适宜性升起大量蒸发物,而由于太阳处于夏至附近且相距不远,视线能够从这一蒸发物向太阳产生反射,而这反射就是彗尾;但在南方区域,行星落后于太阳后不能显现为彗星,这是由于视线不能从来自它的蒸发物反射到遥远的太阳;在两回归线之间也不能显现,因为在此区域落后的行星由于各地方的干燥起初根本没有被升起的蒸发物,因这一区域的蒸发物——该蒸发物正是彗尾显象的原因——已被太阳耗尽。但他说,即使这一点也并非被他真实地说出;因为彗星在这些地方也曾被看到,比如当阿开亚发生地震和海啸侵袭、使得阿开亚的某些城邦被认为因此毁灭时所见到的那颗大彗星;因为曾看到它从二分点的日落处升起,而在这些区域,他们曾声称由于根本没有蒸发物因而不显现彗星,这是由于两回归线之间的蒸发物已被太阳预先耗尽。而且,在南方区域也常常看到彗星。他还说,在雅典由摩隆之子欧克勒斯担任执政官期间,在伽墨利昂月,曾看到一颗彗星朝向北方显现,然而并不是在太阳处于夏至附近或其邻近时,而是在太阳处于冬至附近且相距遥远时,而从如此遥远的距离产生反射,他们自己也承认是属于不可能的事情。

语法注3 条
  1. 1.16τὰ μὲν κοινῇ συμπίπτει λέγειν ἀδύνατα, τὰ δὲ καὶ χωρίς

    非人称动词 συμπίπτει 支配不定式 λέγειν,整体构成“导致说出……”的句式。ἀδύνατα 作 λέγειν 的宾语,被 τὰ μέν... τὰ δέ 分割为“某些不可能之事……另一些……”。亚历山大随即将此句重述为 τὰ μὲν κοινῶς ἀδύνατα ἀκολουθεῖ λέγειν。

  2. 1.17καὶ φανερῶν δὲ ἅμα τῶν πάντων ὄντων καὶ τῶν μὲν φανερῶν τῶν δ’ ἀφανῶν

    由 καὶ... καί...(“无论在……时,还是在……时”)并列的两个属格独立结构构成句子的条件状语。在后一个独立结构中,τῶν μέν... τῶν δέ 作为部分属格将主语分为两部分。介词短语 διὰ τὸ... καταλάμπεσθαι 说明后一部分(τῶν δ’ ἀφανῶν,即部分星体不可见)的原因。

  3. 1.18ἀφ’ ὅσου γενέσθαι ἀνάκλασιν καὶ αὐτοὶ λέγουσιν εἶναι τῶν ἀδυνάτων

    介词短语 ἀφ’ ὅσου(“从如此遥远的距离”)通过关系代词承接前文 πόρρω ἀφεστῶτος 所暗示的距离之远,修饰不定式 γενέσθαι(“产生反射”)。短语 εἶναι τῶν ἀδυνάτων 属于表语性部分属格构式,意为“属于不可能的事物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:28.30-30.29