- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:27.23-28.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐释希波克拉底派关于彗星南北纬度运动的学说,并通过两回归线间的干燥以及南天几何光学上反射的不可能性,说明彗星为何仅在北方显现慧尾。
ὑπολείπεσθαι δ’ αὐτὸν καὶ πρὸς ἄρκτον καὶ πρὸς νότον,1 τουτέστι κινεῖσθαι δ’ αὐτὸν τὴν αὑτοῦ κίνησιν, καθ’ ἣν ὑπολείπεται, καὶ πρὸς ἄρκτον καὶ πρὸς νότον, τοῦτο δὲ διὰ τὸ κατὰ πλάτος κινεῖσθαι. λέγει δὲ δι’ ἣν αἰτίαν ὑπολειπόμενός τε ἐν πλείοσι τόποις καὶ γινόμενος ὁ ἀστὴρ οὗτος ἐν μόνοις τοῖς βορείοις κόμην ἔχων ὁρᾶται. ἐν μὲν γὰρ τῷ μεταξὺ τῶν τροπικῶν κινούμενος οὐχ ἕλκει ὕδωρ πρὸς αὑτόν, διὰ τὸ τὰ ὑποκείμενα τούτῳ μὴ ἔχειν πολλὴν νοτίδα τῷ ὑπὸ τῆς τοῦ ἡλίου κινήσεως ἀναξηραίνεσθαι αὐτήν·2 οὐχ ἕλκων μὲν οὖν αὐτὸς κατὰ τὸν τόπον τοῦτον ὑγρότητα οὐδὲ κομήτης φαίνεται, ἐπειδὴ ἡ κόμη αὐτῷ κατ’ αὐτοὺς ἐκ τῆς ἀνακλάσεως τῆς πρὸς τὸν ἥλιον τῆς ὄψεως ἀπὸ τῆς τοῦ ἑλκομένου ὑγροῦ συστάσεως γίνεται. ὑπερβὰς δὲ τοὺς τροπικοὺς ἢ κατ’ αὐτοὺς φερόμενος, ὧν μεταξὺ ἡ τοῦ ἡλίου κίνησις γίνεται, ἕλκει μὲν ἐν ἀμφοτέροις ὑγρότητα πρὸς αὑτὸν καὶ ἐν τοῖς νοτίοις ὁρώμενος καὶ ἐν τοῖς βορείοις· οὐ γὰρ ἔτι ταῦτα ὑπὸ τῆς τοῦ ἡλίου κινήσεως τὰ χωρία κατεξήρανται· ἀλλ’ ὅταν μὲν πρὸς νότον φέρηται, δαψίλειαν μὲν ἔχειν αὐτὸν τῆς τοιαύτης νοτίδος, διὸ καὶ ἕλκειν πολλὴν πρὸς αὑτόν, οὐ μὴν φαίνεσθαι τότε αὐτὸν κομήτην διὰ τὸ μὴ δύνασθαι τὴν ὄψιν ἀπὸ τῆς διαναγομένης ὑπ’ αὐτοῦ νοτίδος ἀνακλᾶσθαι πρὸς τὸν ἥλιον διὰ τὸ μῆκος τῆς ἀποστάσεως. αἴτιον δὲ τούτου τὸ τὸν νότιον πόλον ἀφανῆ εἶναι καὶ ὑπὸ γῆν ὡς πρὸς τὴν ἡμετέραν οἴκησιν· τοιαύτης δὲ οὔσης τῆς θέσεως αὐτοῦ τῶν περὶ αὐτὸν κύκλων ὀλίγον μὲν μέρος ἐστὶν ὑπὲρ τὴν γῆν, τὸ δὲ πλεῖστον ὑπὸ τὴν γῆν. αἱ δὴ συστάσεις αἱ τῆς ὑγρότητος αἱ κατὰ ταῦτα τὰ μέρη γινόμεναι ὑπὲρ τὸ κέντρον γίνονται τοῦ κύκλου, τῷ τὸ κέντρον μὲν τῶν κύκλων τούτων ὑπὸ γῆν εἶναι, τὰς δὲ συστάσεις τῆς ὑγρότητος ὑπὲρ τὴν γῆν γίνεσθαι. ἀδύνατον δ’ εἶναι ἔλεγε Διόδοτος ὁ ἀστρολόγος, ἐν τούτοις ἀνὴρ οὐδενὸς δεύτερος τῶν καθ’ ἡμᾶς, ἀνάκλασιν ὑπὸ γῆν γίνεσθαι τῆς ὄψεως3 ἀπὸ τῆς ἀναθυμιάσεως, ὅταν ὑπὲρ τὸ κέντρον ᾖ ἡ ἀναθυμίασις τοῦ κύκλου ἐν ᾧ πᾶσα ἀναθυμίασις συνίσταται. ἐπεὶ οὖν τοῦ τροπικοῦ τοῦ πρὸς τῷ νότῳ τὸ ἔλαττον ἡμικύκλιον ὑπὲρ γῆς ἐστι, δῆλον ὡς τὸ κέντρον αὐτοῦ ἐστιν ὑπὸ γῆν. ἐξ ἀνάγκης οὖν ἡ συνισταμένη ἀναθυμίασις ἐν αὐτῷ ὑπὲρ τὸ κέντρον αὐτοῦ συνίσταται· ὥστε οὐ γίνεται ἡ ἀνάκλασις ὑπὸ γῆν ἐν τούτῳ οὔσης τῆς ἀναθυμιάσεως, οὐδ’ ἔστι πρὸς τὸν ἥλιον ὑπὸ γῆν ὄντα, οὔτ’ ἂν πλησίον ᾖ τοῦ νοτίου μέρους οὔτ’ ἂν πόρρω πρὸς ταῖς θεριναῖς τροπαῖς· καὶ γὰρ τότε ἐστὶν ὑπὸ γῆν, ὑφ’ ἣν ἡ ἀνάκλασις οὐχ οἵα τε γενέσθαι τῆς ὄψεως, διά τε τὴν προειρημένην αἰτίαν καὶ τὴν τοσαύτην ἀπόστασιν. ἐπὶ δὲ τοῦ τροπικοῦ τοῦ βορείου γίνεται καὶ ὑπὸ γῆν ἀνάκλασις, ὅταν ἡ ἀναθυμίασις ὑποκάτω τοῦ κέντρου τοῦ κύκλου συστῇ. δύναται δὲ τοῦτο ἐν τούτῳ τῷ κύκλῳ γίνεσθαι διὰ τὸ τὸ κέντρον αὐτοῦ ἀεὶ ὑπὲρ γῆς εἶναι, τοῦ μείζονος ἡμικυκλίου ὄντος ὑπὲρ τὴν γῆν.
据他们说,彗星向北也向南落后,也就是说,彗星依其落后的自身运动向北也向南运行,这是由于它在纬度方向上运行。亚里士多德说明了原因:为什么这颗星虽然在更多的地方落后并出现,却唯独在北方显现出带有彗尾。因为在两回归线之间运行时,它并不把水吸引到自身,这是由于处于该范围之下的地方由于其湿气被太阳的运动烤干而不具有大量湿气;因此,由于它自身在这个地方不吸引湿气,所以甚至不显现为彗星,因为按照他们的说法,彗尾是在它那里通过视线从被吸引的湿气的凝结物向太阳反射而产生的。但是,当它越过两回归线或者在两回归线上运行时——太阳的运动正是在这两者之间进行的——无论在南方还是在北方被看见,它在这两种情况下都将湿气吸引到自身;因为这些区域不再被太阳的运动所烤干。然而,每当它向南运行时,虽然它拥有大量此类湿气,因而也吸引大量湿气到自身,但那时它绝不显现为彗星,这是由于视线因距离遥远而不能从被它升起的湿气反射到太阳。造成这一现象的原因在于,南极就我们所居住的地方而言是不可见的且处于地之下;并且由于它的位置如此,围绕它的诸圆环中只有一小部分在地面之上,而绝大部分在地面之下。正是因此,在这些部分产生的湿气凝结产生在圆环中心的上方,这是因为这些圆环的中心处于地之下,而湿气的凝结产生在地面之上。而天文学家狄奥多托斯——在这类事务上不亚于我们时代的任何人——曾说,每当蒸发物处于每一蒸发物凝结于其中的圆环中心之上时,视线从蒸发物向地之下产生反射是不可能的。因此,既然靠近南方的回归线的半圆中较小的一个在地面之上,显然它的中心处于地之下。所以必然地,在其中凝结的蒸发物凝结于其中心的上方;因而当蒸发物处于此位置时,向地之下的反射不会产生,向处于地之下的太阳也不会产生反射,无论太阳是靠近南方部分,还是遥远地靠近夏至回归线;因为在那时太阳也处于地之下,而视线的反射无论由于前述的原因还是由于如此遥远的距离,都无法朝向地之下产生。但在北回归线的情况下,每当蒸发物在圆环中心的下方凝结时,向地之下的反射也会产生。而在该圆环中这之所以能够发生,是因为它的中心始终在地面之上,较大的半圆处于地面之上。
- 1.15ὑπολείπεσθαι δ’ αὐτὸν καὶ πρὸς ἄρκτον καὶ πρὸς νότον
不定式 ὑπολείπεσθαι 延续前文表述希波克拉底派观点的间接引语,带宾格主词 αὐτόν(指代彗星);其支配性动词在此承前省略。
- 1.15διὰ τὸ τὰ ὑποκείμενα τούτῳ μὴ ἔχειν πολλὴν νοτίδα τῷ ὑπὸ τῆς τοῦ ἡλίου κινήσεως ἀναξηραίνεσθαι αὐτήν
带有定冠词的不定式短语构成长句嵌套:修饰主句的表原因的介词短语 διὰ τὸ ... μὴ ἔχειν 内部,包含一个表原因的与格定冠词不定式短语 τῷ ... ἀναξηραίνεσθαι αὐτήν,后者带有其宾格主词 αὐτήν(指代湿气)。
- 1.15ἀδύνατον δ’ εἶναι ἔλεγε Διόδοτος ὁ ἀστρολόγος ... ἀνάκλασιν ὑπὸ γῆν γίνεσθαι τῆς ὄψεως
主动词 ἔλεγε 支配宾格加不定式结构 ἀδύνατον ... εἶναι,而作为谓词的 ἀδύνατον 又带有一个以 ἀνάκλασιν(宾格主词)为主语的不定式短语 ἀνάκλασιν ... γίνεσθαι 作为其真正主语。
