- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:26.8-27.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在《气象学》中开始讨论彗星与银河,亚历山大首先疏解了关于彗星的前人理论,包括阿那克萨戈拉、德谟克利特、毕达哥拉斯学派以及希俄斯的希波克拉底与其弟子埃斯库罗斯的观点(行星合象说、独立行星说以及彗尾的成因)。
" Περὶ δὲ τῶν κομητῶν καὶ τοῦ καλουμένου γάλακτος." Προτίθεται μὲν εἰπεῖν περί τε τῶν καλουμένων ἀστέρων κομητῶν καὶ πωγωνιῶν καὶ τοῦ κύκλου τοῦ γαλαξίου λεγομένου. πρῶτον δὲ ἀπορεῖ πρὸς τὰ ὑπὸ τῶν πρὸ αὐτοῦ περὶ τούτων εἰρημένα. περὶ δὲ τῶν κομητῶν Ἀναξαγόρας μὲν καὶ Δημόκριτος λέγουσι τὸν κομήτην λεγόμενον ἀστέρα σύμφασιν εἶναι τῶν πλανήτων ἀστέρων· οὗτοι δέ εἰσιν ὅ τε τοῦ Κρόνου καὶ ὁ τοῦ Διὸς καὶ ὁ τῆς Ἀφροδίτης καὶ ὁ τοῦ Ἄρεος καὶ ὁ τοῦ Ἑρμοῦ. τούτους γάρ, ὅταν ἐγγὺς ἀλλήλων γένωνται, φαντασίαν ἀποτελεῖν ὡς ἄρα ἅπτονται ἀλλήλων καὶ ἔστιν εἷς ἀστήρ, ὁ καλούμενος κομήτης. σύμφασιν γὰρ λέγει τὴν ἐκ πάντων τῶν συνελθόντων ὡς ἐξ ἑνός φαντασίαν γενομένην.1 τῶν δὲ Πυθαγορικῶν τινάς φησι λέγειν τὸν κομήτην ἕνα καὶ αὐτὸν εἶναι τῶν πλανήτων ἄλλον παρὰ τοὺς προειρημένους πέντε· φαίνεσθαι δὲ αὐτὸν διὰ πολλοῦ τε χρόνου καὶ ἐπ’ ὀλίγον διὰ τὸ διά τε πλείονος χρόνου καὶ ἐπ’ ὀλίγον ὑπερβάλλειν αὐτὸν τὰς τοῦ ἡλίου αὐγάς, τουτέστιν ἐξωτέρω αὐτῶν γίνεσθαι αὐτόν, ὡς δύνασθαι καὶ καθ’ αὑτὸν ὁρᾶσθαι, καὶ μὴ κρύπτεσθαι καὶ ἀφανίζεσθαι ὑπὸ τοῦ ἡλιακοῦ φωτός, ὃ συμβαίνει καὶ περὶ τὸν τοῦ Ἑρμοῦ ἀστέρα· καὶ γὰρ ἐκεῖνος πολλάκις οὐχ ὁρᾶται διὰ τὸ ὑπὸ ταῖς αὐγαῖς τὰ πολλὰ εἶναι τοῦ ἡλίου. τούτοις δὲ ὁμοίως φησὶν ἀποφήνασθαι περὶ τοῦ κομήτου καὶ Ἱπποκράτην τὸν Χῖον καὶ τὸν μαθητὴν αὐτοῦ Αἰσχύλον· ἔστι δὲ οὗτος ὁ Ἱπποκράτης εἷς καὶ αὐτὸς τῶν μαθηματικῶν οὗ ὁ τετραγωνισμὸς ὁ διὰ τῶν μηνίσκων· καὶ γὰρ οὗτοι ἕνα τῶν πλανήτων ὑπολαμβάνουσιν εἶναι τὸν κομήτην. διαφέρει δὲ ἡ τούτων δόξα τῆς τῶν Πυθαγορικῶν, ὅτι ἐκεῖνοι μὲν καὶ τὴν φαινομένην ὑπὸ τὸν ἀστέρα κόμην μέρος ὑπελάμβανον τοῦ ἀστέρος ὡς ὄντος τοιούτου, οἱ δὲ περὶ Ἱπποκράτην τὴν κόμην οὐκ ἐξ αὑτοῦ φασιν ἔχειν αὐτόν, ἀλλὰ τῷ πλανᾶσθαι καὶ ἄλλοτε κατ’ ἄλλους τόπους φέρεσθαι διὰ τὸν τόπον ἐνίοτε γίνεσθαι τὴν φαντασίαν τῆς περὶ αὐτὸν κόμης. ὅταν γὰρ γένηται κατά τινα χώραν νοτίδα πολλὴν ἔχουσαν, ἕλκειν φασὶν αὐτὸν πρὸς αὑτὸν τὴν ὑγρότητα καὶ συνιστᾶν. πρὸς τὴν σύστασιν οὖν τοῦ ὑγροῦ ἡ ὄψις προσπίπτουσα ὡς ἀπὸ κατόπτρου ἀνακλᾶται πρὸς τὸν ἥλιον, καὶ διὰ τοῦτο ὁρᾶται πυρῶδες τὸ ἔνοπτρον, τοῦ ἡλίου, ἐφ’ ὃν ἡ ἀνάκλασις ἀπ’ αὐτοῦ γίνεται, ταύτην παρέχοντος τὴν φαντασίαν· ὁμολογοῦσι δὲ καὶ οὗτοι διὰ πολλοῦ χρόνου ὁρᾶσθαι αὐτόν, ὅτι βραδύτατα τῷ χρόνῳ ὑπολείπεται, τουτέστι τὸν αὑτοῦ περίεισι κύκλον. ὑπολείπεσθαι γὰρ οἱ πλάνητες λέγονται ἣν αὐτοὶ καθ’ αὑτοὺς κινοῦνται κίνησιν, ἀνάπαλιν οὖσαν ᾗ ὑπὸ τῆς ἀπλανοῦς περιφέρονται·2 λέγονται δὲ ὑπολείπεσθαι, ὅτι διὰ ταύτην τὴν κίνησιν ὑστερίζοντες φαίνονται. διὰ δὲ τὸ ὑπολείπεσθαι βραδύτατα τῷ χρόνῳ διὰ πλείστου χρόνου φαίνεσθαι τῶν ἄλλων ἄστρων, ὡς ὅταν ἐκ ταὐτοῦ φανῇ ὑπολελειμμένον ὅλον τὸν ἑαυτοῦ κύκλον·3 τουτέστι διὰ δὲ τὸ τὸν αὑτοῦ κύκλον βραδύτατα περιιέναι διὰ πλείστου φαίνεσθαι χρόνου τῶν ἄλλων πλανήτων, τῷ ἐκείνους μὴ οὕτως βραδέως ὑπολείπεσθαί τε καὶ τὴν οἰκείαν κινεῖσθαι κίνησιν. τότε γὰρ ὅταν κατὰ τὸ αὐτὸ πάλιν φανῇ, ὑπολελειφθαι αὐτὸν ὅλον τὸν ἑαυτοῦ κύκλον, τουτέστι περιεληλυθέναι καὶ κεκινῆσθαι τὸν ἑαυτοῦ κύκλον ὅλον, διὰ πολλοῦ δὲ τοῦτο ποιεῖν.
“关于彗星和所谓的银河。” 他打算论述被称为彗星和髯星的星体,以及被称为银河的圆环。然而首先,他针对前人关于这些现象所说的观点提出疑难。关于彗星,阿那克萨戈拉和德谟克利特认为,所谓彗星是行星的“合象”;这些行星即克洛诺斯之星(土星)、宙斯之星(木星)、阿佛洛狄忒之星(金星)、阿瑞斯之星(火星)与赫尔墨斯之星(水星)。因为据他们所说,每当这些行星相互靠近时,便产生一种显象,仿佛它们确实彼此相触并成为一颗星,即所谓的彗星。因为他所谓“合象”,是指从汇聚的全部星体中如同从单一星体中所产生的那种显象。但他又说,某些毕达哥拉斯派的人认为彗星本身也是行星之一,是除前述五颗行星之外的另一颗;它隔了很长时间才显现且只显现很短一段时间,这是因为它是隔了更长时间才在短时间内超出太阳的光芒,也就是说,它运行到了太阳光芒的外侧,从而能够依其自身被看见,而不被太阳的光芒所遮蔽和隐匿——在赫尔墨斯之星的情况中也是如此;因为那颗星也常常由于多半处于太阳光线之下而不可见。 他说,希俄斯的希波克拉底及其弟子埃斯库罗斯也对彗星发表了与这些人相似的看法;这位希波克拉底本人也是数学家之一,即以月牙形求圆面积的那位;因为他们也认为彗星是行星之一。然而他们的观点与毕达哥拉斯派的差异在于:毕达哥拉斯派认为显现在星体下方的彗尾也是该星体的一部分,因为它本身就是这样的性状;而希波克拉底派则声称彗星并非由自身拥有彗尾,而是由于它巡游且在不同时刻运行于不同地方,因而由于所在地方的缘故,有时会产生其周围彗尾的显象。因为他们说,每当它运行到含有大量湿气的某个区域时,就会将湿气吸引到自身并使其凝结。因此,视线投射到湿气的凝结物上,便如同从镜面上一样向着太阳反射,正是为此,该反射物显得如火一般,而从该物反射所朝向的太阳便提供了这种显象。他们也同意它是相隔很长时间才被看见的,因为在时间上它落后得最慢,也就是说,它环绕自身的轨道运行。因为行星依其自身运行的运动被称为“落后”,这种运动与它们被恒星天球所带动运转的运动相反;它们被称为落后,是因为由于这种运动它们显现出滞后。由于在时间上落后得最慢,它比其他星体隔了最长时间才显现,正如每当它从同一位置显现时,已经落后了其整个轨道;也就是说,由于最缓慢地环绕其自身的轨道运行,它比其他行星隔了最长时间才显现,这是由于那些行星没有这样缓慢地落后并依其特有的运动而运行。因为在那个时刻,每当它再次在同一位置显现时,它已经落后了自身的整个轨道,也就是说,已经环绕并运行完了其全部轨道,并且是经过很长时间才做成这件事的。
- 1.15σύμφασιν γὰρ λέγει τὴν ἐκ πάντων τῶν συνελθόντων ὡς ἐξ ἑνός φαντασίαν γενομένην
λέγει 的主语是亚里士多德。σύμφασιν 为谓词宾格(或被定义的术语宾格),而 τὴν ... φαντασίαν 则构成其说明性的宾语补足语(“从汇聚的全部星体中如同从单一星体中所产生的那种显象”)。
- 1.15ἣν αὐτοὶ καθ’ αὑτοὺς κινοῦνται κίνησιν, ἀνάπαλιν οὖσαν ᾗ ὑπὸ τῆς ἀπλανοῦς περιφέρονται
ἣν ... κίνησιν 是同族宾格,关系代词 ἣν 将先行词 κίνησιν 纳入从句中。ἀνάπαλιν οὖσαν ᾗ 意为“与……的方向相反”,关系副词 ᾗ 引出恒星天球周日旋转的方向。
- 1.15ὡς ὅταν ἐκ ταὐτοῦ φανῇ ὑπολελειμμένον ὅλον τὸν ἑαυτοῦ κύκλον
ὑπολελειμμένον 手抄本传为中性分词(有时被校订为修饰彗星的阳性主格 ὑπολελειμμένος)。在句法上,ὑπολείπεσθαι 的完成时分词支配范围/同族宾格 ὅλον τὸν ἑαυτοῦ κύκλον,意为“(在相同位置再次显现时)已经落后了自身的整个轨道”。
