← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§25.1-26.7

光被阻断引发的深度错觉与天空显象

亚历山大注解了亚里士多德在《气象通论》342b14中关于裂缝与凹坑成因的论述,将其解释为光被黑色遮断时产生的深度视错觉,并讨论了压缩空气迸落火把、烟中火焰颜色的变化、昼夜显色的差异,以及“显象”这一概念的涵盖范围。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14

" Τὰ δὲ χάσματα ἀναρρηγνυμένου τοῦ φωτός." Εἰπὼν γίνεσθαί τινα μῖξιν χρωμάτων διὰ τοῦ μέλανος ὁρωμένου τοῦ λευκοῦ τε καὶ πυρώδους, τὰ χάσματά φησιν (ἔστι δέ τινα καὶ τοιαῦτα ἐν τῷ οὐρανῷ ὁρώμενα) μίξει μὲν καὶ αὐτὰ μέλανός τε καὶ λευκοῦ γίνεσθαι, ἀλλ’ ἔμπαλιν ἐχόντων·1 οὐ γὰρ διὰ τοῦ μέλανος ὁρωμένου τοῦ λευκοῦ ἀφεστῶτος ἀπ’ αὐτοῦ, ἀλλ’ ἐν τῷ λευκῷ τοῦ μέλανος, διακοπτομένης τῆς τοῦ φωτὸς συνεχείας ὑπὸ μέλανός τινος ἢ κυανοῦ· τοῦτο γάρ ἐστι τὸ ἀναρρηγνυμένου τοῦ φωτός. ὅταν γὰρ διακόπτηται τὸ φῶς ὑπό τινος ἢ μέλανος ἢ κυανοῦ, ὡς κατὰ τὸ μέρος τοῦ φωτὸς ἐκεῖνα φαίνεσθαι, τότε βάθος τι δοκεῖ γίνεσθαι, ὄντων μὲν ἐν τῷ αὐτῷ ἐπιπέδῳ, ἐγγυτέρω δὲ δοκοῦντος εἶναι τοῦ φωτός,2 καὶ ἐν βάθει καὶ πλέον ἀφεστάναι τοῦ μέλανος ἢ κυανοῦ, διὰ τὸ τὸ μὲν φῶς καὶ τὸ λευκὸν μᾶλλον κινοῦν τὴν ὄψιν ἐγγυτέρω δοκεῖν αὐτῆς εἶναι, τὸ δὲ μέλαν μὴ ὁμοίως αὐτὴν κινοῦν δοκεῖν πλέον ἀφεστάναι. πολλάκις δέ φησιν ἐκ τῶν τοιούτων τοῦ ἀέρος συστάσεων καὶ δαλοὺς ἐκπίπτειν, ὅταν συγκριθῇ ὁ μελαινόμενος ἀὴρ μᾶλλον. τότε γὰρ τὸ ἐναπολαμβανόμενον ἐν αὐτῷ θερμὸν διὰ τὴν εἰς ὀλίγον συστολήν τε καὶ κίνησιν πῦρ γενόμενον μετὰ βίας ἐξέπεσεν·3 ὅταν μὲν οὖν μᾶλλον συγκριθῇ, ἐκπίπτει τι ἐξ αὐτοῦ καὶ τοιοῦτον, συνιὸν δὲ καὶ πυκνούμενον καὶ διὰ τοῦτο μελαινόμενον χάσματος φαντασίαν παρέχεται. βόθυνον δὲ καὶ χάσμα ἢ ταὐτὸν λέγει ἢ βόθυνον μέν, ὅταν ἐν βάθει μᾶλλον φαίνεται τῷ τὸ μέλαν εἶναι πλέον τοῦ λευκοῦ, χάσμα δέ, ὅταν ἠνεῳγμένον φαίνηται διὰ τὸ εἶναι πλέον τὸ φῶς. καθόλου γὰρ ἐν τῷ μέλανι τὸ λευκὸν πολλὰς χρωμάτων διαφορὰς ποιεῖ κατὰ τὴν ποιὰν μῖξιν αὐτῶν, καὶ τούτου σημεῖον ἡ φλὸξ ἡ ἐν τῷ καπνῷ· ἄλλοτε γὰρ ἀλλοῖον τὸ χρῶμα φαίνεται τῆς φλογὸς διὰ τοῦ καπνοῦ κατὰ τὴν ἑκατέρου αὐτῶν ἀνὰ μέρος ἄνεσίν τε καὶ ἐπίτασιν. ὑγροῦ μὲν γὰρ ὄντος τοῦ καπνοῦ, ἁλουργὸν τὸ χρῶμα τῆς φλογὸς φαίνεται, φοινικοῦν δὲ ἂν ἧττον ὁ καπνὸς τοιοῦτος ᾖ. εἰπὼν δὲ ποικίλα χρώματα γίνεσθαι ἐκ λευκοῦ τε καὶ μέλανος μιγνυμένων πως, ἡμέρας μὲν οὐδὲν τῶν τοιούτων φασμάτων φαίνεσθαι λέγει, διὰ τὸ τὸν ἥλιον τάς τε συστάσεις τὰς τοιαύτας λύειν καὶ τὰς φαντασίας ποιεῖν ἀφανεῖς διὰ τοῦ καταλάμπειν αὐτάς· νύκτωρ δὲ γίνεσθαι μὲν πλείους μίξεις, μόνην δὲ ὁρᾶσθαι τὴν φοινικῆν, τῷ τὰς ἄλλας διὰ τὴν πρὸς τὸ σκότος ὁμοιότητα μὴ φαίνεσθαι· καὶ γὰρ τὸ ἁλουργὸν καὶ τὸ πράσινον ὁμόχροα πως τῷ μέλανι. περὶ μὲν οὖν τῶν διαθεόντων ἀστέρων, καὶ περὶ τῶν ταχείας ποιουμένων μεταβολὰς ταύτας φησὶ δεῖν νομίζειν τὰς αἰτίας, ταχείας λέγων τὰς μὴ ἐπὶ πολὺ μενούσας ἀλλὰ διαλυομένας ταχύ· τοιαῦτα γὰρ περὶ ὧν προείρηκε. διὰ δὲ τοῦ κοινῶς εἰπεῖν ὅσα ταχείας ποιεῖται τὰς φαντασίας ἔοικε φάσματα οὐκ ἰδίως τὰ χάσματα καὶ τοὺς βοθύνους λέγειν καὶ τὰ τοιαῦτα, ἀλλὰ καὶ τοὺς διᾴσσοντάς τε καὶ δαλοὺς καὶ αἶγας καὶ φλόγας, περὶ ὧν εἶπε πρῶτον.

“而裂缝则是在光被撕裂时[产生]。” 在说明了由于白色和火红之物透过黑色之物被看见而产生某种颜色的混合之后,他说裂缝(天空中也可见到某些此类现象)本身也是由黑色与白色的混合产生的,但两者处于相反的状况;因为这并非由于白色在与黑色相距隔开时透过黑色被看见,而是由于黑色处于白色之中,光的连续性被某种黑色或深蓝色的东西截断;因为这就是“在光被撕裂时”的意思。因为每当光被某种黑色或深蓝色的东西截断,以致那些东西显现在光的部分之中时,尽管它们处于同一平面上,却似乎产生了某种深度,光显得更近,而黑色或深蓝色则显得处于深处且更远,这是由于光和白色更有力地触动视线因而显得离视线更近,而黑色不以同样方式触动视线因而显得更远。 他还说,每当变黑的空气更加凝聚时,往往也会从空气的此类凝结物中迸落出火把。因为在那个时候,被禁锢在其中的热由于收缩到微小的空间以及运动而变成了火,被强力迸落出来;因此,每当它更加凝聚时,便会从中迸落出某种此类事物,而聚集、浓缩并因此变黑的部分,则呈现出裂缝的显象。他将凹坑和裂缝要么称为同一事物,要么当由于黑色多于白色而在深处显得更深时称为凹坑,而在由于光更多而显得开敞时称为裂缝。因为普遍而言,黑色之中的白色会依照它们特有的混合而产生出颜色的诸多差异,其证据就是烟雾中的火焰;因为透过烟雾,火焰的颜色随着它们各自交替的减弱与增强而在不同时刻显得各不相同。因为当烟雾潮湿时,火焰的颜色显得紫红,而若烟雾不那么潮湿,则显得深红。 在说明了斑斓的色彩是由白色与黑色以某种方式相混合而产生之后,他说在白天这类显象无一显现,因为太阳瓦解了此类凝结,并通过照耀使其显象隐匿不现;然而在夜间,虽然产生了更多的混合,却只有深红色可见,这是由于其他颜色因与黑暗相似而不显现;因为紫红和深绿在某种程度上与黑色同色。因此,关于疾驰的星体以及发生迅速变化的事物,他说应当认为这些就是原因——他所谓的迅速,是指不能持久存在而是迅速消解的事物;因为他先前所谈论的正是这类事物。而通过通称“凡产生迅速显象的事物”,他似乎不仅以显象来特指裂缝、凹坑及此类现象,而且也指他最先论述的流星、火把、山羊和火舌。

语法注3 条
  1. 1.14ἀλλ’ ἔμπαλιν ἐχόντων

    独立属格结构,其逻辑主语从前文的 μέλανός τε καὶ λευκοῦ 省略。副词 ἔμπαλιν 与分词 ἐχόντων 构成表语性结构,意为“当它们[黑与白]处于相反关系/位置时”。

  2. 1.14ὄντων μὲν ἐν τῷ αὐτῷ ἐπιπέδῳ, ἐγγυτέρω δὲ δοκοῦντος εἶναι τοῦ φωτός

    由 μέν...δέ 形成对比的两个独立属格短语。前句 ὄντων 的逻辑主语指代光与暗区两者(物理上位于同一平面);后句 δοκοῦντος 的主语为 τοῦ φωτός,其后并列省略了分词的 τοῦ μέλανος ἢ κυανοῦ。

  3. 1.14ἐξέπεσεν

    不定过去时直陈式动词,在阐述普遍物理规律的解释性语境(由 τότε γὰρ 引出)中用作格言性不定过去时(gnomic aorist),表示规律性或常态性的发生,相当于现在时(“迸落出”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:25.1-26.7