← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§23.19-24.31

夜空裂缝与凹坑等光学显象的成因

亚历山大根据亚里士多德《气象学》342a34,阐明了在晴朗夜空中所见之裂缝与凹坑等光学物象(显象)的生成机制,即由引火物的点燃、光透过稠密空气的遮蔽效应以及视线反射所导致的混合色彩所致。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13

" Φαίνεται δέ ποτε συνιστάμενα νύκτωρ αἰθρίας οὔσης πολλὰ φάσματα ἐν τῷ οὐρανῷ, οἷον χάσματά τε καὶ βόθυνοι." Φάσματά φησι φαίνεσθαι πολλάκις νύκτωρ πολλὰ καὶ ἄλλοτε ἀλλοῖα ἐν τῷ οὐρανῷ συνιστάμενα, ἃ τίνα τέ ἐστι λέγει καὶ τὴν αἰτίαν τῆς φαντασίας αὐτῶν ἀποδίδωσι. τὰ μὲν οὖν πρῶτα, περὶ ὧν τὸν λόγον πεποίηται, οὐκ ἦν φάσματα· ὁποῖα γὰρ ἦν, ἑωρᾶτο· περὶ δὲ ὧν νῦν λέγει, ταῦτα φάσματα· ἀλλοῖα γὰρ ὄντα τὴν σύστασιν ἀλλοίαν ἡμῖν φαντασίαν ἀποτελεῖ κατά τε τὰ χρώματα καὶ τὰ σχήματα. ἢ κἀκεῖνα φάσματα· οὐδὲ γὰρ αὐτὰ ὁποῖά ἐστι καὶ φαίνεται πάντῃ. φησὶ δὴ καὶ τούτων, τῶν τε χασμάτων καὶ βοθύνων καὶ ἄλλοτε ἀλλοίων ἐν τῷ οὐρανῷ φαινομένων, τὴν αὐτὴν αἰτίαν εἶναι. κειμένου γὰρ τοῦ τὸν ἄνω ἀέρα, τουτέστι τὸ ὑπέκκαυμα ἐκπυροῦσθαι,1 καὶ τὴν ἐκπύρωσιν αὐτοῦ ποτὲ μὲν φλογὶ ἐοικέναι καιομένῃ, ποτὲ δὲ δαλοῖς φερομένοις ἢ ἄστροις, καθὰ προείρηται, οὐδὲν ἄτοπον τοιούτων ἐξάψεων ἐν αὐτῷ γινομένων καὶ φαίνεσθαι χρωματιζόμενον αὐτὸν παντοδαπὰ χρώματα. καὶ λέγει, πῶς· διά τε γὰρ πυκνοτέρου ἀέρος διαφαινόμενον φῶς τὸ ἐκ τοῦ πυρὸς παντοδαπῶν χρωμάτων φαντασίαν ποιεῖ. ἢ γὰρ διὰ μᾶλλον πεπυκνωμένου ὀλίγον φῶς ὑποφαινόμενον ἢ δι’ ἔλαττον πυκνοῦ πλέον διαφορὰς χρωμάτων καὶ ὥσπερ μῖξιν ποιεῖ. ἀλλὰ καὶ ἀνακλάσεις ὁ ἀὴρ δεχόμενος παντοδαπὰς χρωμάτων φαντασίας παρέχεται. ἀπὸ γὰρ τοῦ παχυτέρου καὶ σύστασιν ἔχοντος ἀέρος ἐπί τι τῶν φωτίζειν πεφυκότων ἡ ὄψις ἀνακλωμένη2 κατὰ τὴν ποιὰν τούτων ἢ σύστασιν ἢ σχέσιν διαφόρων ποιεῖ φαντασίαν χρωμάτων. μάλιστα δὲ λέγει φοινικοῦ καὶ πορφυροῦ χρώματος φαντασίας γίνεσθαι ἔκ τε τῶν ἐπιπροσθήσεων τῶν ἐν τῷ ἀέρι γινομένων καὶ ἐκ τῶν ἀνακλάσεων· ταῦτα γὰρ τὰ χρώματα μάλιστα ἐκ τοῦ πυρώδους καὶ τοῦ λευκοῦ τῷ μέλανι μιγνυμένων φαίνεται γινόμενα. εἰπὼν δὲ μιγνυμένων, πῶς μιγνυμένων προσέθηκε· κατὰ γὰρ τὰς ἐπιπροσθήσεις ἡ μῖξις αὐτῶν γίνεται, ἀλλ’ οὐχ ὡς τῶν μιγνυμένων φαρμάκων. ἀνίσχοντα γοῦν τὰ ἄστρα καὶ πάλιν δυόμενα, ἂν ᾖ καῦμα, φοινικᾶ φαίνεται· διὰ γὰρ τοῦ ἀέρος πεπυκνωμένου καὶ οὐχ ὁμοίως ὄντος διαφανοῦς τὰ ἄστρα λευκὰ ὄντα φοινικᾶ φαίνεται, μιγνυμένου τοῦ περὶ τὸν ἀέρα μέλανος τῇ τῶν ἄστρων λευκότητι· ὁμοίως κἂν διὰ καπνοῦ βλέπηται. καὶ οὕτως μὲν γίνεται τῇ ἐπιπροσθήσει ἡ μῖξις αὐτῶν. ὁμοίως δέ φησι καὶ τῇ ἀνακλάσει τῇ ἀπὸ τοῦ ἀέρος γίνεσθαι φαντασίας ποικίλων χρωμάτων· ὅταν γὰρ τὸ ἔνοπτρον ᾖ τοιοῦτον, ὥστε μὴ τὸ σχῆμα τοῦ δι’ αὐτοῦ ὁρωμένου, ἀλλὰ τὸ χρῶμα μόνον δέχεσθαι, ὡς γίνεται ἐπὶ τῶν λεπτῶν ψεκάδων, ὅταν δι’ αὐτῶν φαίνηται τὸ ἀπὸ τοῦ ἡλίου φῶς. οὕτως δὲ καὶ ἶρις καὶ ἅλως γίνονται, ὡς προϊὼν ἐρεῖ· ἐν γὰρ τῷ τρίτῳ περὶ τούτων ποιεῖται τὸν λόγον. τοῦ δὲ μὴ μένειν ἐπὶ πολὺν χρόνον τὴν τοιαύτην φαντασίαν τῶν χρωμάτων ἡ σύστασις αἰτία ταχεῖα καὶ εὐμετάβολος καὶ εὔτρεπτος οὖσα· οὐ γὰρ μένει ἐπὶ πολὺ ὅμοιος ὁ ἀήρ, δι’ οὗ ταῦτα ὁρᾶται, ἀλλὰ ποτὲ μὲν παχύνεταί τε καὶ μελαίνεται, ποτὲ δὲ λεπτύνεται καὶ διαφανὴς γίνεται, ὡς μὴ ἐπιθολοῦν οἰκείῳ τινὶ χρώματι τὸ χρῶμα τοῦ διορωμένου δι’ αὐτοῦ.

“有时在晴朗的夜间,天空中显现出许多形成的显象,例如裂缝和凹坑。” 他说在夜间,天空中常常显现出许多时而各异的形成的显象,他陈述了它们是什么,并给出了其显象产生的原因。此前他所论述的第一批事物并非显象;因为它们本是怎样,被看见的便是怎样。但他现在所说的事物,这些则是显象;因为它们在构成上虽是一回事,却在颜色和形状上向我们产生不同的显象。或者说,此前那些事物也是显象;因为就连它们也并非完全如其所显现的那样。他指出,对于这些裂缝、凹坑以及天空中显现的时而各异的其他物象,也存在着同样的原因。因为既然假定上层空气(即引火物)被焚化,并且如前所述,它的焚化有时类似于燃烧的火焰,有时类似于被运送的火把或星体,那么当其中产生这样的点燃时,它自身显现出着上各种各样的颜色也就毫不反常了。他解释了这是如何发生的:因为从火发出的光透过较稠密的空气显映出来,便产生了各种颜色的显象。即,或由于微弱的光透过较凝聚的空气隐隐显出,或由于较多的光透过较不稠密的空气显出,从而产生出颜色的差异和一种混合。不仅如此,空气通过接受反射,也提供了各种颜色的显象。因为当视线从较为浓厚且具有凝聚性的空气反射到某种天生能发光的事物上时,便根据这些事物的某种构成或关联,产生出不同颜色的显象。 他特别指出,深红与紫色的显象主要是由空气中产生的遮蔽以及反射所形成的;因为显而易见,这些颜色主要是由火红与白色同黑色相混合而产生的。在说了“相混合”之后,他又补充了它们是如何混合的;因为它们的混合是依照遮蔽而产生的,而不是像调和的颜料那样。无论如何,星体在升起以及落下时,若逢酷暑,便显得深红;因为透过凝缩且不再同样透明的空气,星体虽本为白色,却显出深红,这是由于空气周围的黑色与星体的白色相混合;若透过烟雾观看也是如此。它们的混合便是以这种方式依遮蔽而产生的。 他说,同样依空气的反射也会产生斑斓色彩的显象;因为当反射面是如此这般,以致不接受透过它所见之物的形状,而仅接受颜色时(正如在细微水滴的情形中,当来自太阳的光透过它们显映时所发生的那样),就会产生这种情况。虹和晕也是这样产生的,正如他后文将要谈到的;因为他在第三卷中才对这些现象作出论述。而这种颜色的显象不能持续很长时间的原因,在于其构成迅速、易变且易于转化;因为透过它看见这些现象的空气不能长时间保持一致,而是时而变厚且变黑,时而变薄且变透明,以至于不再以某种自身的固有颜色去浑浊透过它所透视之物的颜色。

语法注2 条
  1. 1.13κειμένου γὰρ τοῦ τὸν ἄνω ἀέρα, τουτέστι τὸ ὑπέκκαυμα ἐκπυροῦσθαι

    分词 κειμένου 与其实质化冠词不定式从句(τοῦ ... ἐκπυροῦσθαι)构成独立属格结构,充当条件状语:“鉴于假定上层空气(即引火物)被点燃”,为主句 οὐδὲν ἄτοπον [ἐστι] ... φαίνεσθαι 提供前提假设。

  2. 1.13ἀπὸ γὰρ τοῦ παχυτέρου καὶ σύστασιν ἔχοντος ἀέρος ἐπί τι τῶν φωτίζειν πεφυκότων ἡ ὄψις ἀνακλωμένη

    该表述基于古代视线发散说(视线 ἡ ὄψις 从眼睛射出到达物体)。主格分词 ἀνακλωμένη 修饰主语 ἡ ὄψις 并与主要动词 ποιεῖ 配合,结合了介词短语 ἀπὸ τοῦ ... ἀέρος(反射点)以及 ἐπί τι τῶν φωτίζειν πεφυκότων(反射朝向的目标),意为“当视线从较浓厚的空气反射到天生发光之物上时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:23.19-24.31