- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:22.1-23.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了流星产生的两种机制(一是天体周向运动对引火物的顺次点燃,二是冷却空气对被困之热的强力挤压与分泌),并阐明其斜向运动乃是合乎本性的上升与受迫的下降相结合而形成的对角线运动。
ὡς γὰρ ἐπὶ τῶν λύχνων, ὅταν ὁ μὲν καίηται, ἄλλος δὲ ἀποσβεσθεὶς εὐθὺς ὑποτεθῇ αὐτῷ, ἡ ἀπὸ τοῦ ἐσβεσμένου νεωστὶ ἀναφερομένη ἀναθυμίασις ἐπὶ τὴν τοῦ καιομένου φλόγα ἁφθεῖσα καθ’ ὃ ἐπλησίασεν αὐτῇ ἐξάπτει τὸν ὑποκείμενον λύχνον, ἐξαπτομένης τῆς ἐφεξῆς ἀναθυμιάσεως τῇ πρώτῃ ἁφθείσῃ ὑπὸ τῆς τοῦ καιομένου λύχνου φλογὸς ἕως τῆς τοῦ λύχνου θρυαλλίδος, ἀφ’ ἧς ἡ ἀναθυμίασις, φαίνεται δὲ οὐ διαδιδόμενον τὸ πῦρ ἄλλου ἐξ ἄλλου ἁπτομένου, ἀλλὰ τὸ πρῶτον ἁφθὲν φερόμενον, οὕτως ὑπολαμβάνειν χρὴ καὶ ἐπὶ τῶν διᾴσσειν καὶ φέρεσθαι δοκούντων ἀστέρων γίνεσθαι, ἄλλου ἐξ ἄλλου ἤτοι μετ’ ἄλλο ταχέως ἐξαπτομένου διὰ τὴν πρὸς τοῦτο ἐπιτηδειότητα τῆς ὑποκειμένης ὕλης. Ὁτὲ μὲν οὖν οὕτως φησὶ γίνεσθαι τοὺς καλουμένους διᾴσσοντας ἀστέρας, ὑπὸ τῆς κινήσεως τῶν οὐρανίων σωμάτων ἐξαπτομένου τοῦ ὑποκειμένου αὐτοῖς ὑπεκκαύματος καὶ τὸ ἐφεξῆς ἐξάπτοντος, ὁτὲ δὲ ἐκ τοῦ συνισταμένου ἀέρος διὰ ψῦξιν, ὃς ὑπὸ τὸ ὑπέκκαυμα τὴν θέσιν ἔχει, τὸ ἐναπειλημμένον ἐν αὐτῷ θερμὸν περιστελλόμενον ὑπὸ τοῦ περιέχοντος αὐτὸ ἀέρος ψυχομένου καὶ εἰς ἓν ἀθροιζόμενον ἐξαφθὲν ἐξεθλίβη μετὰ βίας1 καὶ φέρεται ὥσπερ τὰ ἐκπυρηνιζόμενα ῥιπτούμενον,2 τὸ αὐτὸ μένον πῦρ ἀλλ’ οὐ τὸ ἐφεξῆς ἐξάπτον· ἀμφοτέρως γὰρ αὐτῷ δοκοῦσιν οἱ διᾴσσειν δοκοῦντες ἀστέρες γίνεσθαι. τοῦτο μέντοι τὸ ἐκκρίσει γινόμενον πῦρ πολλάκις εἰς τὸ κάτω μέρος θλιβὲν καὶ εἰς γῆν καὶ εἰς θάλασσαν καταφέρεται αἰθρίας οὔσης καὶ νύκτωρ καὶ μετ’ ἡμέραν. τότε δὲ φέρεται κάτω, ὅταν ἀπὸ τοῦ ἄνωθεν μέρους ἡ τοῦ ἀέρος πύκνωσίς τε καὶ ψῦξις ἀρξαμένη τὸ ἐναπειλημμένον ἐν αὐτῷ θερμὸν εἰς τὸ κάτω μέρος ἀπώσηται. διὰ τοῦτο γὰρ καὶ ὁ κεραυνὸς πῦρ ὢν εἰς τὸ κάτω φέρεται, διὰ τὴν βίαιον ἔκθλιψιν, ἐπεὶ τῷ γε πυρὶ κατὰ φύσιν ἡ εἰς τὸ ἄνω φορά. ὅσα μὲν οὖν ἐν τῷ ἀνωτέρω σώματι, ἐν ᾧ τὸ ὑπέκκαυμα, φάσματα διᾳσσόντων γίνεται, τῷ ἐξάπτεσθαι γίνεται, ἐκκαιομένης τῆς ἀναθυμιάσεως καὶ κατὰ τὸ ἑξῆς διαδιδομένης, ὡς εἴρηται· ὅσα δὲ ἐν τῷ κατωτέρω, ἔνθα ὁ ἀήρ, τῇ ἐκκρίσει, τῷ ψυχομένης τῆς ὑγρᾶς ἀναθυμιάσεως, ἐξ αὐτῆς γίνεσθαι τὴν ἔκκρισιν. ὡς δ’ ἂν ἔχῃ θέσεως ἡ πυκνουμένη τε καὶ ψυχομένη ἀναθυμίασις καὶ ἐφ’ ἃ τετραμμένη ᾖ, ἐπὶ ταῦτα καὶ φέρεται τὸ ἐκκρινόμενον ἐξ αὐτῆς πῦρ. ἢ γὰρ εἰς τὸ ἄνω ἡ ἔκκρισις αὐτοῦ γίνεται, ἂν κάτωθεν ἡ πύκνωσις, ἢ εἰς τὰ πλάγια, ἂν ἐπὶ ταῦτα συννεύῃ, ἢ κάτω, ἂν ἄνωθεν ἡ ἀρχὴ γίνηται τῆς πυκνώσεως. τὰ πλεῖστα δὲ εἰς τὸ πλάγιόν φησι φέρεσθαι τῶν εἰς τὸ κάτω ῥιπτουμένων, διὰ τὸ δύο ἅμα αὐτὰ φέρεσθαι φοράς,3 τὴν μὲν εἰς τὸ ἄνω, ἥτις αὐτοῖς ἐστι κατὰ φύσιν, τὴν δὲ εἰς τὸ κάτω, ἣν βίᾳ διὰ τὴν ἔκθλιψιν τὴν ἐπὶ τοῦτο φέρεται. ἔστι δὲ ἡ εἰς τὸ πλάγιον ἔκ τε τῆς ἄνω καὶ τῆς κάτω μεμιγμένη· τοῦτο δὲ γίνεται, ὅταν μηδετέρα πάντῃ ἐπικρατῇ· οὕτω γὰρ καὶ ἡ μῖξίς τε καὶ ἡ κρᾶσις τῶν σωμάτων γίνεται. ἀπείκασε δὲ τὴν εἰς τὸ πλάγιον φορὰν διαμέτρῳ· πλάγιαι γὰρ αἱ ἐν τοῖς τετραγώνοις χωρίοις διάμετροι. ταύτην αἰτίαν φησὶν εἶναι τοῦ καὶ τῶν διαθεόντων ἀστέρων τοὺς πλείστους πλαγίαν φαίνεσθαι κινουμένους. πάντων δὲ τῶν τοιούτων αἰτίαν φησὶν εἶναι ὡς μὲν ὕλην τὴν ἀναθυμίασιν (αὕτη γὰρ ἡ ἐξαπτομένη) ὡς δὲ κινοῦν τε καὶ ποιοῦν ὁτὲ μὲν τὴν κίνησιν τῶν ἐγκυκλίων σωμάτων (ὑπὸ ταύτης γὰρ τὰ ἐν τῷ ὑπεκκαύματι ἐξάπτεται) ὁτὲ δὲ τὴν τοῦ ἀέρος ψῦξιν. τοῦ δὲ κάτω σελήνης γίνεσθαι τὰς τοιαύτας συστάσεις τε καὶ διαδρομὰς σημείῳ ἐχρήσατο τῇ φαινομένῃ αὐτῶν ταχυτῆτι ἐν τῇ διαδρομῇ· ὡς γὰρ τὰ ὑφ’ ἡμῶν ῥιπτούμενα διὰ τὴν ἐγγύτητα θᾶττον ἡμῖν δοκεῖ κινεῖσθαι τῶν ἄστρων, οὐδ’ ἐγγὺς ἐκείνοις ὁμοίῳ χρώμενα τάχει, οὕτως καὶ οἱ διάττειν λεγόμενοι θᾶττον ἡμῖν φαίνονται τῶν ἄστρων κινούμενοι διὰ τὴν ἐγγύτητα.
正如在灯的情形中,当一盏灯燃烧着,而另一盏刚熄灭的灯随即被置于其下方时,从刚熄灭的灯升向燃烧之灯的火焰的蒸发物,在其接近火焰之处被点着,便引燃了下方的灯——因为紧接在最初由燃烧之灯的火焰点燃的蒸发物之后的蒸发物被点燃,直达蒸发物由之生出的灯芯——而火看似并非由于一个从另一个点着而传导,反倒是最初点燃的火看似在移动;同样,必须认为在看似疾驰并被运送的星的情形中也是如此产生,即由于基底质料对这一过程的适宜性,一个紧接着另一个,或者说在一个之后另一个被迅速点燃。 因此,他说所谓疾驰的星有时是以这种方式产生的,即位于天体下方的引火物因天体的运动而被点燃,并点燃紧邻之物;但有时则是由于因寒冷而凝结的空气(它占据着引火物下方的方位),其中封闭的热被周围冷却的空气所约束,聚集为一并点燃,随后被强力挤压而出,像被手指弹挤出的果核一样被投掷运送,保持为同一火而不去点燃紧邻之物;因为在他看来,看似疾驰的星是以这两种方式产生的。然而,这种因分泌而产生的火,往往在晴空万里之时,无论在夜间还是白昼,都被挤压到下部区域,降落到陆地和海洋中。而当空气的凝缩与冷却从上部区域开始,将其中封闭的热推向下部区域时,它便在这时向下运送。正因如此,雷电虽为火,亦因这暴力的挤压而向下运送,因为对于火而言,向上运送至少才是合乎本性的。 因此,凡是在引火物所在的上层物体中产生的疾驰显象,都是如前所述由于蒸发物被烧尽并顺次传导,通过被点燃而产生的;而凡是在空气所在的下层物体中产生的,则是由于湿润蒸发物受冷,分泌物由之产生,通过分泌而产生的。凝缩且受冷的蒸发物处于何种方位,朝向何方,从中分泌出的火也便向该方运送。因为若凝缩来自下方,它的分泌就向上产生;若朝侧面倾斜,就向侧面产生;若凝缩的开端来自上方,就向下产生。 但他指出,在被向下投掷的物象中,绝大多数都向侧面运送,这是因为它们同时依两种运动而运送:其一是向上的运动,这对它们是合乎本性的;其二是向下的运动,因朝着这一方向的挤压,它们被迫依此而运送。而向侧面的运动是混合了向上与向下的运动;当两者皆不占据绝对优势时便会产生这种情况,因为物体的混合与调和也正是这样产生的。他将向侧面的运动比作对角线;因为四边形中的对角线是倾斜的。他说,这也是为何绝大多数横掠的星看似斜向运动的原因。 他说,所有这类现象的原因,作为质料的是蒸发物(因为被点燃的正是它),而作为推动与作用的动力因,有时是作圆周运动的物体的运动(因为引火物中的事物由此被点燃),有时则是空气的冷却。至于这类凝聚与横掠发生在月亮之下,他使用的证据是它们在横掠中所显现出的速度;因为正如被我们投掷的物体由于邻近,在我们看来比星体运动得更快(尽管其实际速度根本不及星体),同样,所谓疾驰的星由于邻近,在我们看来也比星体运动得更快。
- 1.12ὁτὲ δὲ ἐκ τοῦ συνισταμένου ἀέρος διὰ ψῦξιν ... ἐξεθλίβη μετὰ βίας
前半句承接不定式结构(ὁτὲ μὲν οὖν οὕτως φησὶ γίνεσθαι...),后半句以 ὁτὲ δὲ [φησὶ γίνεσθαι] ἐκ τοῦ συνισταμένου ἀέρος... 开始,但随后句式发生转换(破格),主格短语 τὸ ἐναπειλημμένον ἐν αὐτῷ θερμόν 成为定式动词 ἐξεθλίβη 和 φέρεται 的主语。
- 1.12ὥσπερ τὰ ἐκπυρηνιζόμενα ῥιπτούμενον
动词 ἐκπυρηνίζω 原指用手指将果核(πυρήν)挤出,中性复数被动分词 τὰ ἐκπυρηνιζόμενα 在此构成惯用比喻(“如同被手指挤压弹出的果核”)。ῥιπτούμενον 为中性主格单数分词,与主语 τὸ θερμόν 一致。
- 1.12διὰ τὸ δύο ἅμα αὐτὰ φέρεσθαι φοράς
φέρεσθαι φοράς 是同族宾格(内宾格)结构,δύο ... φοράς 作不定式 φέρεσθαι 的内宾格,αὐτά 为不定式的主语。其后 ἣν βίᾳ ... φέρεται 中的关系代词 ἣν 亦延续了这一同族宾格用法。
