- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:224.8-225.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大顺应亚里士多德的论述,阐明了目的与固有功能从异质部分、同质部分直至单纯元素逐渐变得难以辨识的层级结构;并进一步论述所有自然物体(包括无生命之物)皆由主动或被动能力所界定,因而当其功能未彻底丧失时,判定其名称究竟为本义还是同名异义乃属不易。
ἧττον δέ φησι δῆλον εἶναι ἐπὶ σαρκὸς καὶ ὀστοῦ καὶ τῶν ὁμοιομερῶν, ὅτι καὶ ταῦτα ὄργανα καὶ ἐπί τινα χρείαν τὴν ἀναφορὰν ἔχει, ἢ ἐπὶ χειρὸς καὶ προσώπου καὶ ποδὸς καὶ τῶν ἀνομοιομερῶν. ἔτι δὲ ἧττον ἐπὶ τῶν ἁπλῶν σωμάτων, ἃ καὶ στοιχεῖα λέγομεν, οἷον πυρός, ὕδατος, τῶν λοιπῶν· ἐλάχιστα γὰρ ἐπὶ τούτων δῆλον τὸ τίνος χάριν ἐστὶν ἕκαστον αὐτῶν, ἐν οἷς πλεῖστον τὸ τῆς ὕλης ἐστί, τουτέστιν ἐν τοῖς ἐγγυτέρω τῆς ὕλης· ἐγγυτάτω δὲ τῆς ὕλης ἐστὶ τὰ πρῶτα ἐκ τῆς ὕλης γινόμενα, ἅπερ ἐστὶ τὰ στοιχεῖα· διὸ καὶ ὕλης ταῦτα λόγον ἐν τοῖς συνθέτοις ἔχει. ὥστε εἰ τὰ ἔσχατα ἐξ ὧν τὸ συναμφότερον κατ’ ἰδίαν ληφθείη (ταῦτα δ’ ἐστὶν ἥ τε ὕλη καὶ τὸ εἶδος), οὔτε ἡ ὕλη ἄλλο τι ἔστι παρ’ αὐτήν1 (αὕτη γὰρ ἡ ἐσχάτη ὕλη, ἥτις ἔστι τὸ πρῶτον ὑποκείμενον τοῖς σώμασιν· ἁπλῆ γὰρ φύσις ἡ τοιαύτη), ὁμοίως δὲ καὶ τὸ εἶδός τε καὶ ἡ οὐσία· τὸ γὰρ εἶδος οὐσίαν λέγει, ἐπεὶ κατὰ τοῦτο τὸ εἶναι ἑκάστῳ τῶν συνθέτων· καὶ τοῦτο δὴ οὐδὲν ἄλλο παρὰ τὸν λόγον, καθ’ ὃν ἡ ὕλη εἰδοποιεῖται. τὰ δὲ μεταξύ τε εἴδη καὶ ἐκ τούτων ἀνάλογον τούτων ἐστὶ μᾶλλον, οἷς ἐστιν ἐγγυτέρω,2 τὰ μὲν τῆς ὕλης ἐγγυτέρω ὑλικώτερα, τὰ δὲ τῆς οὐσίας τε καὶ τοῦ λόγου εἰδικώτερα. ἔστι δὲ τοῦ λόγου μὲν καὶ τοῦ εἴδους ἐγγυτέρω ὅσα ἐξ εἰδοπεποιημένων ἤδη σύγκειται, καθ’ ὅσον εἰδοποιεῖται, οἷον τὸ πρόσωπον ἐξ ὁμοιομερῶν τινων σύγκειται, καθ’ ὅσον ἐστὶν εἰδοπεποιημένα (ἐκ γὰρ ὀφθαλμῶν, καθ’ ὅσον εἰσὶν ὀφθαλμοί, καὶ ὁμοίως τῶν ἄλλων), τῆς δὲ ὕλης ἃ τὴν ὑποκειμένην ὕλην ἔχει χωρὶς εἴδους· τοιοῦτον γὰρ τὸ τοῖς στοιχείοις ὑποκείμενον, ἐπεὶ καὶ τῶν ἁπλῶν τε καὶ πρώτων σωμάτων ἕκαστον, φησίν, ἐστὶν ἕνεκά του, καὶ οὐχ ὁπωσοῦν ἔχον ἕκαστον αὐτῶν τὸ μὲν ὕδωρ ἐστὶ τὸ δὲ γῆ τὸ δὲ ἄλλο τι, ὥσπερ οὐδὲ σὰρξ ἢ ἧπαρ, ἀλλ’ ὡς ταῦτα, ὅταν τὸ αὑτῶν παρέχηται, οὕτως κἀκεῖνα, ὅταν ἕκαστον αὐτῶν σώζῃ τὴν οἰκείαν φύσιν καὶ τὸ ἴδιον ἔργον. τούτων δέ, φησίν, ἔτι μᾶλλον, σαρκός τε λέγων καὶ ἑκάστου τῶν σπλάγχνων καὶ ὅλως τῶν ὁμοιομερῶν, τὸ ἕνεκά του ἔχειν φανερώτερον ἐπὶ προσώπου τε καὶ χειρὸς καὶ ἑκάστου τῶν ἀνομοιομερῶν. Εἰπὼν δὲ ἕκαστον τῶν ἀνομοιομερῶν, ὥσπερ οὖν καὶ τῶν ὁμοιομερῶν, ἔτι μᾶλλον τὸ ἕνεκά του ἔχειν, καὶ κατὰ τοῦτο τὴν οὐσίαν αὐτῶν ὁρίζεσθαι, τί ἐστι τοῦτο οὗ χάριν ἕκαστον αὐτῶν γέγονέ τε καὶ ἐστὶ καὶ εἰδοποιεῖται, λέγει. πάντα γάρ φησιν ὁρίζεσθαι τὰ τοιαῦτα ἔργῳ τινί· ὧν τὰ μὲν δυνάμενα τὸ αὑτῶν ἔργον ποιεῖν ἀληθῶς εἶναι ταῦτα ἃ λέγεται (ὀφθαλμὸν γὰρ εἶναι τὸν τὸ αὑτοῦ ἔργον ποιοῦντα ἢ ποιεῖν δυνάμενον, ἔστι δὲ ὀφθαλμοῦ ἔργον τὸ ὁρᾶν), ὅσα δὲ μὴ δύναται τὸ ἴδιον ἔργον ποιεῖν τούτου, οὗ τὸ ὄνομα ἔχει, ὁμωνύμως ἐκείνοις λέγεσθαι, ὡς τὸν ὀφθαλμὸν τὸν τοῦ τεθνεῶτος ἢ τὸν λίθινον. οὐδὲ γὰρ πρίων κυρίως ὁ ξύλινος, ἀλλ’ ὁμωνύμως καὶ οὕτως, ὡς ἡ Σωκράτους εἰκὼν Σωκράτης· εἰκὼν γὰρ ὁ ξύλινος πρίων πρίονος. ὡς δὲ ταῦτα, οὕτως καὶ ἐπὶ σαρκὸς ἔχει δηλονότι καὶ αἵματος καὶ τῶν τοιούτων μορίων, ἀλλὰ τῷ μὴ ὁμοίως εἶναι τὸ τούτων ἔργον γνώριμον, λανθάνει τίνα μὲν αὐτῶν ἐστι τὰ κυρίως ταῦτα ὄντα ἃ λέγεται, τίνα δὲ ὁμωνύμως τούτοις λέγεται. ἔτι δὲ μᾶλλον ἄδηλον ἐπὶ τῶν ἁπλῶν σωμάτων, τί τὸ κατὰ φύσιν ἔργον αὐτῶν, καὶ τίνι ὁρίζεται. ὁμοίως δέ, φησίν, ἔχει καὶ τὰ ἐν τοῖς φυτοῖς μόρια· καὶ γὰρ ταῦτα οἰκεῖόν τι ἔργον ἔχει, ᾧ τὸ εἶναι αὐτῶν ὁρίζεται. ἀλλὰ καὶ τὰ ἄψυχα τῶν φυσικῶν τε καὶ ὁμοιομερῶν σωμάτων ἔργῳ τινὶ ὥρισται, οἷον χαλκός, ἄργυρος, χρυσός, τῶν ἄλλων ἕκαστον. πάντα γὰρ τὰ φυσικὰ σώματα δυνάμει τινὶ ὁρίζεται ἢ ποιητικῇ ἢ παθητικῇ· τὸ μὲν γὰρ πῦρ τῷ ποιεῖν τι, ἡ δὲ γῆ τῷ πάσχειν, ὥσπερ καὶ ἡ σὰρξ καὶ τὸ νεῦρον καὶ ὅλως τὰ τῶν ζῴων μέρη· ἀλλ’ οἱ λόγοι αὐτῶν, τουτέστιν αἱ δυνάμεις αὐτῶν, καθ’ ἃς ὁρίζεται ἡ οὐσία αὐτῶν, οὐ πάνυ ἀκριβῶς γινώσκονται. διὸ πότε ὑπάρχει αὐτοῖς ἡ δύναμις αὕτη, καὶ ἔστι κυρίως ταῦτα ἃ λέγεται, καὶ πότε ὁμωνύμως, οὐ ῥᾴδιον διακρῖναί τε καὶ διελεῖν, ἂν μὴ παντάπασιν ἡ δύναμις, καθ’ ἣν ἕκαστον αὐτῶν ἐστιν ὃ λέγεται, ἐξίτηλος ᾖ, ὡς μόνον τὰ σχήματα ἢ τὰ χρώματα σῴζειν τὰ σώματα, καὶ ταῦτα ἐπιπολῆς καὶ οὕτως, ὡς τὰ τῶν παλαιουμένων νεκρῶν σώματα τὸ σχῆμα φυλάσσειν δοκοῦντα μέχρι τινὸς ἐξαίφνης τέφρα γίνεται.3
但他指出,肉、骨和同质部分也同样是工具并且指向某种用途,这一点不如在手、面部、脚和异质部分上明显。而在我们亦称为元素的单纯物体上,如火、水及其余物体,则更加不明显;因为在这些物体中,它们各自为了什么而存在是最不明显的,因为在它们之中属于质料的成分最多,即处于更接近质料的事物之中;而最接近质料的,乃是由质料最先生成的事物,这便是诸元素;因此这些在复合体中具有质料的地位。因此,如果构成复合实体的两极被单独抽取出来(这两极便是质料与形式),质料除了自身之外便不是任何别的东西(因为这是终极质料,它是诸物体的第一基底;因为此类本性是单纯的);同样,形式即实体也是如此;因为他将形式称为实体,既然每一复合体成其所是的存在都是依照形式的;而这除了使质料得以赋形的定义之外,便不是任何别的东西。至于中间的形式以及由这些构成的事物,则更多地与其更接近的事物相应:更接近质料的事物更具质料性,而更接近实体和定义的事物则更具形式性。更接近定义和形式的事物,凡由已经被赋形的事物所合成的,就其已被赋形而言皆是如此,正如面部是由某些同质部分就其已被赋形而言所合成的(因为它是就眼睛成其为眼睛而言由眼睛所合成,其余各部分亦然);而更接近质料的事物,则是具有缺乏形式的基底质料的事物;因为诸元素的基底正是这样的事物,既然他说,单纯和第一物体的每一种也是为了某种目的而存在的,它们之中的每一种并非处于随便怎样的状态就能成为水、土或其他某种事物,正如肉或肝脏也非随便怎样便成其所是,而是正如这些事物在发挥其自身功用时成其所是,那些单纯物体也是在各自保全其特有本性和固有功能时成其所是。但他指出,比起这些,即比起肉和各内脏以及一般的同质部分,具有为了某种目的这一特性在面部、手和各异质部分上表现得更加明显。 在说明了异质部分的每一种如同同质部分一样甚至更为明显地具有为了某种目的,且其实体乃是依此而被界定之后,他进而说明,它们各自生成、存在并被赋形所为了的这一目的是什么。因为他说,所有此类事物都是由某种功能来界定的;而在这些事物中,凡能实现自身功能的,便是真成其所被称为的那些事物(因为眼睛乃是实现自身功能或能实现其功能的事物,而眼睛的功能就是看);但凡不能实现其所拥有的名称所属之物的固有功能的,就与那些本义之物同名异义地被言说,如死人的眼睛或石头的眼睛。因为木锯在本义上也并非锯子,而是同名异义的,正如苏格拉底的画像被称为苏格拉底一样;因为木锯乃是锯子的画像。正如在这些事物上如此,显见在肉、血液及此类肢体上也同样如此;但由于它们的功能并不同样为人熟知,故而何者乃是本义上成其所被称为的事物,何者乃是与之同名异义地被言说,便不易察觉。而在单纯物体上,它们符合本性的功能是什么、依何者被界定,则更加不清楚。但他指出,在植物中的各部分也是如此;因为这些部分也拥有某种固有的功能,其存在依此而被界定。不仅如此,自然同质物体中的无生命之物,如青铜、白银、黄金以及其余的每一种,也依某种功能而被界定。因为所有自然物体都由某种能力来界定,无论这能力是主动的还是被动的;因为火依施行某种作用而被界定,土则依承受某种作用而被界定,正如肉、腱以及通常动物的各部分一样;然而它们的定义,即界定其实体的诸种能力,并不能被极精确地认知。因此,这种能力何时属于它们、使得它们在本义上成其所被称为的事物,何时又是同名异义的,并不容易辨识与区分,除非使它们各自成其所被称为的这种能力完全丧失殆尽,以致物体仅仅保全其形状或颜色,而且这些也只是浮于表面,就像那些陈旧的尸体在一段时间内看似保全其形状,却猝然化为灰烬一样。
- 4.13ὥστε εἰ τὰ ἔσχατα ἐξ ὧν τὸ συναμφότερον κατ’ ἰδίαν ληφθείη (ταῦτα δ’ ἐστὶν ἥ τε ὕλη καὶ τὸ εἶδος), οὔτε ἡ ὕλη ἄλλο τι ἔστι παρ’ αὐτήν
由接希求式的条件从句 εἰ... ληφθείη 与接现在直陈式的结论句 οὔτε ἡ ὕλη ἄλλο τι ἔστι 构成的混合条件句。从理论上的抽象假设(若将两极单独分离出来考量)过渡到关于质料本性的确定事实断言。
- 4.13τὰ δὲ μεταξύ τε εἴδη καὶ ἐκ τούτων ἀνάλογον τούτων ἐστὶ μᾶλλον, οἷς ἐστιν ἐγγυτέρω
主语为 τὰ δὲ μεταξύ τε εἴδη καὶ [τὰ] ἐκ τούτων(中间诸形式及由之构成之物),谓语为 ἀνάλογον τούτων ἐστὶ μᾶλλον, οἷς ἐστιν ἐγγυτέρω(更多相应于其所接近者)。属格代词 τούτων 作 ἀνάλογον 的补足语,充当与格关系代词 οἷς(由 ἐγγυτέρω 管辖)的先行词。
- 4.13ἂν μὴ παντάπασιν ἡ δύναμις, καθ’ ἣν ἕκαστον αὐτῶν ἐστιν ὃ λέγεται, ἐξίτηλος ᾖ, ὡς μόνον τὰ σχήματα ἢ τὰ χρώματα σῴζειν τὰ σώματα, καὶ ταῦτα ἐπιπολῆς καὶ οὕτως, ὡς τὰ τῶν παλαιουμένων νεκρῶν σώματα τὸ σχῆμα φυλάσσειν δοκοῦντα μέχρι τινὸς ἐξαίφνης τέφρα γίνεται.
由否定条件句 ἂν μὴ... ἐξίτηλος ᾖ(虚拟式)引出表结果的 ὡς(相当于 ὥστε)加不定式 σῴζειν。其后由 ὡς 引导的从句则为方式/比较副词从句(“正如……”),主语 τὰ τῶν παλαιουμένων νεκρῶν σώματα 带有分词短语 τὸ σχῆμα φυλάσσειν δοκοῦντα,最终落实于限定动词 τέφρα γίνεται。
