← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§225.31-227.22

同质物体的因果定义与向动物部分的过渡

亚历山大阐明同质物体的实体与差异乃是由热、冷及其衍生的被动能力来界定的,并将之与异质部分相对比。他进一步指出,自然物体的完备定义须包含质料因、形式因与动力因,并指出本篇论述直接衔接《论动物的各部分》。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.13#9

ὁμοίως καὶ καρποὶ μόνον τῷ σχήματι τοιοῦτοι παλαιούμενοι, τὴν δὲ αἴσθησιν οὐκέτι κινοῦσιν ὡς τοιοῦτοι· οὕτως ἔχει καὶ τὰ ἐκ τοῦ γάλακτος πηγνύμενα. Εἰπὼν δὲ ταῦτα καὶ δείξας ὅτι ἡ οὐσία τῶν ὁμοιομερῶν σωμάτων, τῶν τε ἄλλων καὶ τῶν μορίων τῶν ἐν τοῖς ζῴοις, κατὰ τὸ εἶδος καὶ τὸν λόγον ὁρίζεται, λέγει τίς ὁ τῶν ὁμοιομερῶν μορίων τῶν ζῴων λόγος, καὶ τίνι εἰδοποιεῖται. θερμότητι δή φησιν αὐτὰ ὁρίζεσθαι καὶ ψυχρότητι καὶ ταῖς ἀπὸ τούτων κινήσεσιν· ὑπὸ γὰρ ψυχροῦ τε καὶ θερμοῦ ἕκαστον αὐτῶν τὴν πῆξίν τε καὶ σύστασιν λαμβάνει. τίνες δέ εἰσιν αἱ κινήσεις αἱ ἀπὸ τοῦ θερμοῦ καὶ ψυχροῦ, λέγει· τάσει γάρ, φησί, καὶ ἕλξει καὶ θραύσει καὶ σκληρότητι καὶ μαλακότητι καὶ τοῖς ἄλλοις, περὶ ὧν εἶπε τὰς παθητικὰς δυνάμεις τε καὶ ἀδυναμίας τίνες εἰσὶ διορίζων· κατὰ ταῦτα γὰρ τὴν διαφορὰν αὐτῶν τὴν πρὸς ἄλληλα γίνεσθαι· τὰ μὲν γὰρ ὑπὸ θερμοῦ καὶ τῆς ἀπὸ τοῦ θερμοῦ κινήσεως, τὰ δὲ ὑπὸ ψυχροῦ, τὰ δὲ ὑπ’ ἀμφοτέρων. τὰ δέ γε ἐκ τούτων, λέγει δὲ τῶν ὁμοιομερῶν, συνεστῶτα, ἅπερ ἐστὶ τὰ ἀνομοιομερῆ, οὐκέτ’ ἂν τούτοις ἀλλήλων διαφέρειν λέγοιτο· οὐ γὰρ ἡ κεφαλὴ τῆς χειρὸς ἢ ὁ θώραξ τοῦ ποδὸς τάσει ἂν ἢ ἕλξει ἢ θραύσει ἢ σκληρότητι ἢ μαλακότητι ἤ τινι τοιούτῳ διαφέρειν λέγοιτο, τούτων τινὶ τὸ εἶναι ἔχοντα·1 ἀλλ’ ὡς τοῦ χρυσὸν μὲν καὶ ἄργυρον καὶ σίδηρον καὶ τῶν τοιούτων ἕκαστον γενέσθαι αἰτία ψυχρότης ἢ θερμότης καὶ ἡ ἀπὸ τινος τούτων κίνησις, τοῦ δὲ τὰ ἐκ τούτων ὄντα γενέσθαι τε καὶ εἶναι, οἷον φιάλην ἢ πρίονα, οὐκέτ’ ἐκεῖνα αἴτια, οὕτως ἔχει καὶ ἐπὶ τῶν ἀνομοιομερῶν τοῦ ζῴου, ἃ ἐκ τῶν ὁμοιομερῶν συνέστηκε. διαφέρει δέ, ὅτι τῆς μὲν φιάλης καὶ τοῦ πρίονος καὶ ἃ γίνεται ἐκ σιδήρου καὶ ἀργύρου, τέχνη αἰτία, τῶν δὲ ἀνομοιομερῶν τούτων φύσις ἢ ἄλλη τις αἰτία· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ κατὰ φύσιν, καὶ ἵππος ἵππον. Εἰπὼν δὲ ταῦτα ἐπάνεισιν ἐπὶ τὸν περὶ τῶν ὁμοιομερῶν μορίων λόγον. περὶ τούτων γὰρ αὐτῷ προέκειτο εἰπεῖν, τί μὲν ἕκαστον αὐτῶν ἐστι κατὰ τὴν ὕλην, τί δὲ κατὰ τὸν λόγον. φησὶ δὲ δὴ ὅτι ἐκ τῶν εἰρημένων ἔχομεν, τίνος ἕκαστον αὐτῶν γένους ἐστίν· ἢ γὰρ ὑγρόν τι αὐτῶν ἐστιν ἢ ξηρὸν ἢ ἐξ ἀμφοῖν. τὰ γὰρ ποιὰ καί πῶς συνεστῶτα ἢ ὑγρὰ ἢ ξηρὰ ἢ μικτὰ ἐξ ἀμφοῖν εἴρηταί τε καὶ δέδεικται. χρῆναι δέ φησιν ἕκαστον τῶν τοιούτων μορίων προχειριζομένους τὸ τί ἐστιν αὐτῶν ἀποδιδόναι,2 πρῶτον τὸ γένος λαμβάνοντας, οἷον φέρε εἰπεῖν ὅτι ὑγρὸν ἢ ξηρόν, ἔπειτα προστιθέντας ποῖόν τι καὶ πῶς γεγονός. οὕτω γὰρ ἕκαστον ἴσμεν τί ἐστι καὶ ἑκάστου τὸν λόγον ἀποδίδομεν, ἢ πρὸς τὸ ὑποκείμενον καὶ τὴν ὕλην βλέποντες ἢ πρὸς τὸν λόγον καὶ τὸ εἶδος, μάλιστα δ’ ὅταν ἄμφω εἰδῶμεν. ἀκόλουθα δὲ ταῦτα τοῖς ἐν τῷ πρώτῳ Περὶ ψυχῆς εἰρημένοις ὑπ’ αὐτοῦ· καὶ γὰρ ἐν ἐκείνῳ εἶπε τοὺς μέν τινας ἀπὸ τῆς ὕλης, τοὺς δὲ ἀπὸ τοῦ εἴδους τὸν ὁρισμὸν ἀποδιδόναι· τελειοτάτους μέντοι τῶν ὁρισμῶν ἐπὶ τῶν φυσικῶν εἶναι τοὺς τὸ εἶδος λέγοντας τοῦ προκειμένου καὶ προστιθέντας ὅτι ἐν ὕλῃ τοιαύτῃ. εἰπὼν δὲ οὕτως γὰρ ἴσμεν ἕκαστον διὰ τί καὶ τί ἐστι, καὶ τῆς γενέσεώς φησι καὶ τῆς φθορᾶς δεῖν ἀμφοτέρας τὰς αἰτίας εἰδέναι, τήν τε τελικήν, ἣν εἶπε διὰ τί, καὶ τὴν ὑλικήν, ἣν ἐδήλωσε διὰ τοῦ καὶ τί ἐστι.3 προσέθηκε δὲ τὸ δεῖν εἰδέναι καὶ τὸ ποιητικὸν αἴτιον διὰ τοῦ καὶ πόθεν ἡ ἀρχὴ τῆς κινήσεως. ὥστε ἅπαντα ἔστιν ἐκ τῶν εἰρημένων λαμβάνειν λέγοντας ἢ ὑγρὸν ἢ ξηρὸν ἕκαστον αὐτῶν ἢ συναμφότερον εἶναι, τὴν μὲν ὕλην οὕτως, τὸ δὲ εἶδος πῆξιν ἢ σύστασιν τοιάνδε, ὁποία καὶ ἐστίν, ὃ ἔστι λαμβάνειν ἐκ τῶν εἰρημένων γνωρίζοντας ἐκ τοῦ ἐφαρμόζοντος, τὸ δὲ ποιητικὸν ὅτι ὑπὸ θερμοῦ ἢ ψυχροῦ τοιοῦτον γινόμενον ἢ γεγονὸς ἢ ὑπ’ ἀμφοῖν. γνωρίμων δὲ τούτων τῶν ὁμοιομερῶν οὕτως γενομένων, δεῖν φησιν ὁμοίως μετὰ ταῦτα περὶ τῶν ἀνομοιομερῶν μορίων λέγειν, εἶθ’ οὕτω περὶ τῶν ἐκ τούτων συνεστώτων, ἅπερ ἐστὶ τά τε φυτὰ καὶ τὰ ζῷα. τῷ δὲ βιβλίῳ τούτῳ ἕπεσθαι δοκεῖ τὰ Περὶ ζῴων μορίων· ἐν γὰρ τῷ δευτέρῳ Περὶ ζῴων μορίων περὶ ὧν ἐνταῦθα ἔφη δεῖν εἰπεῖν εἶπε. λέγει γὰρ ἐν αὐτῷ πρῶτον μὲν περὶ τῶν ὁμοιομερῶν μορίων, ἔπειτα καὶ περὶ τῶν ἀνομοιομερῶν, ἅ ἐστιν ἐκ τούτων.

同样,老化了的果实也仅在形状上是那样的,却不再作为那样的事物触动感官;由奶凝结成的东西也是如此。在说明了这些并指明同质物体的实体——包括其他同质物体以及动物体内的各部分——乃是依形式与定义而被界定之后,他进而说明,动物同质部分的定义是什么,以及它们依何者被赋形。他指出,它们确实是由热和冷以及由这些所产生的诸种运动来界定的;因为它们中的每一种都是在冷和热的作用下获得凝固与凝结的。进而他说明由热与冷产生的诸种运动是什么:因为他说,是通过张力、牵引、断裂、坚硬、柔软,以及他在限定被动的能力与无能分别是什么时所谈论的其他特性来界定的;因为它们彼此之间的差异正是依照这些产生的;因为有些是在热以及由热产生的运动作用下生成的,有些是在冷的作用下,有些则是在二者共同作用下生成的。然而,由这些——他指的是同质部分——构成的复合体,即异质部分,则不再能被说成因这些特性而彼此相异;因为头与手、胸与脚绝不能被说成是因张力、牵引、断裂、坚硬、柔软或任何此类特性而相异,并通过这些特性中的某一种而具有其存在的;相反,正如冷或热以及由其中之一产生的运动是黄金、白银、钢铁和每一此类事物生成的原因,而对于由这些构成的制品(如浅盘或锯子)的生成和存在而言,那些便不再是原因一样,动物的那些由同质部分合成的异质部分也是如此。但区别在于,对于浅盘、锯子以及由钢铁和白银生成的东西,技艺是其原因;而对于这些异质部分,本性或其他某种原因则是其原因;因为按照本性,人生人,马生马。在说明了这些之后,他回到了关于同质部分的论述;因为向他提出的课题正是说明这些同质部分的每一种在质料上是什么,在定义上又是什么。他明确指出,从已述的内容中我们得知它们各自属于哪个属;因为它们之中的每一种要么是某种潮湿之物,要么是干燥之物,要么由二者构成。因为具有何种性质并如何凝结的事物是潮湿的、干燥的或由二者混合的,都已经被论述并表明过了。并且他说,着手处理每一个此类部分的人,应当阐明其成其所是,首先把握其属,例如且说它是潮湿的还是干燥的,然后附加说明它是何种事物以及是如何生成的。因为正是这样,我们要么着眼于基底与质料,要么着眼于定义与形式,来知道每一事物是什么并阐明各自的定义,而当我们两方面皆知时尤为如此。这些与他在《论灵魂》第一卷中所述的内容相一致;因为在那部著作中他也说过,有些人从质料出发给出定义,有些人则从形式出发给出定义;然而在自然事物上,最完备的定义乃是陈明所考查事物的形式并附加说明它处于何种质料之中的那些定义。在说了“因为通过这种方式我们知晓每一事物为何存在以及是什么”之后,他指出,对于生成和消灭,人们也必须知道这两种原因:即他称为“为何”的目的因,以及他通过“以及是什么”所表示的质料因。并且他通过“以及运动的始基来自何处”补充了还必须知道动力因。因此,人们可以从已述的内容中把握所有的原因:通过说明它们各自是潮湿的、干燥的还是兼具二者,从而以这种方式把握质料;而形式则是某种凝固或凝结,无论其具体性质如何,这都可以从已述的内容中通过辨认相契合者来把握;动力因则是说明它是通过热或冷、或通过二者正在变成或已经变成如此这般的。而在这些同质部分如此为人所知之后,他说,此后同样应当讨论异质部分,继而以这种方式讨论由这些部分构成的事物,即植物与动物。而《论动物的各部分》似乎紧随本卷之后;因为在《论动物的各部分》第二卷中,他讨论了在此处所说应当讨论的内容。因为他在该书中首先讨论了同质部分,然后也讨论了由这些部分构成的异质部分。

语法注3 条
  1. 4.13τούτων τινὶ τὸ εἶναι ἔχοντα

    中性复数分词 ἔχοντα 在语义上指涉前文所列举的各身体部位(ἡ κεφαλή, ἡ χείρ, ὁ θώραξ, ὁ πούς)。尽管这些单独的名词为阴性或阳性单数,但此处分词在概念上承接非同质部分(τὰ ἀνομοιομερῆ μόρια)这一总体概念,构成了意念一致(constructio ad sensum)。

  2. 4.13χρῆναι δέ φησιν ἕκαστον τῶν τοιούτων μορίων προχειριζομένους τὸ τί ἐστιν αὐτῶν ἀποδιδόναι

    在非人称动词 χρῆναι(χρή 的不定式)所支配的宾格加不定式结构中,复数宾格分词 προχειριζομένους 充当不定式 ἀποδιδόναι 的逻辑主语(“着手处理的人们应当阐明”)。宾格 ἕκαστον 连同属格补足语 τῶν τοιούτων μορίων 充当分词 προχειριζομένους 的直接宾语。

  3. 4.13ἣν ἐδήλωσε διὰ τοῦ καὶ τί ἐστι

    διὰ τοῦ καὶ τί ἐστι 中的中性冠词 τοῦ 将所引用的亚里士多德原文短语“καὶ τί ἐστι”整体名词化。连词 καί 是所引短语本身的一部分,而非外部句法连接词。亚历山大在此将亚里士多德的 διὰ τί 解释为目的因,将 τί ἐστι 解释为质料因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:225.31-227.22