← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§222.16-224.8

同质体的温热与依功用对诸部分的界定

亚历山大阐释了亚里士多德的论点,说明兼具水与土的同质体如何因热与本性的保全而具温热,并借助死人与石笛的例证,论证了从同质部分到异质部分(器官)乃至完全动物的存在阶序不仅由质料构成,更本质地由功用与定义(形式)所决定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.13#7

ὅσα δὲ κοινὰ ὕδατός τε καὶ γῆς, φησὶν ἔχειν ταῦτα θερμότητα διὰ τὸ ὑπὸ θερμότητος γεγονέναι· τὰ γὰρ πλεῖστα αὐτῶν τὴν σύστασιν καὶ πῆξιν ἔχει ὑπὸ θερμότητος πεψάσης αὐτά· ἔνια δὲ αὐτῶν σήψεις εἰσίν, ὡς τὰ συντήγματα. ἕκαστον μὲν οὖν τῶν τοιούτων σωμάτων, ἃ κοινά ἐστιν ὕδατός τε καὶ γῆς, ἕως ἂν τὴν αὑτοῦ φύσιν σώζῃ, θερμόν (τοῦτο γὰρ τὸ συνέχον αὐτὰ καὶ εἰδοποιοῦν τοιαῦτα), αἷμα, γονή, μυελός, ὀπός, πάντα τὰ τοιαῦτα· φθειρόμενα δὲ καὶ ἐξιστάμενα τῆς αὑτῶν φύσεως καὶ ἀπολλύντα τὸ εἶδος οὐκ ἔστι θερμά· λείπεται γὰρ ἐν αὐτοῖς ἡ ὕλη, ἦν δὲ αὕτη γῆ τε καὶ ὕδωρ, ἄμφω ψυχρά. διὰ τοῦτο γὰρ δοκεῖ τὰ τοιαῦτα σώματα τοῖς μὲν θερμὰ εἶναι, τοῖς δὲ ψυχρά, διὰ τὸ ὅταν μὲν ἐν τῇ αὑτῶν φύσει ὦσι, θερμὰ εἶναι, ἐκστάντα δὲ ταύτης ψυχρά τε καὶ πηγνύμενα. οὕτως μὲν οὖν ἔχειν φησίν, ὡς προείρηται, ὡς ἐν πᾶσιν αὐτοῖς τὸ ὑποκείμενον ψυχρὸν εἶναι· ὅμως δέ, ὥσπερ διώρισται καὶ προείρηται, ἐν οἷς μὲν ὕλη ὕδωρ, ταῦτα ὡς ἐπὶ τὸ πλεῖστον ψυχρά (τὸ γὰρ ὕδωρ ἀντίκειται μάλιστα τῷ πυρί, ὂν κατ’ ἀμφοτέρας τὰς δυνάμεις, τήν τε ὑγρότητα καὶ τὴν ψυχρότητα, ἐναντίον αὐτῷ, ὄντι ξηρῷ τε καὶ θερμῷ), ἐν οἷς δὲ ἡ ὕλη γῆς ἢ ἀέρος, ταῦτα θερμά. συμβαίνει δέ ποτε, φησί, τὰ αὐτὰ γίνεσθαι καὶ ψυχρότατα καὶ θερμότατα, ἀλλοτρίαν προσλαμβάνοντα θερμότητα. ὅσα γὰρ ἐξ ὕδατος ὄντα διὰ ψυχρότητα πέπηγε καὶ ἔστι στερεώτατα, ταῦτα ψυχρὰ μάλιστά ἐστι διὰ στέρησιν θερμότητος πεπηγότα καὶ μάλιστα καίει, ὅταν πυρωθῇ· τὰ γὰρ παχύτερα μᾶλλον καίει πυρωθέντα, ὕδωρ μὲν καπνοῦ1 (τὸ γὰρ ζέον ὕδωρ μᾶλλον καίει τῆς φλογός, ἥτις ἐστὶ καπνὸς καιόμενος), καὶ πάλιν οἱ λίθοι τοῦ ὕδατος. Εἰπὼν τί ἐστι τὸ ὑποκείμενον τοῖς ὁμοιομερέσι σώμασι, καὶ τίνος ἕκαστον αὐτῶν μᾶλλόν ἐστιν, ἐφεξῆς ἐπεὶ ἐν τοῖς ὁμοιομερέσι σάρξ τε καὶ ὀστοῦν καὶ νεῦρον καὶ τῶν τοιούτων ἕκαστον (ἐκ γὰρ τούτων τὰ ἀνομοιομερῆ μέρη τοῦ ζῴου, ἐξ ὧν τὸ ζῷον), περὶ τούτων εἰπεῖν προτίθεται, τί ἕκαστον αὐτῶν, οὐ κατὰ τὸ ὑποκείμενον (τοῦτο γὰρ εἴρηται), ἀλλὰ κατὰ τὸν λόγον. ἔχομεν γὰρ ἤδη, φησίν, τὰ γένη τῶν ὁμοιομερῶν, ἐκ τίνος ἕκαστον αὐτῶν, γῆς, ὕδατος ἢ ἐξ ἀμφοῖν, λαβόντες τοῦτο διὰ τῆς γενέσεως αὐτῶν· ἐξ οὗ γὰρ ὑποκειμένου γίνεται, ἐκ τούτου καὶ ἔστι γενόμενον. ἐξ ὧν ἡ τῶν ἀνομοιομερῶν φύσις· ἐκ γὰρ τῶν ὁμοιομερῶν τὰ ἀνομοιομερῆ. ἐκ γὰρ τῶν στοιχείων πρῶτα τὰ ὁμοιομερῆ, ἐκ δὲ τούτων ὡς ὑποκειμένων τε καὶ ὕλης τὰ ὅλα ἔργα τῆς φύσεως, οἷον ζῷα, φυτά. ὡς ὕλης δὲ ἐκ τούτων εἶπε· τὸ γὰρ εἶδος αὐτῶν, καθ’ ὃ μάλιστά ἐστιν ἅ ἐστιν, οὐ τοιοῦτον εἶναι. φησὶν οὖν πάντα τὰ ὁμοιομερῆ ὡς μὲν ἐξ ὕλης ἐκ τῶν προειρημένων, ὕδατός τε καὶ γῆς, ὡς δὲ κατὰ τὴν οὐσίαν καὶ τὸ εἶναι ὅ ἐστιν ἕκαστον αὐτῶν τῷ λόγῳ, τουτέστι τῷ λόγῳ καὶ τῷ εἴδει ἕκαστον αὐτῶν ἐστιν ὅ ἐστιν. ὅτι δὲ κατὰ τὸν λόγον ἐστὶν αὐτοῖς τὸ εἶναι ἅ ἐστι, δῆλον εἶναί φησιν ἐπὶ τῶν ὑστέρων μᾶλλον, ὕστερα λέγων τὰ ἀνομοιομερῆ (ὕστερα γὰρ ταῦτα τῶν ὁμοιομερῶν, εἴ γε ἐξ ἐκείνων σύγκειται), καὶ ὅλως, φησίν, ἐπὶ τούτων, ἃ οἷον ὄργανά ἐστι τῶν σωμάτων, καὶ ἕνεκά τινος χρείας ἡμῖν δοκεῖ δεδόσθαι. τούτοις γὰρ προφανῶς τὸ εἶναί ἐστιν ἐν τῷ λόγῳ· ἐν γὰρ τῷ δύνασθαι τὸ εἶναι τούτοις ἐστίν. ὅτι δὲ μᾶλλον δῆλον ὅτι κατὰ τὸν λόγον [καὶ] τοῖς ἀνομοιομερέσι τὸ εἶναι, ἔδειξε λαβὼν τὸν νεκρὸν ἄνθρωπον· γνωριμώτερον γὰρ ὅτι ὁ νεκρὸς ἄνθρωπος ὁμωνύμως ἄνθρωπος λέγεται, καὶ οὐ κυρίως ἄνθρωπος. οὗτος δ’ ἐστὶν ᾧ ὁ λόγος ἐφαρμόζει,2 οὐκ ἐφαρμόζει δὲ ὁ λόγος ὁ τοῦ ἀνθρώπου τῷ νεκρῷ· οὐδεὶς γὰρ ὁρίζεται τὸν νεκρὸν ἄνθρωπον ζῷον λογικὸν θνητόν. ἐπὶ δὴ τούτου γνωριμώτερον ἢ ἐπὶ αἵματος καὶ ἑκάστου τῶν ὁμοιομερῶν. ἔστι μὲν γὰρ καὶ ἐπ’ ἐκείνων τὰ τῶν νεκρῶν ὁμωνύμως τοῖς τῶν ζώντων λεγόμενα, πλὴν οὐ φανερὸν ὁμοίως ἐπ’ ἐκείνων· ὡς δ’ ὁ νεκρὸς ἄνθρωπος ὁμωνύμως ἄνθρωπος, οὕτως καὶ ἡ χεὶρ τοῦ νεκροῦ ὁμωνύμως χείρ· ἤρξατο δὲ ἀπὸ τοῦ ὑστάτου (τοῦτο δ’ ἦν τὸ τέλειον ζῷον), εἶτ’ ἐπάνεισιν ἐπὶ τὰ πρὸ αὐτοῦ, ὧν προσεχῆ μὲν τοῖς τελείοις ἐστὶ τὰ ἀνομοιομερῆ, πρὸ δὲ τούτων τὰ ὁμοιομερῆ. ὅτι δὲ τὰ τινὸς ἕνεκεν ὄντα, ἐπὰν μηκέτι τοῦτο δύνηται ποιεῖν, μόνον δὲ φυλάσσῃ τὸ σχῆμα, ὁμωνύμως λέγεται, ἔδειξεν ἀπὸ τῶν λιθίνων αὐλῶν· ὡς γὰρ οἱ αὐλοὶ ὄργανα, οὕτω καὶ χεὶρ καὶ πάντα τὰ μόρια τοῦ ζῴου ὄργανά τινά ἐστιν ὑπὸ τῆς φύσεως χρείας τινὸς χάριν γεγονότα.

凡兼具水与土两者的事物,他说这些事物因由热生成而具有热;因为它们之中的绝大多数都是由将其熟化的热而获得其构成与凝固的;而它们之中的某些则是腐败物,如消融物。因此,在此类兼具水与土的物体中,每一种只要保全其自身的本性,就是热的(因为热正是维系它们并将它们赋形为此类事物的因素):血液、精液、骨髓、无花果汁,以及所有此类事物;但当它们败坏、脱离自身的本性并丧失其形式时,便不再是热的;因为在它们之中留存下来的是质料,而这质料原是土和水,两者皆是冷的。正是由于这个缘故,此类物体在一些人看来是热的,在另一些人看来则是冷的,因为当它们处于自身本性中时是热的,而一旦脱离这种本性,就变冷并且凝固。因此他说,正如前面所说,情况乃是:在所有这些物体中基底都是冷的;然而,正如已被界定和在前面说明过的那样,在质料为水的事物中,这些事物绝大多数是冷的(因为水与火最为对立,在湿与冷这两种能力上都与既干且热的火相反);而在质料属于土或属于气的事物中,这些则是热的。但他说,有时同样的事物吸收了外部的热,也会变得既最冷又最热。因为凡源于水、因冷凝固且极其坚固的事物,由于因热的匮乏而凝固,故而最冷,但在被火烧热时灼烧得最猛烈;因为密度较大的事物在被火烧热时灼烧得更剧烈,水比烟灼烧得更猛烈(因为沸水比火焰灼烧得更烈,而火焰乃是燃烧着的烟),而石头又比水灼烧得更猛烈。在说明了何为同质物体的基底、以及它们之中每一种更多属于何种元素之后,接着,既然在同质部分中有肉、骨、腱以及所有此类事物(因为动物的异质部分由这些构成,动物又由异质部分构成),他便打算论及这些部分,说明它们各自是什么,这不是依据基底(因为这已被说明),而是依据定义。因为他说,我们已经掌握了同质部分的类别,即它们之中的每一种是由什么构成的——土、水还是两者兼具——这是通过理解它们的生成而获得的;因为一物由何种基底生成,在生成之后也是由该基底构成。异质部分的本性即由这些[构成];因为异质部分由同质部分构成。因为首先由元素生成同质部分,再以这些作为基底和质料,生成自然界完整的造物,如动物和植物。他说由这些构成,是指作为质料而言;因为使它们各自完全成其所是的那个形式,并不是这样的。因此他说,所有同质部分作为质料乃是由上述的水与土构成,但就实体以及它们各自成其所是的所是而言,乃是凭借定义;换言之,它们各自凭借定义与形式而成其所是。而他说,它们成其所是的存在是依据定义的,这在后出的事物上更为明显,他所谓后出的事物是指异质部分(因为既然异质部分由同质部分合成,它们便后于同质部分),他说,通常也显见于那些仿佛是身体的工具、并且显出是为了某种用途而赋予我们的事物上。因为在这些事物上,存在显明地在于定义之中;因为存在对于它们而言就在于拥有功用。而他通过列举死人表明,存在依据定义属于异质部分乃是更为明显的;因为死人只是同名异义地被称为“人”而并非本义上的人,这是更为人所熟知的。本义上的人乃是定义适用于其上的那个人,而人的定义并不适用于死人;因为没有人会将死人定义为“有理性的会死的动物”。因此在这件事上,要比在血液以及同质部分的每一种上更为人熟知。因为在那些同质部分上,死者的部分固然也是与活者的部分同名异义地被言说,但在它们上面并不同样明显;而正如死人是同名异义的人,死人的手同样也是同名异义的手。他从最末端的事物(这便是完全的动物)开始,然后追溯到在它之前的事物,其中与完全动物直接相邻的是异质部分,而先于这些的则是同质部分。至于那些为了某种目的而存在的事物,一旦不再能实现这一目的,而仅仅保持其外形时,便是同名异义地被言说,他借由石笛指明了这一点;因为正如笛子是工具,手以及动物的所有肢体也是某种由自然为了某种用途而造就的工具。

语法注2 条
  1. 4.13ὕδωρ μὲν καπνοῦ

    承接前文比较级 μᾶλλον καίει(更剧烈地灼烧)的比较属格结构。省去了动词 καίει,句式骨架为“水比烟[灼烧得更猛烈]”。

  2. 4.13οὗτος δ’ ἐστὶν ᾧ ὁ λόγος ἐφαρμόζει

    指示代词 οὗτος 指代紧接在前的“本义上的人(κυρίως ἄνθρωπος)”。它作主语,意为“此[真正的人]乃是定义适用于其上之人”,与后半句“人的定义并不适用于死人”形成对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:222.16-224.8