← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§220.23-222.16

通过凝固与融化判定同质体的构成元素

亚历山大就《气象学》第四卷探讨了琥珀与陶器等物质的凝固与融化机制,并总结了如何通过触觉性质判定同质体的构成元素(水与土)及其作成因(热与冷)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.13#6

ὁ γὰρ Ἠριδανὸς ποταμὸς τῇ ἀπ’ αὐτοῦ ψύξει ἐκθλιβῆναι ἐποίησε τῶν δακρύων τὸ θερμόν, ὃ ἐκθλιβὲν συνήγαγεν ἑαυτῷ τὸ ὑγρὸν τὸ ἐν αὐτοῖς,1 καὶ οὕτως ξηρανθέντα ἐπάγη, ὃν τρόπον, φησί, καὶ τὸ μέλι τὸ ἑφθὸν ἐμβαλλόμενον εἰς ὕδωρ ὑπομένει· καὶ γὰρ τούτου τὸ θερμὸν διὰ τὴν ψῦξιν τοῦ ὕδατος συνεκκρίνεται τῷ ὑγρῷ. ἤλεκτρον δὲ οὐ τὸ ἐκ χρυσοῦ καὶ ἀργύρου μῖγμα, ἀλλὰ λίθον τινά φησιν, ὃς ἐν τῷ Ἠριδανῷ ποταμῷ γίνεται, ὃς θερμαινόμενος ἕλκει τὰ ἄχυρα πρὸς ἑαυτόν. ὅσων μὲν οὖν ὑπ’ ἀμφοῖν πηγνυμένων τὸ ὑγρὸν ἅπαν ἐξικμάζεται, ὡς τοῦ κεράμου τε καὶ ἠλέκτρου, ταῦτα λέγει μᾶλλον ὑπὸ τῆς ψύξεως πήγνυσθαι, εἶναι δὲ γῆς. τῶν δὲ τοιούτων τὰ μὲν ἄτηκτα εἶναί φησι καὶ ἀμάλακτα, ὡς τὸ ἤλεκτρον καὶ λίθους ἐνίους, ὡς τοὺς ἐν τοῖς σπηλαίοις πώρους· οὗτοι γὰρ ὑπὸ ψυχροῦ μᾶλλον πήγνυνται τοῦ ἐν αὐτοῖς θερμοῦ διεξιόντος, ὡς καὶ ἐπὶ τοῦ ἠλέκτρου, καὶ τῷ ἀπολιπεῖν συντελοῦντος εἰς τὴν πῆξιν· ἐν γὰρ τοῖς ἄλλοις τοῖς ὑπ’ ἀμφοτέρων πηγνυμένοις ἢ τοῖς ὑπὸ θερμοῦ τὸ ἔξωθεν προσπῖπτον πῦρ ἐστι τὸ πρὸς τὴν πῆξιν αὐτῶν συντελοῦν. ἐξ ὧν δὲ μὴ ὅλον τὸ ὑγρὸν ἐξικμάζεται, γῆς μὲν καὶ ταῦτα μᾶλλον, ἔστι μέντοι μαλακτά. καὶ ὅσα μὲν ὑπὸ πυρὸς τήκεται, ταῦτα ὑδατωδέστερα, ὅσα δὲ ὑπὸ ὕδατος, γῆς· ὅσα δὲ μηδ’ ὑφ’ ἑτέρου, ἢ γῆς ἢ ἐξ ἀμφοῖν. Ὄντων δή, φησί, πάντων τῶν ὁμοιομερῶν ἢ ὑγρῶν ἢ πεπηγότων, ταῦτα δ’ ἐν τοῖς εἰρημένοις πάθεσίν ἐστι (τῶν μὲν γὰρ ὑγρῶν τὰ μὲν ἐξατμίζεται, τὰ δ’ οὔ, καὶ τὰ μὲν ὑπὸ θερμοῦ παχύνεται, τὰ δ’ ὑπὸ ψυχροῦ, τὰ δ’ ὑπ’ ἀμφοῖν, τῶν δὲ πεπηγότων τε καὶ σκληρῶν τὰ μὲν ὑπὸ ψυχροῦ πέπηγε, τὰ δ’ ὑπὸ θερμοῦ, τὰ δ’ ὑπ’ ἀμφοῖν, καὶ τὰ μὲν ὑπὸ πυρὸς αὐτῶν τήκεται, τὰ δ’ ὑπὸ ὕδατος) καὶ παρὰ ταῦτα οὐδέν ἐστι πάθος ἐν τοῖς προειρημένοις ἄλλο, ἕκαστον δὲ τούτων εἴρηται τῶν παθῶν, τίνι συμβαίνει, ἔχοιμεν ἂν οἷς πᾶν τὸ λαμβανόμενον τῶν ὁμοιομερῶν δυνησόμεθα γνωρίζειν,2 πότερόν ἐστιν ὕδατος ἢ γῆς ἢ τοῦ συναμφοτέρου, καὶ πότερον αὐτοῦ ποιητικόν τε καὶ τῆς συστάσεως αἴτιον τὸ ψυχρὸν ἢ τὸ θερμὸν ἢ ἀμφότερα. ἑξῆς δὲ τὰ ὁμοιομερῆ προχειριζόμενος, ἀπὸ τῶν προειρημένων παθῶν διακρίνων αὐτὰ δείκνυσι, τίνα μέν ἐστιν αὐτῶν μᾶλλον ὕδατος, τίνα δὲ γῆς, τίνα δ’ ἐπ’ ἴσης ἀμφοῖν μετέχειν δοκεῖ. εἰπὼν δὲ ποῖά τε θερμὰ ἢ ψυχρὰ τῶν πεπηγότων ἢ τῶν ὑγρῶν, ἐκ τῶν εἰρημένων χρὴ μεταδιώκειν, λέγει περὶ αὐτῶν καθόλου ὅτι ὅσα μὲν αὐτῶν ὕδατός ἐστι, ταῦτα ὡς ἐπὶ τὸ πλεῖστόν ἐστι ψυχρά, ἐὰν μὴ ἔξωθεν καὶ ἀλλοτρίαν ἔχῃ θερμότητα, ὡς κονία, οὖρον, οἶνος. ἥ τε γὰρ κονία ἀπὸ τοῦ διηθῆσθαι τὴν τέφραν ἔχουσαν θερμότητα θερμή, ἀλλὰ τὸ οὖρον τῷ ἀπὸ τῆς πέψεως καὶ τῆς τῶν σιτίων κατεργασίας γεγονέναι, ἥτις ἐστὶ γινομένη ὑπὸ θερμότητος, θερμόν· καὶ ὁ οἶνος δὲ διὰ τὴν πέπανσίν τε καὶ τὴν ἀπὸ τοῦ ἡλίου θερμότητα θερμός. ὅσα δὲ γῆς πάλιν, ὡς ἐπὶ τὸ πολὺ ταῦτα πάλιν θερμὰ διὰ τὸ ὑπὸ θερμοῦ γίνεσθαί τε καὶ δημιουργεῖσθαι, ὡς ἥ τε τίτανος καὶ ἡ τέφρα· ἀμφότερα γὰρ ὑπὸ πυρὸς γίνεται, ἡ μὲν λίθων ἡ δὲ ξύλων καυθέντων. εἰπὼν δὲ τὰ γῆς ὄντα μᾶλλον τῶν ὁμοιομερῶν θερμὰ εἶναι διὰ τὴν τοῦ θερμοῦ δημιουργίαν, ἐφεξῆς τὴν αἰτίαν ἀποδίδωσι τούτου. ἡ μὲν γὰρ ὕλη καὶ τὸ ὑποκείμενον πᾶσι τοῖς τοιούτοις σώμασι ψυχρὸν καὶ ψυχρότης τις. ἔστι μὲν γὰρ ὕλη τὸ ὑγρόν τε καὶ ξηρόν· αὗται γὰρ τῶν τεσσάρων δυνάμεων παθητικαί· τούτων δὲ τῶν δυνάμεων μάλιστά ἐστι σώματα ὕδωρ τε καὶ γῆ, ἀμφότερα δ’ εἰδοποιεῖται τῷ ψυχρῷ· τὸ μὲν γὰρ ὕδωρ ὑγρόν τε καὶ ψυχρόν, ἡ δὲ γῆ ξηρά τε καὶ ψυχρά· ὥστε πάντα τὰ σώματα, ὅσα ἢ ὕδατος ἢ γῆς ἐστι, κατὰ τὸ ὑποκείμενόν ἐστι ψυχρά, ἂν μὴ ἔξωθεν καὶ ἀλλοτρίαν ᾖ προσειληφότα θερμότητα, ὡς τὸ ζέον ὕδωρ ἢ τὸ διὰ τέφρας ἠθημένον, ὡς ἡ κονία. εἰπὼν δὲ τὴν τέφραν ἔχειν θερμότητα καθόλου φησὶν ἐν ἅπασιν εἶναι θερμότητα ἢ πλείω ἢ ἐλάττω τοῖς διὰ θερμότητος καὶ πυρώσεως γεγονόσι· διὰ τοῦτο γὰρ καὶ ἐν τοῖς σεσηπόσι ζῷα ἐγγίνεσθαι, ὅτι ἔστιν ἐν αὐτοῖς θερμότης τις ἡ σήψασα αὐτά. σήψεως γὰρ αἰτία, ὡς ἐν τοῖς πρώτοις εἴρηται, ἡ ἔξωθεν καὶ ἀλλοτρία θερμότης, ὅταν διὰ τὸ πλείων εἶναι φθείρῃ τὴν ἐν τῷ σηπομένῳ οἰκείαν θερμότητα.

因为埃里达诺斯河因其散发出的冷气,使胶液中的热被挤压出来,而这股被挤出的热在离去时将它们之中的湿气一并带走,胶液遂因此干燥并凝固,正如他说熟蜜被投入水中时所经历的一样;因为熟蜜的热也由于水的冷气而与湿气一同被排泄出来。他说琥珀并非指金银的合金,而是指一种生成于埃里达诺斯河中的石头,它受热时能将碎草吸向自身。因此,在由两者凝固而湿气全部挥发的事物中,如陶器和琥珀,他说这些更多是因冷却而凝固,且属于土。在这些事物中,他说有些是不可融化且不可软化的,如琥珀和某些石头,例如洞穴中的多孔凝灰石;因为这些更多是因其内部的热散逸而受冷凝固,正如琥珀的情形一样,热的离去促进了凝固;而在其他由两者或由热凝固的事物中,乃是从外部投射而来的火促进了它们的凝固。至于那些并非所有湿气都被挥发的事物,它们也更多属于土,但却是可软化的。凡由火融化之物,水分较多;凡由水融化之物,属于土;凡两者皆不能使其融化之物,或者属于土,或者由两者构成。因此他说,既然所有的同质体要么是液体,要么是已凝固之物,而它们都处于上述被动性质之中(因为在液体中,有些蒸发,有些不蒸发;有些因热变稠,有些因冷变稠,有些因两者变稠;而在已凝固且坚硬之物中,有些因冷凝固,有些因热凝固,有些因两者凝固;且它们中有些由火融化,有些由水融化),并且在这些之外,上述事物中再无其他性质,而且这些性质中的每一种属于何物都已被说明,那么我们将拥有[判定标准],借此我们将能够辨识所考察的任何同质体,究竟是属于水、属于土,还是属于两者之复合,以及究竟是冷、是热还是两者为其作成因及构成的原因。接下来他着手处理同质体,依据上述性质对它们进行区分,指出其中哪些更多属于水,哪些属于土,哪些显得均等地分有两者。在指出凝固之物或液体中哪些是热的或冷的应当根据上述论点来探讨之后,他普遍地论及它们说:凡属于水的事物,绝大多数都是冷的,除非它们具有外部的、非本性的热,如碱水、尿液和酒。因为碱水之热是由于过滤了含有热的灰烬,尿液之热是由于源于由热所造成的食物消化与加工,而酒之热则是由于熟化以及来自太阳的热。另一方面,凡属于土的事物,由于是由热生成和造就的,往往又是热的,如生石灰和灰烬;因为两者皆是由火生成的,前者源于石头的焚烧,后者源于木材的焚烧。在指出更多属于土的同质体因热的造就作用而为热之后,他接着给出了此事的成因。因为所有此类物体的质料和基底乃是冷的,即某种冷性。事实上,质料乃是湿与干;因为这是四种能力中的受动能力;而与这些能力最为对应的物体乃是水和土,两者皆由冷赋予形式;因为水是湿且冷的,土是干且冷的;因此,凡属于水或属于土的一切物体,就其基底而言都是冷的,除非它们吸收了外部的、非本性的热,如沸水或经过灰烬过滤的水(如碱水)。在指出灰烬具有热之后,他普遍地说,在所有通过热与火焙烧生成的事物中,都存在或多或少的热;因为正是为此缘故,在腐败之物中也会生成动物,因为在它们之中存在着使它们腐败的某种热。正如在开头部分所说,腐败的原因乃是外部的、非本性的热,即当它因更为旺盛而破坏了受腐物内部固有的本性之热的时候。

语法注2 条
  1. 4.13ὃ ἐκθλιβὲν συνήγαγεν ἑαυτῷ τὸ ὑγρὸν τὸ ἐν αὐτοῖς

    关系代词 ὃ(主格中性单数)的先行词为 τὸ θερμόν 并充当主语。与格 ἑαυτῷ 与带有联合前缀 σύν- 的复合动词 συνάγω 连用,作伴随与格,表示被挤压出的热在离去时将物体内部的湿气随同自身一并带走。

  2. 4.13ἔχοιμεν ἂν οἷς πᾶν τὸ λαμβανόμενον τῶν ὁμοιομερῶν δυνησόμεθα γνωρίζειν

    主句谓语 ἔχοιμεν ἄν(现在时祈愿语气加 ἄν)构成潜能句(“我们将能够拥有”)。关系代词 οἷς 是表示工具或手段的与格,其先行词(如“判定标准”或“手段”)被省略。关系节内搭配将来时直陈语气 δυνησόμεθα,表达目的或预期的识别能力。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:220.23-222.16