← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§219.4-220.23

同质体的构成要素与凝固条件

在亚里士多德根据触觉差异完成对同质体的分类之后,亚历山大阐明了构成同质体的质料(土与水)及作成因(热与冷)的作用,并分析了液体、软体、硬体的区分以及变稠与凝固的各种条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.13#5

λέγει δὲ καὶ τὰ μὲν ἐκθυμιώμενα τῶν ὑγρῶν ὑγροῦ μᾶλλον εἶναι, τὰ δὲ ἐξαπτόμενα καὶ καιόμενα ξηροῦ τε καὶ γῆς. Εἰπὼν δὲ περὶ πασῶν τῶν ἀντιθέσεων τῶν κατὰ δύναμιν ἢ ἀδυναμίαν λεγομένων, καθ’ ἃ τὰ ὁμοιομερῆ σώματα διαφέρειν εἶπεν ἀλλήλων, τούτοις τέ φησι τοῖς πάθεσι διαφέρειν ἀλλήλων τὰ ὁμοιομερῆ σώματα καὶ ταύταις ταῖς ἁπταῖς διαφοραῖς· πᾶσαι γὰρ αἱ εἰρημέναι ἀντιθέσεις ἁπταί. καὶ πρὸς τούτοις εἰπὼν χυμοῖς τε καὶ ὀσμαῖς καὶ χρώμασιν οὐκέτι προσέθηκε καὶ τὸ τὰ μὲν ψοφητικὰ αὐτῶν εἶναι, τὰ δὲ ἄψοφα, ἃ τῆς ἀκοῆς κρίνειν·1 τοῦτο δὲ ἢ ὅτι μὴ προηγουμένως ἐστὶν αὐτῷ ὁ λόγος τὴν διαφορὰν τῶν αἰσθητῶν εἰπεῖν, ἢ ὅτι ἐναργές ἐστι καὶ τὸ τῶν ψόφων αἰσθητικὸν κριτήριον. εἶπε δὲ καὶ περὶ τούτων πρὸ ὀλίγου. καταριθμεῖται δὲ καὶ τίνα ἐστὶν ὁμοιομερῆ τῶν σωμάτων· τά τε γὰρ μεταλλευόμενα καὶ ὅσα ἐκ τούτων τῇ ἐκκρίσει γίνεται· τὰ μὲν γὰρ ἐκ μολίβδου γίνεται, τὰ δὲ ἐξ ἄλλων τῶν ὀρυκτῶν· ἔτι δὲ τὰ ἐν τοῖς φυτοῖς τε καὶ ζῴοις, ἐξ ὧν ἡ σύστασις τῶν ἀνομοιομερῶν. καὶ τὰς ἶνας δὲ τὰς ἐν τοῖς φυτοῖς ἐν τοῖς ἀνομοιομερέσιν ἔθηκεν. Ἐπεὶ δὲ τὰ μὲν ἀνομοιομερῆ, φησίν,2 ἄλλας αἰτίας ἔχει (ὕλη μὲν γὰρ ἐν τούτοις προσεχὴς τὰ ὁμοιομερῆ, ποιητικὸν δὲ τὸ σπέρμα) ἐξ ὧν δὲ τὰ ἀνομοιομερῆ (συνέστηκε δέ, ὡς εἴρηκεν, ἐκ τῶν ὁμοιομερῶν), τούτων ὕλη μέν, ὡς προείρηται, τό τε ξηρὸν καὶ τὸ ὑγρόν, ὧν τὸ μὲν ἦν ὕδωρ, τὸ δὲ γῆ (προφανέστατα γὰρ τὸ μὲν ὕδωρ τῆς ὑγρᾶς δυνάμεως, ἡ δὲ γῆ τῆς ξηρᾶς) ποιητικὰ δὲ τὸ θερμόν τε καὶ ψυχρόν (ταῦτα γὰρ τὴν σύστασιν τῶν ὁμοιομερῶν ποιεῖ ἐξ ἐκείνων, τουτέστιν ἐκ γῆς τε καὶ ὕδατος), λάβωμεν, φησίν, ἐκ τῶν ὁμοιομερῶν, ἃ ἐξ ὕδατος καὶ γῆς ὡς ὕλης ἔχει τὴν σύστασιν, τίνα μὲν αὐτῶν γῆς ἐστι μᾶλλον, τίνα δὲ ὕδατος, περὶ ὧν προειρήκαμεν ἤδη, καὶ νῦν δὲ ἐπέξεισι περὶ αὐτῶν. τῶν δὴ σωμάτων τῶν ὁμοιομερῶν τῶν δεδημιουργημένων, εἴτε ἁπλῶν εἴτε καὶ μεμιγμένων ὑπό τε τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ, τὰ μὲν ὑγρὰ εἶναί φησι, τὰ δὲ μαλακά, τὰ δὲ σκληρά. τίνα δὲ τῷ πεπηγέναι πως ἢ μαλακὰ ἢ σκληρά ἐστι, προείρηται. τῶν μὲν οὖν ὑγρῶν (ἐν τούτοις δὲ τίθησι καὶ τὰ μαλακά) τὰ μὲν ἐξατμιζόμενα ὕδατός ἐστιν, ὅσα δὲ μὴ ἐξατμίζεται, ἢ γῆς ἢ κοινά ἐστι γῆς καὶ ὕδατος, εἰπὼν ἢ γῆς, οὐχ ὅτι μόνον γῆς (πῶς γὰρ [ἂν] ὑγρόν τι ὂν ἐκ γῆς εἶναι μόνον δύναται;) ἀλλ’ ὅτι ἢ πλέον γῆς ἢ ἀμφοτέρων ἴσον,3 ὡς τὸ γάλα· ὑγρὸν γὰρ ὂν οὐκ ἐξατμίζεται, ὡς ἀναλίσκεσθαι πᾶν εἰς ἀτμούς, ἀλλὰ συνίσταται. ἢ γῆς καὶ ἀέρος, ὡς τὰ ξύλα· λέγοι δ’ ἂν περὶ τῶν χλωρῶν ξύλων· ταῦτα γὰρ καὶ ὑγρά· ἢ ὕδατος καὶ ἀέρος, ὡς ἔλαιον. ἔτι δὲ τὰ μὲν ὑπὸ θερμοῦ παχυνόμενα κοινὰ γῆς καὶ ὕδατος· ἀπορεῖ δὲ ἔτι καὶ περὶ τοῦ οἴνου, πότερον αὐτὸν ἐν τοῖς ὑγροῖς χρὴ τιθέναι ἢ ἐν τοῖς μικτοῖς. καθ’ ὅσον μὲν γὰρ ἐξατμίζεται, ἦν δὲ τὰ τοιαῦτα τῶν ὑγρῶν, καὶ ὁ οἶνος ἂν τούτων εἴη· καθ’ ὅσον δὲ πάλιν παχύνεται ὑπὸ τοῦ θερμοῦ, ὡς ὁ νέος (ἑψόμενος γὰρ συνίσταται, τὰ δὲ τοιαῦτα ἐξ ἀμφοῖν), δόξει πάλιν ἐκ γῆς καὶ ὕδατος εἶναι. λύει δὲ τὸ ἀπορηθὲν τῇ τῶν οἴνων διαιρέσει. τὰ δὲ ὑπὸ ψυχροῦ παχυνόμενα γῆς εἶναί φησι δηλονότι μᾶλλον· ὅσα δ’ ὑπὸ ἀμφοτέρων, καὶ ὑπὸ θερμοῦ καὶ ψυχροῦ, παχύνεται, κοινά φησιν εἶναι πλειόνων· ἔλαιον μὲν γὰρ ὕδατος καὶ ἀέρος, μέλι δὲ γῆς καὶ ὕδατος· ὁμοίως καὶ ὁ γλυκὺς οἶνος. τῶν δὲ συνεστώτων, τουτέστι τῶν πεπηγότων τε καὶ σκληρῶν, ὅσα μὲν ὑπὸ ψυχροῦ πέπηγεν, ὕδατος ταῦτα, ὅσα δὲ ὑπὸ θερμοῦ, γῆς. ὅσα δὲ δοκεῖ καὶ ὑπὸ θερμοῦ καὶ ψυχροῦ πήγνυσθαι, (τοιαῦτα δ’ ἐστὶν ὅσα προθερμανθέντα ψυχθέντα πήγνυται) δοκεῖ μὲν στερήσει ὑγροῦ τε καὶ θερμοῦ πήγνυσθαι· τὰ μὲν γὰρ ὑπὸ πυρὸς πηγνύμενα στερήσει ὑγροῦ πήγνυται, τὰ δ’ ὑπὸ ψυχροῦ στερήσει θερμοῦ, ὅσα δ’ ὑπ’ ἀμφοτέρων, ἀμφοτέρων στερήσει. ὅσων μὲν οὖν ἅπαν ἐξικμάσθη. τῶν ὁμοιομερῶν, φησί, τῶν ἐξατμισθέντος τοῦ ὑγροῦ αὐτῶν παντὸς τὴν πῆξιν ἀναδεξαμένων, ἔστι κέραμος καὶ ἤλεκτρον· ἀλλ’ ὁ μὲν κέραμος ὑπ’ ἀμφοῖν τῶν ποιητικῶν πέπηγε, τὸ δὲ ἤλεκτρον ὥσπερ καὶ τὰ ἄλλα δάκρυα τῶν φυτῶν, κόμμι, λιβανωτός, σμύρνα, ταῦτα ψύξει μόνῃ πεπήγασιν.

他还说,在液体中,散逸为熏烟之物更多属于湿气(水),而着火燃烧之物则属于干燥和土。他在论述了按能力或无能性所说的一切对立之后(他说同质体正是依照这些对立而彼此相异),指出同质体乃是通过这些被动性质以及这些触觉差异而彼此区分的;因为上述所有对立都是触觉上的。在这些之外提及滋味、气味和颜色之后,他没有进一步补充说它们中有些能发声,有些则无声(判定这些属于听觉的范围);这或者是因为他的主要目的并非陈述感觉对象的差异,或者是因为声音的感觉评判标准也是显而易见的。他不久前也谈到了这些。他还列举了哪些物体属于同质体:即采掘之物以及由这些通过分泌而生成的一切事物;因为有些是由铅生成的,有些是由其他矿物生成的;此外还有植物和动物中的部分,非同质体的构成即出自这些部分。他还将植物中的纤维归入非同质体之中。他说,既然非同质体具有其他原因(因为在这些事物中,近质料是同质体,而作成因是种子),而非同质体由之构成的那些事物(正如他所说,它们由同质体构成),其质料如前所述乃是干燥物与湿润物,其中一者是水,另一者是土(因为最显而易见的是,水属于湿润能力,而土属于干燥能力),其作成因则是热与冷(因为这些力量从那些质料,即从土和水中造成同质体的构成),那么他说,让我们在以水和土为质料而构成的同质体中把握:其中哪些更多属于土,哪些更多属于水;关于这些我们此前已经谈过,而现在他也详细论及它们。在由热和冷所造就的同质体中,无论是单纯的还是混合的,他说有些是液体,有些是软的,有些是硬的。至于哪些事物因以某种方式凝固而是软的或硬的,此前已经谈过。那么在液体中(在其中他也放入了软的事物),凡蒸发之物皆属于水,而凡不蒸发之物,或者属于土,或者为土与水所共有;他说“或者属于土”,并非意指仅由土构成(因为作为液体之物,怎能仅由土构成?),而是指或者含土较多,或者两者均等,如乳汁;因为乳汁虽是液体,却并不像全部化为水汽那样被消耗蒸发,而是凝结;或者属于土与空气,如木材(他所说的当是指青绿的木材;因为它们也是湿润的);或者属于水与空气,如油。此外,受热变稠之物为土与水所共有。他还进一步就酒提出疑难:究竟应当将酒归入液体之中,还是归入混合物之中。因为就其蒸发而言(而此类事物本属于液体),酒也将属于这些;但反过来就其受热变稠而言(如新酒,因为煮沸时它便凝结,而此类事物是由两者构成的),它又显得是由土和水构成的。他通过对酒的分类解决了所提的疑难。他说,受冷变稠之物显然更多属于土;而凡由热和冷两者共同使其变稠之物,他说乃是为更多元素所共有:因为油属于水和空气,蜜属于土和水;甜酒亦复如是。在凝结之物,即已凝固且坚硬之物中,凡因冷而凝固的皆属于水,凡因热而凝固的皆属于土。而凡显得既因热又因冷而凝固之物(此类事物即是预先受热、在冷却时凝固之物),显得是由于同时缺失湿气和热而凝固的;因为由火凝固之物因缺失湿气而凝固,由冷凝固之物因缺失热而凝固,而由两者凝固之物则因缺失两者而凝固。 “因此,凡其中所有湿气皆已挥发之物”。他说,在所有湿气蒸发后接受凝固的同质体中,有陶器和琥珀;但陶器是由两种作成因共同使其凝固的,而琥珀正如植物的其他胶液(树胶、乳香、没药)一样,乃是单凭冷却而凝固的。

语法注3 条
  1. 4.13ἃ τῆς ἀκοῆς κρίνειν

    关系代词 ἃ(先行词为前面由不定式短语表示的“有些能发声、有些无声”这一差异)接表示所属/本分的属格 τῆς ἀκοῆς 及不定式 κρίνειν。此处省略了系动词 ἐστί,意为“判定这些是属于听觉的范围”。

  2. 4.13Ἐπεὶ δὲ τὰ μὲν ἀνομοιομερῆ, φησίν, ἄλλας αἰτίας ἔχει ... λάβωμεν, φησίν

    由 Ἐπεὶ 引出的长因果从句因夹入关于非同质体与同质体的近质料、作成因与元素构成的多重括号性说明而拉长。作者在进入主要动词、即劝勉虚拟式 λάβωμεν(“让我们把握”)之前,再次插入 φησίν 以重拾主干。理解的关键在于理清前半部分的对比(τὰ μὲν ἀνομοιομερῆ ... ἐξ ὧν δὲ ... τούτων ὕλη μέν...)并将其导向主句 λάβωμεν。

  3. 4.13εἰπὼν ἢ γῆς, οὐχ ὅτι μόνον γῆς ... ἀλλ’ ὅτι ἢ πλέον γῆς ἢ ἀμφοτέρων ἴσον

    短语 οὐχ ὅτι μόνον γῆς 是对亚里士多德“或者属于土”这一表述的解释,省略了 ἐστί 或 ἐκ γῆς(意为“并非意指仅由土构成”)。随后的 ἀλλ’ ὅτι 从句中,属格 γῆς 与 ἀμφοτέρων 同样由隐含的构成含义所支配,表示质料构成成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:219.4-220.23